← 亚里士多德

尼各马可伦理学

§10.8#1

伦理德性的属人幸福与诸神的沉思活动

符合道德德行的幸福是属人的,与由身体和情感构成的合成物相关,因而需要更多的外部供应。与之相对,神的活动是沉思,由此证明完满的幸福也同样是沉思的活动。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10.8#1

δευτέρως δʼ ὁ κατὰ τὴν ἄλλην ἀρετήν·1 αἱ γὰρ κατὰ ταύτην ἐνέργειαι ἀνθρωπικαί. δίκαια γὰρ καὶ ἀνδρεῖα καὶ τὰ ἄλλα τὰ κατὰ τὰς ἀρετὰς πρὸς ἀλλήλους πράττομεν ἐν συναλλάγμασι καὶ χρείαις καὶ πράξεσι παντοίαις ἔν τε τοῖς πάθεσι διατηροῦντες τὸ πρέπον ἑκάστῳ· ταῦτα δʼ εἶναι φαίνεται πάντα ἀνθρωπικά. ἔνια δὲ καὶ συμβαίνειν ἀπὸ τοῦ σώματος δοκεῖ, καὶ πολλὰ συνῳκειῶσθαι τοῖς πάθεσιν ἡ τοῦ ἤθους ἀρετή. συνέζευκται δὲ καὶ ἡ φρόνησις τῇ τοῦ ἤθους ἀρετῇ, καὶ αὕτη τῇ φρονήσει, εἴπερ αἱ μὲν τῆς φρονήσεως ἀρχαὶ κατὰ τὰς ἠθικάς εἰσιν ἀρετάς, τὸ δʼ ὀρθὸν τῶν ἠθικῶν κατὰ τὴν φρόνησιν. συνηρτημέναι δʼ αὗται καὶ τοῖς πάθεσι περὶ τὸ σύνθετον ἂν εἶεν· αἱ δὲ τοῦ συνθέτου ἀρεταὶ ἀνθρωπικαί· καὶ ὁ βίος δὴ ὁ κατὰ ταύτας καὶ ἡ εὐδαιμονία. ἡ δὲ τοῦ νοῦ κεχωρισμένη· τοσοῦτον γὰρ περὶ αὐτῆς εἰρήσθω· διακριβῶσαι γὰρ μεῖζον τοῦ προκειμένου ἐστίν. δόξειε δʼ ἂν καὶ τῆς ἐκτὸς χορηγίας ἐπὶ μικρὸν ἢ ἐπʼ ἔλαττον δεῖσθαι τῆς ἠθικῆς.2 τῶν μὲν γὰρ ἀναγκαίων ἀμφοῖν χρεία καὶ ἐξ ἴσου ἔστω, εἰ καὶ μᾶλλον διαπονεῖ περὶ τὸ σῶμα ὁ πολιτικός, καὶ ὅσα τοιαῦτα· μικρὸν γὰρ ἄν τι διαφέροι· πρὸς δὲ τὰς ἐνεργείας πολὺ διοίσει. τῷ μὲν γὰρ ἐλευθερίῳ δεήσει χρημάτων πρὸς τὸ πράττειν τὰ ἐλευθέρια, καὶ τῷ δικαίῳ δὴ εἰς τὰς ἀνταποδόσεις (αἱ γὰρ βουλήσεις ἄδηλοι, προσποιοῦνται δὲ καὶ οἱ μὴ δίκαιοι βούλεσθαι δικαιοπραγεῖν), τῷ ἀνδρείῳ δὲ δυνάμεως, εἴπερ ἐπιτελεῖ τι τῶν κατὰ τὴν ἀρετήν, καὶ τῷ σώφρονι ἐξουσίας· πῶς γὰρ δῆλος ἔσται ἢ οὗτος ἢ τῶν ἄλλων τις; ἀμφισβητεῖταί τε πότερον κυριώτερον τῆς ἀρετῆς ἡ προαίρεσις ἢ αἱ πράξεις, ὡς ἐν ἀμφοῖν οὔσης·3 τὸ δὴ τέλειον δῆλον ὡς ἐν ἀμφοῖν ἂν εἴη· πρὸς δὲ τὰς πράξεις πολλῶν δεῖται, καὶ ὅσῳ ἂν μείζους ὦσι καὶ καλλίους, πλειόνων. τῷ δὲ θεωροῦντι οὐδενὸς τῶν τοιούτων πρός γε τὴν ἐνέργειαν χρεία, ἀλλʼ ὡς εἰπεῖν καὶ ἐμπόδιά ἐστι πρός γε τὴν θεωρίαν· ᾗ δʼ ἄνθρωπός ἐστι καὶ πλείοσι συζῇ, αἱρεῖται τὰ κατὰ τὴν ἀρετὴν πράττειν· δεήσεται οὖν τῶν τοιούτων πρὸς τὸ ἀνθρωπεύεσθαι. ἡ δὲ τελεία εὐδαιμονία ὅτι θεωρητική τις ἐστὶν ἐνέργεια, καὶ ἐντεῦθεν ἂν φανείη. τοὺς θεοὺς γὰρ μάλιστα ὑπειλήφαμεν μακαρίους καὶ εὐδαίμονας εἶναι· πράξεις δὲ ποίας ἀπονεῖμαι χρεὼν αὐτοῖς; πότερα τὰς δικαίας; ἢ γελοῖοι φανοῦνται συναλλάττοντες καὶ παρακαταθήκας ἀποδιδόντες καὶ ὅσα τοιαῦτα; ἀλλὰ τὰς ἀνδρείους ὑπομένοντας τὰ φοβερὰ καὶ κινδυνεύοντας ὅτι καλόν; ἢ τὰς ἐλευθερίους; τίνι δὲ δώσουσιν; ἄτοπον δʼ εἰ καὶ ἔσται αὐτοῖς νόμισμα ἤ τι τοιοῦτον. αἱ δὲ σώφρονες τί ἂν εἶεν; ἢ φορτικὸς ὁ ἔπαινος, ὅτι οὐκ ἔχουσι φαύλας ἐπιθυμίας; διεξιοῦσι δὲ πάντα φαίνοιτʼ ἂν τὰ περὶ τὰς πράξεις μικρὰ καὶ ἀνάξια θεῶν. ἀλλὰ μὴν ζῆν γε πάντες ὑπειλήφασιν αὐτοὺς καὶ ἐνεργεῖν ἄρα· οὐ γὰρ δὴ καθεύδειν ὥσπερ τὸν Ἐνδυμίωνα.

