- 底本
- Aristotle. Aristotelis Ethica Nicomachea. Bywater, Ingram, editor. Oxford: Clarendon Press, 1894.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:1.4-1.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-27
作者将幸福定义为通过行为可达到的最高善,对比了大众的观点与理型论,并强调学习需要从“事实”这一起点出发。接着,他分析了不同的生活方式,指出了快乐、荣誉和德性的局限性。
λέγωμεν δʼ ἀναλαβόντες, ἐπειδὴ πᾶσα γνῶσις καὶ προαίρεσις ἀγαθοῦ τινὸς ὀρέγεται, τί ἐστὶν οὗ λέγομεν τὴν πολιτικὴν ἐφίεσθαι1 καὶ τί τὸ πάντων ἀκρότατον τῶν πρακτῶν ἀγαθῶν. ὀνόματι μὲν οὖν σχεδὸν ὑπὸ τῶν πλείστων ὁμολογεῖται· τὴν γὰρ εὐδαιμονίαν καὶ οἱ πολλοὶ καὶ οἱ χαρίεντες λέγουσιν, τὸ δʼ εὖ ζῆν καὶ τὸ εὖ πράττειν ταὐτὸν ὑπολαμβάνουσι τῷ εὐδαιμονεῖν· περὶ δὲ τῆς εὐδαιμονίας, τί ἐστιν, ἀμφισβητοῦσι καὶ οὐχ ὁμοίως οἱ πολλοὶ τοῖς σοφοῖς ἀποδιδόασιν. οἳ μὲν γὰρ τῶν ἐναργῶν τι καὶ φανερῶν, οἷον ἡδονὴν ἢ πλοῦτον ἢ τιμήν, ἄλλοι δʼ ἄλλο—πολλάκις δὲ καὶ ὁ αὐτὸς ἕτερον· νοσήσας μὲν γὰρ ὑγίειαν, πενόμενος δὲ πλοῦτον· συνειδότες δʼ ἑαυτοῖς ἄγνοιαν τοὺς μέγα τι καὶ ὑπὲρ αὐτοὺς λέγοντας θαυμάζουσιν. ἔνιοι δʼ ᾤοντο παρὰ τὰ πολλὰ ταῦτα ἀγαθὰ ἄλλο τι καθʼ αὑτὸ εἶναι, ὃ καὶ τούτοις πᾶσιν αἴτιόν ἐστι τοῦ εἶναι ἀγαθά. ἁπάσας μὲν οὖν ἐξετάζειν τὰς δόξας ματαιότερον ἴσως ἐστίν, ἱκανὸν δὲ τὰς μάλιστα ἐπιπολαζούσας ἢ δοκούσας ἔχειν τινὰ λόγον. μὴ λανθανέτω δʼ ἡμᾶς ὅτι διαφέρουσιν οἱ ἀπὸ τῶν ἀρχῶν λόγοι καὶ οἱ ἐπὶ τὰς ἀρχάς. εὖ γὰρ καὶ ὁ Πλάτων ἠπόρει τοῦτο καὶ ἐζήτει, πότερον ἀπὸ τῶν ἀρχῶν ἢ ἐπὶ τὰς ἀρχάς ἐστιν ἡ ὁδός, ὥσπερ ἐν τῷ σταδίῳ ἀπὸ τῶν ἀθλοθετῶν ἐπὶ τὸ πέρας ἢ ἀνάπαλιν. ἀρκτέον μὲν γὰρ ἀπὸ τῶν γνωρίμων, ταῦτα δὲ διττῶς· τὰ μὲν γὰρ ἡμῖν τὰ δʼ ἁπλῶς.2 ἴσως οὖν ἡμῖν γε ἀρκτέον ἀπὸ τῶν ἡμῖν γνωρίμων. διὸ δεῖ τοῖς ἔθεσιν ἦχθαι καλῶς τὸν περὶ καλῶν καὶ δικαίων καὶ ὅλως τῶν πολιτικῶν ἀκουσόμενον ἱκανῶς. ἀρχὴ γὰρ τὸ ὅτι,3 καὶ εἰ τοῦτο φαίνοιτο ἀρκούντως, οὐδὲν προσδεήσει τοῦ διότι· ὁ δὲ τοιοῦτος ἔχει ἢ λάβοι ἂν ἀρχὰς ῥᾳδίως. ᾧ δὲ μηδέτερον ὑπάρχει τούτων, ἀκουσάτω τῶν Ἡσιόδου· "οὗτος μὲν πανάριστος ὃς αὐτὸς πάντα νοήσῃ, ἐσθλὸς δʼ αὖ κἀκεῖνος ὃς εὖ εἰπόντι πίθηται. ὃς δέ κε μήτʼ αὐτὸς νοέῃ μήτʼ ἄλλου ἀκούων ἐν θυμῷ βάλληται, ὃ δʼ αὖτʼ ἀχρήιος ἀνήρ."
