- 底本
- Aristotle. Aristotelis Ethica Nicomachea. Bywater, Ingram, editor. Oxford: Clarendon Press, 1894.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:5.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-29
本节探讨人是否能对自己行不义(如自杀)这一问题,指出这种行为实际上是对城邦而非对自己行不义,并从定义上否定了自愿遭受不义的可能性。最后表明,对自己行正义仅在灵魂的有理性与无理性部分之间的比喻意义上成立,以此总结了关于正义的讨论。
πότερον δʼ ἐνδέχεται ἑαυτὸν ἀδικεῖν ἢ οὔ, φανερὸν ἐκ τῶν εἰρημένων. τὰ μὲν γάρ ἐστι τῶν δικαίων τὰ κατὰ πᾶσαν ἀρετὴν ὑπὸ τοῦ νόμου τεταγμένα, οἷον οὐ κελεύει ἀποκτιννύναι ἑαυτὸν ὁ νόμος, ἃ δὲ μὴ κελεύει, ἀπαγορεύει. ἔτι ὅταν παρὰ τὸν νόμον βλάπτῃ μὴ ἀντιβλάπτων ἑκών, ἀδικεῖ, ἑκὼν δὲ ὁ εἰδὼς καὶ ὃν καὶ ᾧ·1 ὁ δὲ διʼ ὀργὴν ἑαυτὸν σφάττων ἑκὼν τοῦτο δρᾷ παρὰ τὸν ὀρθὸν λόγον, ὃ οὐκ ἐᾷ ὁ νόμος· ἀδικεῖ ἄρα. ἀλλὰ τίνα; ἢ τὴν πόλιν, αὑτὸν δʼ οὔ; ἑκὼν γὰρ πάσχει, ἀδικεῖται δʼ οὐδεὶς ἑκών. διὸ καὶ ἡ πόλις ζημιοῖ, καί τις ἀτιμία πρόσεστι τῷ ἑαυτὸν διαφθείραντι ὡς τὴν πόλιν ἀδικοῦντι. ἔτι καθʼ ὃ ἄδικος μόνον ὁ ἀδικῶν2 καὶ μὴ ὅλως φαῦλος, οὐκ ἔστιν ἀδικῆσαι ἑαυτόν (τοῦτο γὰρ ἄλλος ἐκείνου· ἔστι γάρ πως ὁ ἄδικος οὕτω πονηρὸς ὥσπερ ὁ δειλός, οὐχ ὡς ὅλην ἔχων τὴν πονηρίαν, ὥστʼ οὐδὲ κατὰ ταύτην ἀδικεῖ)· ἅμα γὰρ ἂν τῷ αὐτῷ εἴη ἀφῃρῆσθαι καὶ προσκεῖσθαι τὸ αὐτό· τοῦτο δὲ ἀδύνατον, ἀλλʼ ἀεὶ ἐν πλείοσιν ἀνάγκη εἶναι τὸ δίκαιον καὶ τὸ ἄδικον. ἔτι δὲ ἑκούσιόν τε καὶ ἐκ προαιρέσεως καὶ πρότερον· ὁ γὰρ διότι ἔπαθε καὶ τὸ αὐτὸ ἀντιποιῶν οὐ δοκεῖ ἀδικεῖν· αὐτὸς δʼ αὑτόν, ταὐτὰ ἅμα καὶ πάσχει καὶ ποιεῖ. ἔτι εἴη ἂν ἑκόντα ἀδικεῖσθαι. πρὸς δὲ τούτοις, ἄνευ τῶν κατὰ μέρος ἀδικημάτων οὐδεὶς ἀδικεῖ, μοιχεύει δʼ οὐδεὶς τὴν ἑαυτοῦ οὐδὲ τοιχωρυχεῖ τὸν ἑαυτοῦ τοῖχον οὐδὲ κλέπτει τὰ αὑτοῦ. ὅλως δὲ λύεται τὸ αὑτὸν ἀδικεῖν καὶ κατὰ τὸν διορισμὸν τὸν περὶ τοῦ ἑκουσίως ἀδικεῖσθαι. φανερὸν δὲ καὶ ὅτι ἄμφω μὲν φαῦλα, καὶ τὸ ἀδικεῖσθαι καὶ τὸ ἀδικεῖν (τὸ μὲν γὰρ ἔλαττον τὸ δὲ πλέον ἔχειν ἐστὶ τοῦ μέσου καὶ ὥσπερ ὑγιεινὸν μὲν ἐν ἰατρικῇ, εὐεκτικὸν δὲ ἐν γυμναστικῇ)· ἀλλʼ ὅμως χεῖρον τὸ ἀδικεῖν· τὸ μὲν γὰρ ἀδικεῖν μετὰ κακίας καὶ ψεκτόν, καὶ κακίας ἢ τῆς τελείας καὶ ἁπλῶς ἢ ἐγγύς (οὐ γὰρ ἅπαν τὸ ἑκούσιον μετὰ ἀδικίας), τὸ δʼ ἀδικεῖσθαι ἄνευ κακίας καὶ ἀδικίας. καθʼ αὑτὸ μὲν οὖν τὸ ἀδικεῖσθαι ἧττον φαῦλον, κατὰ συμβεβηκὸς δʼ οὐδὲν κωλύει μεῖζον εἶναι κακόν. ἀλλʼ οὐδὲν μέλει τῇ τέχνῃ, ἀλλὰ πλευρῖτιν λέγει μείζω νόσον προσπταίσματος· καίτοι γένοιτʼ ἄν ποτε θάτερον κατὰ συμβεβηκός, εἰ προσπταίσαντα διὰ τὸ πεσεῖν συμβαίη ὑπὸ τῶν πολεμίων ληφθῆναι ἢ ἀποθανεῖν. κατὰ μεταφορὰν δὲ καὶ ὁμοιότητα ἔστιν οὐκ αὐτῷ πρὸς αὑτὸν δίκαιον ἀλλὰ τῶν αὐτοῦ τισίν,3 οὐ πᾶν δὲ δίκαιον ἀλλὰ τὸ δεσποτικὸν ἢ τὸ οἰκονομικόν. ἐν τούτοις γὰρ τοῖς λόγοις διέστηκε τὸ λόγον ἔχον μέρος τῆς ψυχῆς πρὸς τὸ ἄλογον· εἰς ἃ δὴ βλέπουσι καὶ δοκεῖ εἶναι ἀδικία πρὸς αὑτόν, ὅτι ἐν τούτοις ἔστι πάσχειν τι παρὰ τὰς ἑαυτῶν ὀρέξεις· ὥσπερ οὖν ἄρχοντι καὶ ἀρχομένῳ εἶναι πρὸς ἄλληλα δίκαιόν τι καὶ τούτοις. περὶ μὲν οὖν δικαιοσύνης καὶ τῶν ἄλλων, τῶν ἠθικῶν ἀρετῶν, διωρίσθω τὸν τρόπον τοῦτον.