第二,符合其他德行的生活是幸福的;因为符合这种德行的活动是属人的。实际上,我们在契约、需要以及各种行为中对彼此做出公正和勇敢的行为,以及其他符合德行的行为,并在情感中也维持着适合于每个人的分寸。而这些似乎全部都是属人的。而且,其中有一些似乎甚至产生于身体,且性格的德行在许多方面都与情感紧密相连。思虑也与性格的德行结合在一起,而性格的德行也与思虑结合,如果思虑的原理是符合道德德行的,而道德德行的正确性又是符合思虑的话。而这些德行既然也与情感紧密相连,就应该属于合成物;而合成物的德行是属人的;符合这些德行的生活以及幸福也是如此。然而,符合理智的幸福则是分离的。关于这一点,说这么多就足够了,因为对它进行详尽阐明已经超出了我们目前的任务。它似乎对外部供应的需要,要比道德德行要少一些,或者更少一些。因为对于必需品,两者都需要,且同样需要,即使政治家在身体和类似事情上付出更多劳累;因为这只有微小的差别;但对于活动本身,则会有很大的不同。因为慷慨的人需要钱财来行慷慨,公正的人需要钱财来进行回报(因为意图是不可见的,甚至不公正的人也假装希望行公正),勇敢的人需要力量,如果他要完成任何符合其德行的事情,而节制的人则需要机会;否则,他或任何其他人如何能够显明呢?人们还争论,在德行中是选择还是行为更具主导性,因为德行存在于两者之中;显然,完美的德行应该存在于两者之中;但对于行为而言,需要许多东西,并且行为越伟大、越高尚,需要的东西就越多。然而,对于沉思者来说,至少对于其活动,他不需要任何此类东西,甚至可以说是沉思的阻碍;但只要他是人,并且与更多的人生活在一起,他就选择做符合德行的事;因此,为了过属人的生活,他将需要这些东西。 完满的幸福是某种沉思的活动,从这里也能看出来。因为我们一向认为神是最至福、最幸福的;但应当把什么样的行为归于他们呢?公正的行为吗?如果他们订立契约、归还寄托物以及做所有此类事情,难道不会显得滑稽吗?那么是勇敢的行为,即因为高尚而忍受可怕的事物并冒险吗?或者是慷慨的行为吗?但他们会把财物给谁呢?如果他们也有货币或类似的东西,那将是荒谬的。而节制的行为又会是什么呢?难道因为他们没有卑劣的欲望而赞美他们不是粗俗的吗?如果我们历数所有,关于行为的一切似乎都是渺小且不配于神的。然而,所有人无疑都认为他们活着,因而也就是在活动;因为他们绝不会像恩底弥翁那样一直沉睡。

语法注3 条
  1. 1178a9δευτέρως δʼ ὁ κατὰ τὴν ἄλλην ἀρετήν

    此处省略了主语名词 βίος(生活)和表语 εὐδαίμων(幸福的),需结合前文1178a6(ὁ κατὰ τὸν νοῦν βίος ... εὐδαιμονέστατος)进行补全,意为“第二,符合其他德行的生活是幸福的”。

  2. 1178a25τῆς ἠθικῆς

    比较属格(“比道德[德行]”)。上下文省略的名词可理解为 ἀρετῆς(德行)、其相应的活动(ἐνεργείας)或幸福(εὐδαιμονίας)。

  3. 1178a35ὡς ἐν ἀμφοῖν οὔσης

    带连词 ὡς 的属格绝对结构。分词 οὔσης 的逻辑主语是前文的属格 τῆς ἀρετῆς,用以表达人们通常认为的主观理由:“因为(人们认为)德行存在于这两者(选择与行为)之中”。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(5 处,最近 2026-10-15)
  • 2026-10-15 统一书写 — 摘要 2 处
  • 2026-10-15 统一书写 — 译文 3 处
urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:10.8#1