← 亚里士多德

尼各马可伦理学

§1.7#1

基于完满性与自足性界定幸福为最高善

通过目的的概念探讨最高的可行之善,将幸福规定为最高善(终极目的),因为它是因其自身而非作为手段被追求的完美之善,且其自身作为自足之善使生活完整而无所欠缺。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.7#1

πάλιν δʼ ἐπανέλθωμεν ἐπὶ τὸ ζητούμενον ἀγαθόν, τί ποτʼ ἂν εἴη.1 φαίνεται μὲν γὰρ ἄλλο ἐν ἄλλῃ πράξει καὶ τέχνῃ· ἄλλο γὰρ ἐν ἰατρικῇ καὶ στρατηγικῇ καὶ ταῖς λοιπαῖς ὁμοίως. τί οὖν ἑκάστης τἀγαθόν; ἢ οὗ χάριν τὰ λοιπὰ πράττεται; τοῦτο δʼ ἐν ἰατρικῇ μὲν ὑγίεια, ἐν στρατηγικῇ δὲ νίκη, ἐν οἰκοδομικῇ δʼ οἰκία, ἐν ἄλλῳ δʼ ἄλλο, ἐν ἁπάσῃ δὲ πράξει καὶ προαιρέσει τὸ τέλος· τούτου γὰρ ἕνεκα τὰ λοιπὰ πράττουσι πάντες. ὥστʼ εἴ τι τῶν πρακτῶν ἁπάντων ἐστὶ τέλος, τοῦτʼ ἂν εἴη τὸ πρακτὸν ἀγαθόν, εἰ δὲ πλείω, ταῦτα. μεταβαίνων δὴ ὁ λόγος εἰς ταὐτὸν ἀφῖκται· τοῦτο δʼ ἔτι μᾶλλον διασαφῆσαι πειρατέον. ἐπεὶ δὲ πλείω φαίνεται τὰ τέλη, τούτων δʼ αἱρούμεθά τινα διʼ ἕτερον, οἷον πλοῦτον αὐλοὺς καὶ ὅλως τὰ ὄργανα, δῆλον ὡς οὐκ ἔστι πάντα τέλεια· τὸ δʼ ἄριστον τέλειόν τι φαίνεται. ὥστʼ εἰ μέν ἐστιν ἕν τι μόνον τέλειον, τοῦτʼ ἂν εἴη τὸ ζητούμενον, εἰ δὲ πλείω, τὸ τελειότατον2 τούτων. τελειότερον δὲ λέγομεν τὸ καθʼ αὑτὸ διωκτὸν τοῦ διʼ ἕτερον καὶ τὸ μηδέποτε διʼ ἄλλο αἱρετὸν τῶν καὶ καθʼ αὑτὰ καὶ διʼ αὐτὸ αἱρετῶν, καὶ ἁπλῶς δὴ τέλειον τὸ καθʼ αὑτὸ αἱρετὸν ἀεὶ καὶ μηδέποτε διʼ ἄλλο. τοιοῦτον δʼ ἡ εὐδαιμονία μάλιστʼ εἶναι δοκεῖ· ταύτην γὰρ αἱρούμεθα ἀεὶ διʼ αὐτὴν καὶ οὐδέποτε διʼ ἄλλο, τιμὴν δὲ καὶ ἡδονὴν καὶ νοῦν καὶ πᾶσαν ἀρετὴν αἱρούμεθα μὲν καὶ διʼ αὐτά (μηθενὸς γὰρ ἀποβαίνοντος ἑλοίμεθʼ ἂν ἕκαστον αὐτῶν), αἱρούμεθα δὲ καὶ τῆς εὐδαιμονίας χάριν, διὰ τούτων ὑπολαμβάνοντες εὐδαιμονήσειν. τὴν δʼ εὐδαιμονίαν οὐδεὶς αἱρεῖται τούτων χάριν, οὐδʼ ὅλως διʼ ἄλλο. φαίνεται δὲ καὶ ἐκ τῆς αὐταρκείας τὸ αὐτὸ συμβαίνειν· τὸ γὰρ τέλειον ἀγαθὸν αὔταρκες εἶναι δοκεῖ. τὸ δʼ αὔταρκες λέγομεν οὐκ αὐτῷ μόνῳ, τῷ ζῶντι βίον μονώτην, ἀλλὰ καὶ γονεῦσι καὶ τέκνοις καὶ γυναικὶ καὶ ὅλως τοῖς φίλοις καὶ πολίταις, ἐπειδὴ φύσει πολιτικὸν ὁ ἄνθρωπος. τούτων δὲ ληπτέος ὅρος τις· ἐπεκτείνοντι γὰρ ἐπὶ τοὺς γονεῖς καὶ τοὺς ἀπογόνους καὶ τῶν φίλων τοὺς φίλους εἰς ἄπειρον πρόεισιν. ἀλλὰ τοῦτο μὲν εἰσαῦθις ἐπισκεπτέον· τὸ δʼ αὔταρκες τίθεμεν ὃ μονούμενον αἱρετὸν ποιεῖ τὸν βίον καὶ μηδενὸς ἐνδεᾶ· τοιοῦτον δὲ τὴν εὐδαιμονίαν οἰόμεθα εἶναι· ἔτι δὲ πάντων αἱρετωτάτην μὴ συναριθμουμένην3—συναριθμουμένην δὲ δῆλον ὡς αἱρετωτέραν μετὰ τοῦ ἐλαχίστου τῶν ἀγαθῶν· ὑπεροχὴ γὰρ ἀγαθῶν γίνεται τὸ προστιθέμενον, ἀγαθῶν δὲ τὸ μεῖζον αἱρετώτερον ἀεί. τέλειον δή τι φαίνεται καὶ αὔταρκες ἡ εὐδαιμονία, τῶν πρακτῶν οὖσα τέλος.

