- 底本
- Aristotle. Aristotelis Ethica Nicomachea. Bywater, Ingram, editor. Oxford: Clarendon Press, 1894.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:10.5#2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-30
快乐处于活动之中,比欲望更属于活动本身,并随着活动在纯净度和种属上的不同而有所差异。人类真正的快乐是在好人看来显现为快乐的事物,即完善了至福之人活动的那种快乐。
ἡ μὲν οὖν τῇ σπουδαίᾳ1 οἰκεία ἐπιεικής, ἡ δὲ τῇ φαύλῃ μοχθηρά· καὶ γὰρ αἱ ἐπιθυμίαι τῶν μὲν καλῶν ἐπαινεταί, τῶν δʼ αἰσχρῶν ψεκταί. οἰκειότεραι δὲ ταῖς ἐνεργείαις αἱ ἐν αὐταῖς ἡδοναὶ τῶν ὀρέξεων·2 αἳ μὲν γὰρ διωρισμέναι εἰσὶ καὶ τοῖς χρόνοις καὶ τῇ φύσει, αἳ δὲ3 σύνεγγυς ταῖς ἐνεργείαις, καὶ ἀδιόριστοι οὕτως ὥστʼ ἔχειν ἀμφισβήτησιν εἰ ταὐτόν ἐστιν ἡ ἐνέργεια τῇ ἡδονῇ. οὐ μὴν ἔοικέ γε ἡ ἡδονὴ διάνοια εἶναι οὐδʼ αἴσθησις (ἄτοπον γάρ), ἀλλὰ διὰ τὸ μὴ χωρίζεσθαι φαίνεταί τισι ταὐτόν. ὥσπερ οὖν αἱ ἐνέργειαι ἕτεραι, καὶ αἱ ἡδοναί. διαφέρει δὲ ἡ ὄψις ἁφῆς καθαρειότητι, καὶ ἀκοὴ καὶ ὄσφρησις γεύσεως· ὁμοίως δὴ διαφέρουσι καὶ αἱ ἡδοναί, καὶ τούτων αἱ περὶ τὴν διάνοιαν, καὶ ἑκάτεραι ἀλλήλων. δοκεῖ δʼ εἶναι ἑκάστῳ ζῴῳ καὶ ἡδονὴ οἰκεία, ὥσπερ καὶ ἔργον· ἡ γὰρ κατὰ τὴν ἐνέργειαν. καὶ ἐφʼ ἑκάστῳ δὲ θεωροῦντι τοῦτʼ ἂν φανείη· ἑτέρα γὰρ ἵππου ἡδονὴ καὶ κυνὸς καὶ ἀνθρώπου, καθάπερ Ἡράκλειτός φησιν ὄνους σύρματʼ ἂν ἑλέσθαι4 μᾶλλον ἢ χρυσόν· ἥδιον γὰρ χρυσοῦ τροφὴ ὄνοις. αἱ μὲν οὖν τῶν ἑτέρων τῷ εἴδει διαφέρουσιν εἴδει, τὰς δὲ τῶν αὐτῶν ἀδιαφόρους εὔλογον εἶναι. διαλλάττουσι δʼ οὐ σμικρὸν ἐπί γε τῶν ἀνθρώπων· τὰ γὰρ αὐτὰ τοὺς μὲν τέρπει τοὺς δὲ λυπεῖ, καὶ τοῖς μὲν λυπηρὰ καὶ μισητά ἐστι τοῖς δὲ ἡδέα καὶ φιλητά. καὶ ἐπὶ γλυκέων δὲ τοῦτο συμβαίνει· οὐ γὰρ τὰ αὐτὰ δοκεῖ τῷ πυρέττοντι καὶ τῷ ὑγιαίνοντι, οὐδὲ θερμὸν εἶναι τῷ ἀσθενεῖ καὶ τῷ εὐεκτικῷ. ὁμοίως δὲ τοῦτο καὶ ἐφʼ ἑτέρων συμβαίνει. δοκεῖ δʼ ἐν ἅπασι τοῖς τοιούτοις εἶναι τὸ φαινόμενον τῷ σπουδαίῳ. εἰ δὲ τοῦτο καλῶς λέγεται, καθάπερ δοκεῖ, καὶ ἔστιν ἑκάστου μέτρον ἡ ἀρετὴ καὶ ἁγαθός, ᾗ τοιοῦτος, καὶ ἡδοναὶ εἶεν ἂν αἱ τούτῳ φαινόμεναι καὶ ἡδέα οἷς οὗτος χαίρει. τὰ δὲ τούτῳ δυσχερῆ εἴ τῳ φαίνεται ἡδέα, οὐδὲν θαυμαστόν· πολλαὶ γὰρ φθοραὶ καὶ λῦμαι ἀνθρώπων γίνονται· ἡδέα δʼ οὐκ ἔστιν, ἀλλὰ τούτοις καὶ οὕτω διακειμένοις. τὰς μὲν οὖν ὁμολογουμένως αἰσχρὰς δῆλον ὡς οὐ φατέον ἡδονὰς εἶναι, πλὴν τοῖς διεφθαρμένοις· τῶν δʼ ἐπιεικῶν εἶναι δοκουσῶν ποίαν ἢ τίνα φατέον τοῦ ἀνθρώπου εἶναι; ἢ ἐκ τῶν ἐνεργειῶν δῆλον; ταύταις γὰρ ἕπονται αἱ ἡδοναί. εἴτʼ οὖν μία ἐστὶν εἴτε πλείους αἱ5 τοῦ τελείου καὶ μακαρίου ἀνδρός, αἱ ταύτας τελειοῦσαι ἡδοναὶ κυρίως λέγοιντʼ ἂν ἀνθρώπου ἡδοναὶ εἶναι, αἱ δὲ λοιπαὶ δευτέρως καὶ πολλοστῶς, ὥσπερ αἱ ἐνέργειαι.
