- 底本
- Aristotle. Aristotelis Ethica Nicomachea. Bywater, Ingram, editor. Oxford: Clarendon Press, 1894.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:10.4#2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-30
本节探讨了快乐如何作为一种附带产生的目的来完善感觉和思考等活动,解释了由于人类的疲倦导致活动无法持续、因而快乐也无法持久的原因,并指出了生命与快乐之间不可分割的联系。
αἰσθήσεως δὲ πάσης πρὸς τὸ αἰσθητὸν ἐνεργούσης, τελείως δὲ τῆς εὖ διακειμένης πρὸς τὸ κάλλιστον τῶν ὑπὸ τὴν αἴσθησιν (τοιοῦτον γὰρ μάλιστʼ εἶναι δοκεῖ ἡ τελεία ἐνέργεια· αὐτὴν δὲ λέγειν ἐνεργεῖν, ἢ ἐν ᾧ ἐστί,1 μηθὲν διαφερέτω), καθʼ ἑκάστην δὴ βελτίστη ἐστὶν ἡ ἐνέργεια τοῦ ἄριστα διακειμένου πρὸς τὸ κράτιστον τῶν ὑπʼ αὐτήν. αὕτη δʼ ἂν τελειοτάτη εἴη καὶ ἡδίστη. κατὰ πᾶσαν γὰρ αἴσθησίν ἐστιν ἡδονή, ὁμοίως δὲ καὶ διάνοιαν καὶ θεωρίαν, ἡδίστη δʼ ἡ τελειοτάτη, τελειοτάτη δʼ ἡ τοῦ εὖ ἔχοντος πρὸς τὸ σπουδαιότατον τῶν ὑπʼ αὐτήν· τελειοῖ δὲ τὴν ἐνέργειαν ἡ ἡδονή. οὐ τὸν αὐτὸν δὲ τρόπον ἥ τε ἡδονὴ τελειοῖ καὶ τὸ αἰσθητόν τε καὶ ἡ αἴσθησις, σπουδαῖα ὄντα, ὥσπερ οὐδʼ ἡ ὑγίεια καὶ ὁ ἰατρὸς ὁμοίως αἰτία ἐστὶ τοῦ ὑγιαίνειν. καθʼ ἑκάστην δʼ αἴσθησιν ὅτι γίνεται ἡδονή, δῆλον (φαμὲν γὰρ ὁράματα καὶ ἀκούσματα εἶναι ἡδέα)· δῆλον δὲ καὶ ὅτι μάλιστα, ἐπειδὰν ἥ τε αἴσθησις ᾖ κρατίστη καὶ πρὸς τοιοῦτον ἐνεργῇ· τοιούτων δʼ ὄντων τοῦ τε αἰσθητοῦ καὶ τοῦ αἰσθανομένου, ἀεὶ ἔσται ἡδονὴ ὑπάρχοντός γε τοῦ τε ποιήσοντος καὶ τοῦ πεισομένου. τελειοῖ δὲ τὴν ἐνέργειαν ἡ ἡδονὴ οὐχ ὡς ἡ ἕξις ἐνυπάρχουσα, ἀλλʼ ὡς ἐπιγινόμενόν τι τέλος, οἷον τοῖς ἀκμαίοις ἡ ὥρα.2 ἕως ἂν οὖν τό τε νοητὸν ἢ αἰσθητὸν ᾖ οἷον δεῖ καὶ τὸ κρῖνον ἢ θεωροῦν, ἔσται ἐν τῇ ἐνεργείᾳ ἡ ἡδονή· ὁμοίων γὰρ ὄντων καὶ πρὸς ἄλληλα τὸν αὐτὸν τρόπον ἐχόντων τοῦ τε παθητικοῦ καὶ τοῦ ποιητικοῦ ταὐτὸ πέφυκε γίνεσθαι. πῶς οὖν οὐδεὶς συνεχῶς ἥδεται; ἢ κάμνει; πάντα γὰρ τὰ ἀνθρώπεια ἀδυνατεῖ συνεχῶς ἐνεργεῖν. οὐ γίνεται οὖν οὐδʼ ἡδονή· ἕπεται γὰρ τῇ ἐνεργείᾳ. ἔνια δὲ τέρπει καινὰ ὄντα, ὕστερον δὲ οὐχ ὁμοίως διὰ ταὐτό· τὸ μὲν γὰρ πρῶτον παρακέκληται ἡ διάνοια καὶ διατεταμένως3 περὶ αὐτὰ ἐνεργεῖ, ὥσπερ κατὰ τὴν ὄψιν οἱ ἐμβλέποντες, μετέπειτα δʼ οὐ τοιαύτη ἡ ἐνέργεια ἀλλὰ παρημελημένη· διὸ καὶ ἡ ἡδονὴ ἀμαυροῦται. ὀρέγεσθαι δὲ τῆς ἡδονῆς οἰηθείη τις ἂν ἅπαντας, ὅτι καὶ τοῦ ζῆν ἅπαντες ἐφίενται· ἡ δὲ ζωὴ ἐνέργειά τις ἐστί, καὶ ἕκαστος περὶ ταῦτα καὶ τούτοις ἐνεργεῖ ἃ καὶ μάλιστʼ ἀγαπᾷ, οἷον ὁ μὲν μουσικὸς τῇ ἀκοῇ περὶ τὰ μέλη, ὁ δὲ φιλομαθὴς τῇ διανοίᾳ περὶ τὰ θεωρήματα, οὕτω δὲ καὶ τῶν λοιπῶν ἕκαστος· ἡ δʼ ἡδονὴ τελειοῖ τὰς ἐνεργείας, καὶ τὸ ζῆν δή, οὗ ὀρέγονται. εὐλόγως οὖν καὶ τῆς ἡδονῆς ἐφίενται· τελειοῖ γὰρ ἑκάστῳ τὸ ζῆν, αἱρετὸν ὄν. πότερον δὲ διὰ τὴν ἡδονὴν τὸ ζῆν αἱρούμεθα ἢ διὰ τὸ ζῆν τὴν ἡδονήν, ἀφείσθω ἐν τῷ παρόντι. συνεζεῦχθαι μὲν γὰρ ταῦτα φαίνεται καὶ χωρισμὸν οὐ δέχεσθαι· ἄνευ τε γὰρ ἐνεργείας οὐ γίνεται ἡδονή, πᾶσάν τε ἐνέργειαν τελειοῖ ἡ ἡδονή.