至于人是否可能对自己行不义,这从前文所言中是显而易见的。因为有些正义的事物是由法律按照一切德性所规定的,例如法律并不命令人自杀,而凡是法律不命令的,它就是禁止的。此外,当一个人自愿地、并非为了报复而违反法律去伤害他人时,他就是在行不义;而自愿是指知道那是对谁以及用什么手段。而因愤怒而自杀的人,是在违背正确理性之下自愿做出这一行为的,而这是法律所不允许的;因此他行了不义。然而,他是对谁行不义呢?是对城邦,而不是对自己吗?因为他是自愿承受,而没有人是自愿遭受不义的。因此城邦也施加处罚,并且某种丧失公权的惩罚附于自毁者,因为他损害了城邦。此外,就仅是在特定方面不义、而非完全邪恶的人而言,也不可能对自己行不义(因为这种情况不同于前者;因为这种不义者只是在某种意义上邪恶,就像懦弱者一样,而不是具有全部的邪恶,因此他也不是按照这种全部的邪恶来行不义的);因为如果这样,同一事物就会在同一时间既被从同一人身上夺走,又被加于同一人身上;但这显然是不可能的,而正义和不义必定始终存在于多人之间。另外,行不义既是自愿的,又是出于选择的,而且是优先的(因为一个因遭受了伤害而以同样方式进行报复的人不被认为是在行不义;而对自己行不义的人,则是同时既承受又做出同样的事情)。此外,这还将意味着一个人可以自愿遭受不义。除此之外,没有具体的不义行为,谁也不能行不义,但没有人会与自己的妻子通奸,也不会挖自己家的墙角,也不会偷窃自己的财物。总之,关于对自己行不义的问题,也通过关于自愿遭受不义的规定而得到了解决。显然,这两者都是不好的,即遭受不义与行不义(因为前者是得到比中庸少,后者是得到比中庸多,这就像医学中的健康、体育中的良好体格一样是处于中庸的)。然而,行不义仍然是更坏的。因为行不义伴随着恶德且是应受谴责的,而且是那种要么完全和绝对的、要么接近于此的恶德(因为并非所有自愿的行为都伴随着不义),而遭受不义则不伴随恶德和不义。因此,就其自身而言,遭受不义是较少坏处的,在偶性上,没有什么能阻止它成为更大的恶。但科学并不关心这一点,而是说胸膜炎是比绊跤更大的疾病;然而,由于偶性,后者有时也可能变得更大,比如一个人绊倒了,并由于跌倒而碰巧被敌人俘虏或杀害。然而,依据隐喻和相似性,存在着一种不是人对自己、而是其自身的某些部分之间的正义;但这不是一切正义,而是主人式的或家政式的正义。因为在这些理路中,灵魂的有理性部分与无理性部分是分离开来的;正是针对这些部分,人们才认为存在着对自己行不义,因为在这些部分中,可能会遭受某种违反自身欲求的事情;因此,它们之间存在着某种正义,就像统治者与被统治者之间一样。关于正义以及其他的品德,就以此种方式规定完毕。
- 1138a9ἑκὼν δὲ ὁ εἰδὼς καὶ ὃν καὶ ᾧ
一个定义性的陈述,省略了动词(如 ἐστίν 或 πράττει)。ὁ εἰδὼς(分词名词化)作为主语或表语。καὶ ὃν καὶ ᾧ 是不带先行词的关系代词(宾格 ὅν 和与格 ᾧ),分别指代行为的对象和工具。
- 1138a14καθʼ ὃ ἄδικος μόνον ὁ ἀδικῶν
引入了仅在局部(或有限意义上)不义的人的视角,以区别于前文讨论的对城邦的整体不义(如自杀)。καθʼ ὅ 是关系代词的限制性用法,意为“在……方面”,引导后面的主格结构 ἄδικος μόνον(仅是不义者),用以指代魂的局部倾向或特定的不义行为,而非整体的恶德。
- 1138b5τῶν αὐτοῦ τισίν
属格 τῶν αὐτοῦ 是表示“属于他自己的(部分)”的部分属格。此处的 τισίν(与格复数)指构成灵魂的特定部分(有理性部分和无理性部分)。虽然对作为一个整体的自己行正义是不可能的,但在此处,该构文表明在隐喻意义上,在构成自己的“部分之间”可以存在正义关系(统治与被统治的关系)。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 译文 1 处