让我们重新开始讨论。既然一切知识和选择都追求某种善,那么我们就来谈谈,我们所说的政治学所指向的究竟是什么,以及在一切通过行为可达到的善之中,最高的是什么。就其名称而言,几乎大多数人都达成了共识:因为普通大众和高尚的贤士都称之为幸福,并认为“生活得好”和“做得到”就等同于“幸福”。但关于幸福究竟是什么,他们存在争议,大众的解释与智者的解释并不相同。因为有些人认为幸福是某种显而易见、看得见摸得着的东西,比如快乐、财富或荣誉,而另一些人则认为是别的东西——而且往往同一个人在不同的情况下也会改变看法:生病时他认为是健康,贫穷时则是财富。而那些自知无知的人,则崇拜那些说着宏大且超出他们理解力的话的人。不过,也有人认为,在这些众多的善之外,还存在着另一个因其自身而存在的善,它也是使所有这些事物成为善的原因。然而,去检验所有的意见或许是件徒劳的事,只要检验那些最流行或似乎具有某种合理性的意见就足够了。但我们不应忽视:从原理出发的论证与走向原理的论证是有区别的。普拉东也曾恰当地提出这个疑问并探求:道路究竟是从原理出发,还是走向原理,就像在运动场上,是从裁判员出发走向终点,还是反过来。因为,起点必须是从我们所熟知的事物开始,而熟知的事物有两种含义:对我们而言熟知的事物,以及在无条件意义上熟知的事物。因此,也许我们至少应该从对我们而言熟知的事物出发。所以,一个想要充分听取关于高尚与正义、以及总的来说关于政治学内容的人,必须在习惯上受到良好的熏陶。因为起点就是“事实”,如果这一点已经足够显明,就完全不需要“原因”。这样的人要么已经拥有原理,要么能轻易获得它们。至于这两者都不具备的人,就听听赫西俄德的话吧: "那凡事能自己理解的人是最优秀的; 那能听从贤者之言的人也是好的; 但那既不能自己理解,听了别人的话 又不放在心上的人,则是个无用之人。"
ἡμεῖς δὲ λέγωμεν ὅθεν παρεξέβημεν. τὸ γὰρ ἀγαθὸν καὶ τὴν εὐδαιμονίαν οὐκ ἀλόγως ἐοίκασιν ἐκ τῶν βίων ὑπολαμβάνειν οἱ μὲν πολλοὶ καὶ φορτικώτατοι τὴν ἡδονήν· διὸ καὶ τὸν βίον ἀγαπῶσι τὸν ἀπολαυστικόν. τρεῖς γάρ εἰσι μάλιστα οἱ προύχοντες, ὅ τε νῦν εἰρημένος καὶ ὁ πολιτικὸς καὶ τρίτος ὁ θεωρητικός. οἱ μὲν οὖν πολλοὶ παντελῶς ἀνδραποδώδεις φαίνονται βοσκημάτων βίον προαιρούμενοι, τυγχάνουσι δὲ λόγου4 διὰ τὸ πολλοὺς τῶν ἐν ταῖς ἐξουσίαις ὁμοιοπαθεῖν Σαρδαναπάλλῳ. οἱ δὲ χαρίεντες καὶ πρακτικοὶ τιμήν· τοῦ γὰρ πολιτικοῦ βίου σχεδὸν τοῦτο τέλος. φαίνεται δʼ ἐπιπολαιότερον εἶναι τοῦ ζητουμένου· δοκεῖ γὰρ ἐν τοῖς τιμῶσι μᾶλλον εἶναι ἢ ἐν τῷ τιμωμένῳ, τἀγαθὸν δὲ οἰκεῖόν τι καὶ δυσαφαίρετον εἶναι μαντευόμεθα. ἔτι δʼ ἐοίκασι τὴν τιμὴν διώκειν ἵνα πιστεύσωσιν ἑαυτοὺς ἀγαθοὺς εἶναι· ζητοῦσι γοῦν ὑπὸ τῶν φρονίμων τιμᾶσθαι, καὶ παρʼ οἷς γινώσκονται, καὶ ἐπʼ ἀρετῇ· δῆλον οὖν ὅτι κατά γε τούτους ἡ ἀρετὴ κρείττων. τάχα δὲ καὶ μᾶλλον ἄν τις τέλος τοῦ πολιτικοῦ βίου ταύτην ὑπολάβοι. φαίνεται δὲ ἀτελεστέρα καὶ αὕτη· δοκεῖ γὰρ ἐνδέχεσθαι καὶ καθεύδειν ἔχοντα τὴν ἀρετὴν ἢ ἀπρακτεῖν διὰ βίου,5 καὶ πρὸς τούτοις κακοπαθεῖν καὶ ἀτυχεῖν τὰ μέγιστα· τὸν δʼ οὕτω ζῶντα οὐδεὶς ἂν εὐδαιμονίσειεν, εἰ μὴ θέσιν διαφυλάττων. καὶ περὶ μὲν τούτων ἅλις· ἱκανῶς γὰρ καὶ ἐν τοῖς ἐγκυκλίοις εἴρηται περὶ αὐτῶν. τρίτος δʼ ἐστὶν ὁ θεωρητικός, ὑπὲρ οὗ τὴν ἐπίσκεψιν ἐν τοῖς ἑπομένοις ποιησόμεθα. ὁ δὲ χρηματιστὴς βίαιός τις ἐστίν, καὶ ὁ πλοῦτος δῆλον ὅτι οὐ τὸ ζητούμενον ἀγαθόν· χρήσιμον γὰρ καὶ ἄλλου χάριν. διὸ μᾶλλον τὰ πρότερον λεχθέντα τέλη τις ἂν ὑπολάβοι· διʼ αὑτὰ γὰρ ἀγαπᾶται. φαίνεται δʼ οὐδʼ ἐκεῖνα· καίτοι πολλοὶ λόγοι πρὸς αὐτὰ καταβέβληνται. ταῦτα μὲν οὖν ἀφείσθω.