让我们再次回到所寻找的善,看它究竟是什么。因为它在不同的行为和技术中显得各不相同:在医术中是一样,在将领术中是另一样,在其余的技术中也是如此。那么,每种技术的善是什么呢?难道不就是为了它而做其余一切事情的那种东西吗?这在医术中是健康,在将领术中是胜利,在建筑术中是房屋,在其他技术中是其他东西,而在一切行为和选择中则是“目的”;因为所有人都是为了这个目的而做其余一切事情的。因此,如果所有可行之事存在着某个单一的目的,那么这就是可行之善;如果有多个目的,那么就是这些目的。这样,论证通过转变到达了同一个地方;但我们必须努力把这一点阐明得更加清楚。既然目的显然不止一个,而我们选择其中一些是为了别的东西(例如财富、双管箫以及一般的工具),那么显然并非所有的目的都是完美的;而最善的目的显然是某种完美的东西。因此,如果只有一个完美的目的,那么这就是我们所寻找的东西;如果有多个,那就是其中最完美的那一个。我们说,因其自身而被追求的东西,比为了别的东西而被追求的东西更完美;那些绝非为了别的东西而被选择的东西,比那些既因自身也因它而被选择的东西更完美;而绝对完美的,则是指那些始终因其自身、且绝非为了别的东西而被选择的东西。而幸福似乎最具有这种性质;因为我们始终因它自身而选择它,而绝非为了别的东西。至于荣誉、快乐、理智以及一切德性,我们固然也因它们自身而选择它们(因为即使没有产生其他结果,我们也会选择它们中的每一个),但我们也是为了幸福而选择它们,因为我们认为通过这些可以使我们得到幸福。但对于幸福,谁也不是为了这些东西而选择它,一般而言,也绝非为了任何其他事物。同样的结果似乎也从自足性中得出;因为完美的善被认为是自足的。我们所说的自足,不仅是指对他自己一人,对过着孤独生活的人,而且也包括对父母、子女、妻子以及一般的朋友和公民,因为人天生是政治动物。但对这些必须设定某种界限;因为如果把范围扩大到父母、子孙以及朋友的朋友,就会延伸到无限。但这件事必须留到以后再做考察;而我们把自足定义为:仅凭它自身就能使生活值得选择且无所欠缺的东西;而我们认为幸福就是这样的东西。此外,在不与其他事物合算的情况下,它是最值得选择的——因为如果合算的话,显然,即便加上最小的善,它也会变得更值得选择;因为被添加的部分变成了善的超额,而在善事物中,较大的一个总是更值得选择的。显然,幸福是某种完美且自足的东西,是可行之事的目的。

语法注3 条
  1. 1097a15τί ποτʼ ἂν εἴη

    带有语气助词 ἄν 的现在希求式(εἰμί 的单数第三人称),表示潜在可能性(“它究竟可能是什么”)。该结构引导一个间接疑问从句,隶属于主句的劝诱语气虚拟式 ἐπανέλθωμεν。

  2. 1097a30τελειότατον

    形容词 τέλειος(“完美的”、“完备的”或“终极的”)的最高级。亚里士多德在紧接其后的文段中将“更完美”(τελειότερον)的判定标准定义为“因其自身而被追求且不作为其他事物的手段”,表明此处并非指单纯质上的“完美无瑕”,而是指作为目的的“自我完备性(终极性)”程度。

  3. 1097b15μὴ συναριθμουμένην

    由表示条件的否定词 μή 与现在分词(中被动语态阴性单数宾格,与 εὐδαιμονίαν 一致)结合而成,表示假设或限制性条件,意为“在不与(其他善事物)合算的前提下”。这一限制具有至关重要的哲学意义:如果幸福可以与其他具体的善事物在同等层面上相加,那么加上哪怕极小的善,其总和也会变得更值得选择,这就将与幸福作为自足之最高善的定义产生矛盾。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:1.7#1