- 底本
- Aristotle. Aristotelis Ethica Nicomachea. Bywater, Ingram, editor. Oxford: Clarendon Press, 1894.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:3.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-28
亚里士多德开始具体考察各个德性,首先探讨了“勇敢”。他指出勇敢是关于恐惧和敢作敢为的中庸,并规定真正的勇敢主要是在最具高尚性的死亡(特别是战争中)面前保持无畏,因为在这种情况下存在展现防御能力或死得高尚的余地。
ὅτι μὲν οὖν μεσότης ἐστὶ περὶ φόβους καὶ θάρρη, ἤδη φανερὸν γεγένηται· φοβούμεθα δὲ δῆλον ὅτι τὰ φοβερά, ταῦτα δʼ ἐστὶν ὡς ἁπλῶς εἰπεῖν κακά· διὸ καὶ τὸν φόβον ὁρίζονται προσδοκίαν κακοῦ. φοβούμεθα μὲν οὖν πάντα τὰ κακά, οἷον ἀδοξίαν πενίαν νόσον ἀφιλίαν θάνατον, ἀλλʼ οὐ περὶ πάντα δοκεῖ ὁ ἀνδρεῖος εἶναι· ἔνια γὰρ καὶ δεῖ φοβεῖσθαι καὶ καλόν, τὸ δὲ μὴ αἰσχρόν, οἷον ἀδοξίαν· ὁ μὲν γὰρ φοβούμενος ἐπιεικὴς καὶ αἰδήμων, ὁ δὲ μὴ φοβούμενος ἀναίσχυντος. λέγεται δʼ ὑπό τινων ἀνδρεῖος κατὰ μεταφοράν· ἔχει γάρ τι ὅμοιον τῷ ἀνδρείῳ· ἄφοβος γάρ τις καὶ ὁ ἀνδρεῖος. πενίαν δʼ ἴσως οὐ δεῖ φοβεῖσθαι οὐδὲ νόσον, οὐδʼ ὅλως ὅσα μὴ ἀπὸ κακίας μηδὲ διʼ αὑτόν.1 ἀλλʼ οὐδʼ ὁ περὶ ταῦτα ἄφοβος ἀνδρεῖος. λέγομεν δὲ καὶ τοῦτον καθʼ ὁμοιότητα· ἔνιοι γὰρ ἐν τοῖς πολεμικοῖς κινδύνοις δειλοὶ ὄντες ἐλευθέριοί εἰσι καὶ πρὸς χρημάτων ἀποβολὴν εὐθαρσῶς ἔχουσιν. οὐδὲ δὴ εἴ τις ὕβριν περὶ παῖδας καὶ γυναῖκα φοβεῖται ἢ φθόνον ἤ τι τῶν τοιούτων, δειλός ἐστιν· οὐδʼ εἰ θαρρεῖ μέλλων μαστιγοῦσθαι, ἀνδρεῖος. περὶ ποῖα οὖν τῶν φοβερῶν ὁ ἀνδρεῖος; ἢ περὶ τὰ μέγιστα; οὐθεὶς γὰρ ὑπομενετικώτερος τῶν δεινῶν. φοβερώτατον δʼ ὁ θάνατος· πέρας γάρ, καὶ οὐδὲν ἔτι τῷ τεθνεῶτι δοκεῖ οὔτʼ ἀγαθὸν οὔτε κακὸν εἶναι. δόξειε δʼ ἂν οὐδὲ περὶ θάνατον τὸν ἐν παντὶ ὁ ἀνδρεῖος εἶναι, οἷον ἐν θαλάττῃ ἢ νόσοις. ἐν τίσιν οὖν; ἢ ἐν τοῖς καλλίστοις; τοιοῦτοι δὲ οἱ ἐν πολέμῳ· ἐν μεγίστῳ γὰρ καὶ καλλίστῳ κινδύνῳ. ὁμόλογοι δὲ τούτοις εἰσὶ καὶ αἱ τιμαὶ αἱ ἐν ταῖς πόλεσι καὶ παρὰ τοῖς μονάρχοις. κυρίως δὴ λέγοιτʼ ἂν ἀνδρεῖος ὁ περὶ τὸν καλὸν θάνατον ἀδεής, καὶ ὅσα θάνατον ἐπιφέρει ὑπόγυια ὄντα· τοιαῦτα δὲ μάλιστα τὰ κατὰ πόλεμον. οὐ μὴν ἀλλὰ καὶ ἐν θαλάττῃ καὶ ἐν νόσοις ἀδεὴς ὁ ἀνδρεῖος, οὐχ οὕτω δὲ ὡς οἱ θαλάττιοι· οἳ μὲν γὰρ ἀπεγνώκασι τὴν σωτηρίαν καὶ τὸν θάνατον τὸν τοιοῦτον δυσχεραίνουσιν, οἳ δὲ εὐέλπιδές εἰσι παρὰ τὴν ἐμπειρίαν.2 ἅμα δὲ καὶ ἀνδρίζονται ἐν οἷς ἐστὶν ἀλκὴ ἢ καλὸν τὸ ἀποθανεῖν· ἐν ταῖς τοιαύταις δὲ φθοραῖς οὐδέτερον ὑπάρχει.