现在,让我们回到刚才偏离的话题。因为人们似乎并不荒谬地,从他们的生活方式中去理解善和幸福。普通大众和最粗俗的人把幸福理解为快乐,因此他们热爱享乐的生活。因为最主要的代表性生活方式有三种:刚才提到的享乐生活、政治生活,以及第三种沉思生活。大众在选择家畜般的生活这一点上,显得完全具有奴隶本性,但由于许多掌权者都与萨尔达那帕洛斯有着相同的激情,他们的意见也因此得以被考虑。而那些高尚且积极活动的人则把幸福等同于荣誉,因为这几乎就是政治生活的目的。但这似乎比我们所寻求的要浅显一些;因为荣誉似乎更多地存在于给予荣誉的人身上,而不是接受荣誉的人身上,而我们直觉地认为,善是某种属于个人自身的、不易被剥夺的东西。此外,人们追求荣誉似乎是为了确信自己是善的;至少,他们寻求被聪明人、在认识他们的人中间并基于德性来授予荣誉。因此显而易见,至少对他们而言,德性是更好的。也许有人会把德性视为政治生活的目的。但即使是德性,似乎也有些不完满;因为人们似乎有可能在睡梦中、或一生碌碌无为的情况下拥有德性,甚至还会遭受极大的苦难和不幸。除非是为了死守自家的学说,否则没有人会把这样生活的人称为幸福。关于这些就谈到这里,因为在通俗著作中已经对它们进行了充分的讨论。第三种生活是沉思的生活,关于它,我们将在接下来的内容中进行考察。而营利的生活是一种被迫的生活,财富显然不是我们所寻求的善,因为它仅仅是有用的,且是为了他物。因此,人们或许更应该把前面提到的那些目的(快乐、荣誉、德性)视为目的,因为它们因其自身而被喜爱。但即使是那些,似乎也并非目的;尽管有许多论证已经被提出来支持它们。那么,这些事情就先搁置一旁吧。
- 1095a15–16τί ἐστὶν οὗ λέγομεν τὴν πολιτικὴν ἐφίεσθαι
关系代名词 οὗ 由于动词 ἐφίεσθαι 要求属格支配,因而由宾格 ὅ 被吸引为属格。其先行词(大概是 ἐκείνου)被省略。
- 1095b2τὰ μὲν γὰρ ἡμῖν τὰ δʼ ἁπλῶς
省略了形容词 γνώριμα。这区分了“对我们而言所熟知的事”(经验上的具体事实)与“无条件地(在本性上)所熟知的事”(普遍的原理)。
- 1095b6ἀρχὴ γὰρ τὸ ὅτι
冠词化的 τὸ ὅ提 和 τοῦ διότι 分别代表“……的事实(fact)”和“……的原因(reason)”。这里强调掌握事实先于解释原因。
- 1095b22τυγχάνουσι δὲ λόγου
动词 τυγχάνουσι 支配属格 λόγου,意为“获得讨论的机会”或“值得一虑”。
- 1095b31–2δοκεῖ γὰρ ἐνδέχεσθαι καὶ καθεύδειν ἔχοντα τὴν ἀρετὴν ἢ ἀπρακτεῖν διὰ βίου
动词不定式 ἐνδέχεσθαι 作为非人称用法表示“有可能”。分词 ἔχοντα 采用宾格,是因为它与不定式 καθεύδειν 和 ἀπρακτεῖν 那个被省略的、表示泛指的宾格主语 τινά(某人)保持一致。
翻译:Gemini 3.5 Flash(2026-05-23 发布)・修订记录(2 处,最近 2026-10-15)
- 2026-10-15 统一书写 — 译文 2 处