虽然一切感觉都针对其感觉对象在活动,而处于良好状态的感觉针对其属下最美的事物在活动时,则是完全地活动(因为完全的活动似乎最是这样的;至于说是感觉自身在活动,还是感觉所驻留的东西在活动,我们且当作毫无区别),那么,在每种感觉中,处于最好状态的感官针对其属下最优秀的对象所进行的活动,就是最好的活动。而这也就是最完全、最令人快乐的活动。因为对应于每种感觉都有快乐,同样对应于思考和沉思也是如此,而最完全的活动也是最令人快乐的,最完全的活动则是处于良好状态的主体针对其属下最优秀的对象所进行的活动;而快乐则完善这一活动。但是,快乐去完善活动的方式,并不等同于感觉对象和感觉(在它们是优秀的时候)去完善活动的方式,正如健康和医生不是以同样的方式成为健康的原因一样。显而易见,对应于每种感觉都会产生快乐(因为我们说看到的事物和听到的事物是令人愉悦的);同样显而易见的是,当感觉处于最强状态且针对这样的对象进行活动时,快乐最容易产生;当感觉对象和感觉主体都是这样的时候,只要施动者和受动者都在场,就总是会有快乐。快乐完善活动,并非作为一种内在的品质,而是作为一种附带产生的目的,就像正值盛年的人伴随着青春美貌一样。因此,只要理智对象或感觉对象处于应有的状态,且进行判断或沉思的主体也处于应有的状态,活动中就会有快乐;因为当受动者和施动者彼此相似且以同样的方式相互关联时,自然会产生同样的结果。那么,为什么没有人能持续不断地感到快乐呢?是因为疲倦吗?因为所有属于人类的事物都无法持续不断地活动。因此,快乐也不会持续不断地产生;因为它是伴随着活动的。有些事物在新鲜时能让我们感到愉悦,但后来却不再以同样的方式令我们愉悦,也是因为同样的原因。因为起初我们的思想被唤起,并对这些事物进行高度专注的活动,就像人们用视觉注视某物一样;但此后活动不再是这样的,而是变得懈怠了;因此快乐也就暗淡了。人们或许会认为所有人都在追求快乐,是因为所有人也都向往生命;而生命是某种活动,每个人都针对并使用自己最喜爱的事物来进行活动——例如音乐家用听觉针对旋律进行活动,求知者用思想针对沉思的理论进行活动,其他每个人也是如此。而快乐则完善这些活动,因而也完善了他们所追求的生命。因此,他们同样向往快乐是合乎情理的;因为快乐为每个人完善了生命,而生命是值得选择的。至于我们是因为快乐而选择生命,还是因为生命而选择快乐,目前且置之不理。因为这两者似乎是结合在一起的,并且不容分离;因为没有活动就不会产生快乐,而快乐又完善了一切活动。
- 1174b15αὐτὴν δὲ λέγειν ἐνεργεῖν, ἢ ἐν ᾧ ἐστί
无论我们说是感觉自身(αὐτήν)在活动(ἐνεργεῖν),还是感觉所驻留的东西(ἐν ᾧ ἐστί,即感觉器官或主体,此处省略了ἐνεργεῖν)在活动,这都没有区别。此句是不定式的主语对格结构。
- 1174b30οἷον τοῖς ἀκμαίοις ἡ ὥρα
“正值盛年(τοῖς ἀκμαίοις)的人所伴随的青春美貌(ἡ ὥρα)”的比喻。此处将快乐完善活动的方式(不作为其内在要素,而是作为其达到巅峰时附带产生的目的)比作健康身体在盛年时自然产生的健美与活力。
- 1175a5διατεταμένως
副词 διατεταμένως 意为“紧绷地、热切地、集中地”,源于动词 διατείνω(拉伸、使紧张)的完了被动分词。此处形容思想在面对新事物时,处于高度专注且毫不松懈的活动状态,类似于凝视之眼的紧张感。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(3 处,最近 2026-10-15)
- 2026-10-15 统一书写 — 译文 3 处