那么,勇敢是关于恐惧与敢作敢为的中庸,这已经变得很明显了。显而易见,我们所恐惧的是可怕的事物,而简单来说,这些就是恶(坏事)。因而人们也将恐惧定义为“对恶的预期”。的确,我们恐惧所有那些恶,例如无耻之名、贫困、疾病、无友、死亡。但勇敢者似乎并不与所有这些相关。因为有些事确实是应当恐惧的,这样做也是高尚的,而不这样做则是可耻的,例如无耻之名。因为恐惧它的人是体面的、有羞耻心的,而不恐惧它的人则是无耻的。但这种人被一些人隐喻地称为“勇敢”,因为他具有与勇敢者相似之处,因为勇敢者也是某种无所畏惧的人。另一方面,对于贫困和疾病,或者一般来说,那些非因恶德且非因自身而产生的事物,也许不应当恐惧。但对于这些事物无所畏惧的人也不是勇敢者。但我们也只是因其相似性才这样称呼他。因为有些人在战争的危险中虽是懦夫,却慷慨大度,对金钱的损失也泰然处之。再者,如果有人恐惧其妻儿受到侮辱、或受到嫉妒及此类事物,他决非懦夫;而如果他在即将挨鞭笞时毫不畏惧,他也不是勇敢者。那么,在那些可怕的事物中,勇敢者是关涉哪些事物的呢?难道是最大的那些吗?因为没有人比他更能耐受可怕的事物。而最可怕的是死亡;因为它是终结,且对于死去的人来说,似乎不再有任何好事或坏事。但勇敢者似乎并非与任何情况下的死亡都相关,例如在海难中或疾病中的死亡。那么是在哪些情况下呢?难道是在最为高尚的情况下吗?战争中的死亡就是如此;因为那是在最大且最高尚的危险之中。与此一致的是城邦中以及君主们那里所赋予的荣誉。因此,在严格意义上,勇敢者应当是指对高尚的死亡无所畏惧的人,以及对那些迫在眉睫、带来死亡的事物无所畏惧的人;而这些事物主要是战争中的事物。当然,勇敢者在海难中和疾病中也是无所畏惧的,但并不像水手们那样。因为勇敢者已经放弃了得救的希望并对这种(毫无高尚可言的)死亡感到厌恶,而水手们则因其经验而抱有希望。与此同时,人们展示英勇是在有防御能力或死亡是高尚的情况下;但在这种毁灭中,这两者都不存在。
- 1115a15οὐδʼ ὅλως ὅσα μὴ ἀπὸ κακίας μηδὲ διʼ αὑτόν.
由关系代词 ὅσα 引导的名词性从句,在句法上充当前文省略的 οὐ δεῖ φοβεῖσθαι(不应当恐惧)的宾语。短语 μὴ ἀπὸ κακίας μηδὲ διʼ αὑτόν(非因恶德且非因自身而产生)修饰 ὅσα,将贫困、疾病等客观外在的不幸,与源于自身恶德和行为的“无耻之名”形成对比。
- 1115b1οἳ μὲν γὰρ ἀπεγνώκασι τὴν σωτηρίαν καὶ τὸν θάνατον τὸν τοιοῦτον δυσχεραίνουσιν, οἳ δὲ εὐέλπιδές εἰσι παρὰ τὴν ἐμπειρίαν.
关于指示代词 οἳ μὲν 与 οἳ δὲ 的指代关系的句法判断。在上下文语境中,前者(οἳ μὲν)并非指代紧邻的“水手们”,而是指代前句的主语“勇敢者”。因为在像海难这种没有主动防御手段(ἀλκὴ)的情况下,勇敢者放弃了得救的希望,并对这种非高尚的死感到厌恶(δυσχεραίνουσιν);而后者(οἳ δὲ,即水手们)则凭借其职业经验而抱有得救的希望(εὐέλπιδές εἰσι)。