因此,与优秀活动固有的快乐是美好的,而与卑劣活动固有的快乐则是恶劣的;因为对高尚事物的欲望是值得赞美的,而对丑恶事物的欲望是值得谴责的。此外,活动之中的快乐比欲望更属于活动本身;因为前者(欲望)无论在时间上还是在天性上都被区分开来,而后者(快乐)则与活动紧密相连,以至于无法区分,从而引起争论:活动与快乐是否为同一事物。然而,快乐显然不像是理智或感觉(因为这很不合常理),但由于它们无法分离,因而在某些人看来,它们是同一事物。因此,正如活动是不同的,快乐也是不同的。视觉在纯净度上不同于触觉,听觉和嗅觉不同于味觉;同样,快乐也存在差别,其中关于理智的快乐也是如此,且这两类快乐各自内部也彼此不同。而且,似乎每种动物都有其固有的快乐,正如它们有固有的活动一样;因为这就是符合其活动的快乐。如果逐一考察,这一点也会变得显而易见:因为马、狗和人的快乐是互不相同的,正如赫拉克利特所说,驴子宁愿选择草料也不愿选择黄金;因为对驴子来说,食物比黄金更令人愉快。因此,种上不同的生物,其快乐在种上也是不同的;而同种生物的快乐,理所当然是无差别的。然而,至少在人类身上,快乐的差异绝非微不足道:因为同样的事物,会让一些人感到快乐,却让另一些人感到痛苦;对一些人来说是痛苦和可恶的,对另一些人则是愉快和可爱的。同样的情况也发生在甜食上:因为发烧的人和健康的人对同一种甜食的感觉并不相同,病弱的人和强壮的人对同一种东西是否温暖的感受也不一样。在其他事物上也是同样发生。但在所有这些情况下,对优秀的人显现出来的东西,都被认为才是真实存在的。如果正如人们所认为的,这一说法是正确的,即德行和好人(在其作为好人的限度内)是衡量万物的尺度,那么,对好人显现为快乐的那些事物才确实是快乐,而好人所喜爱的事物也才是令人愉快的。因此,如果对好人来说是令人厌恶的事物,在某人看来却是愉快的,这并没有什么可奇怪的;因为人类有许多堕落和毁灭。这些事物并非本身令人愉快,而只是对这些人以及处于这种状态下的人来说才是愉快的。因此,对于公认丑恶的快乐,显而易见,除了对那些已经堕落的人之外,我们不应当承认它们是快乐。而在那些显现为美好的快乐中,应该说哪一种或具体哪一个是人类固有的快乐呢?难道这不是通过活动显而易见的吗?因为快乐是伴随着活动而来的。因此,无论完美和至福之人的活动是一个还是多个,完善了这些活动的快乐,才应当在首要意义上被称为人类的快乐;而其余的快乐,正如那些活动一样,只是在第二位的、极其次要的意义上被称为人类的快乐。
- 1175b28ἡ μὲν οὖν τῇ σπουδαίᾳ
冠词 ἡ 后面省略了阴性名词 ἡδονή(快乐),与格形容词 τῇ σπουδαίᾳ 后面省略了 ἐνεργείᾳ(活动)。其后的 ἡ δὲ τῇ φαύλῃ 也具有相同的省略结构。整句应理解为“与优秀活动固有的快乐……,而与卑劣活动固有的快乐……”。
- 1175b31τῶν ὀρέξεων
比较级形容词 οἰκειότεραι(更固有的)所要求的比较属格。此处对比了快乐(αἱ ἡδοναί)与欲望(αἱ ὀρέξεις),表示“(比起欲望,快乐)更属于活动本身”。
- 1175b31αἳ μὲν γὰρ ... αἳ δὲ
带有 μὲν ... δέ 的关系代词作指示代词使用的古雅用法。其中 αἳ μὲν 指代前句的 τῶν ὀρέξεων(欲望),而 αἳ δὲ 指代 αἱ ἐν αὐταῖς ἡδοναί(活动之中的快乐)。
- 1176a6ὄνους σύρματʼ ἂν ἑλέσθαι
由动词 φησίν(说)引导的带对格的不定式结构(间接引语)。不定式 ἑλέσθαι 与质词 ἂν 连用,在直接引语中对应于潜在希求法(ἂν ἕλοιτο)或反事实直说法,传达了“驴子(比起黄金)宁愿选择草料”的假设性或潜在选择的语气。
- 1176a26εἴτʼ οὖν μία ἐστὶν εἴτε πλείους αἱ
在复数阴性冠词 αἱ 之后,根据上文语境(ἐκ τῶν ἐνεργειῶν)省略了 ἐνέργειαι(活动)。整句意思是“无论完美和至福之人的(活动)是一个还是多个”。
