- 底本
- Aristotle. Aristotelis Opera, Volume 1. Bekker, Immanuel, editor (Academia Regia Borussica). Berlin: Reimer, 1831. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0086.tlg008.humanitext-grc1:1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-27
作者探讨了是否相信梦境预言的困境,并将梦归纳为原因、征兆和偶合三种。作者解释了睡眠中微小的身体变化如何放大并成为疾病的征兆,以及梦境如何成为日后行为的原因,同时指出关于远方事件的梦仅仅是偶合。
ΠΕΡΙ ΕΝΥΠΝΙΩΝ ΚΑΙ ΤΗΣ ΚΑΘ’ ΥΠΝΟΝ ΜΑΝΤΙΚΗΣ. Περὶ δὲ τῆς μαντικῆς τῆς ἐν τοῖς ὕπνοις γινομένης καὶ λεγομένης συμβαίνειν ἀπὸ τῶν ἐνυπνίων, οὔτε καταφρονῆσαι ῥᾴδιον οὔτε πεισθῆναι.1 τὸ μὲν γὰρ πάντας ἢ πολλοὺς ὑπολαμβάνειν ἔχειν τι σημειῶδες τὰ ἐνύπνια παρέχεται πίστιν ὡς ἐξ ἐμπειρίας λεγόμενον, καὶ τὸ περὶ ἐνίων εἶναι τὴν μαντικὴν ἐν τοῖς ἐνυπνίοις οὐκ ἄπιστον· ἔχει γάρ τινα λόγον, διὸ καὶ περὶ τῶν ἄλλων ἐνυπνίων ὁμοίως ἄν τις οἰηθείη. τὸ δὲ μηδεμίαν αἰτίαν εὔλογον ὁρᾶν, καθ’ ἣν ἂν γίνοιτο, τοῦτο διαπιστεῖν ποιεῖ· τό τε γὰρ θεὸν εἶναι τὸν πέμποντα, πρὸς τῇ ἄλλῃ ἀλογίᾳ, καὶ τὸ μὴ τοῖς βελτίστοις καὶ φρονιμωτάτοις ἀλλὰ τοῖς τυχοῦσι πέμπειν ἄτοπον. ἀφαιρεθείσης δὲ τῆς ἀπὸ τοῦ θεοῦ αἰτίας οὐδεμία τῶν ἄλλων εὔλογος εἶναι φαίνεται αἰτία· τὸ γὰρ περὶ τῶν ἐφ’ Ἡρακλείαις στήλαις ἢ τῶν ἐν Βορυσθένει προορᾶν τινάς,2 ὑπὲρ τὴν ἡμετέραν εἶναι δόξειεν ἂν σύνεσιν εὑρεῖν τούτων τὴν ἀρχήν. ἀνάγκη δ’ οὖν τὰ ἐνύπνια ἢ αἴτια εἶναι ἢ σημεῖα τῶν γιγνομένων ἢ συμπτώματα, ἢ πάντα ἢ ἔνια τούτων ἢ ἓν μόνον. λέγω δ’ αἴτιον μὲν οἷον τὴν σελήνην τοῦ ἐκλείπειν τὸν ἥλιον καὶ τὸν κόπον τοῦ πυρετοῦ, σημεῖον δὲ τῆς ἐκλείψεως τὸ τὸν ἀστέρα εἰσελθεῖν, τὴν δὲ τραχύτητα τῆς γλώττης τοῦ πυρέττειν, σύμπτωμα δὲ τὸ βαδίζοντος ἐκλείπειν τὸν ἥλιον· οὔτε γὰρ σημεῖον τοῦ ἐκλείπειν τοῦτ' ἐστὶν οὔτ' αἴτιον, οὔθ' ἡ ἔκλειψις τοῦ βαδίζειν. διὸ τῶν συμπτωμάτων οὐδὲν οὔτ' ἀεὶ γίνεται οὔθ' ὡς ἐπὶ τὸ πολύ. ἆρ' οὖν ἐστὶ τῶν ἐνυπνίων τὰ μὲν αἴτια, τὰ δὲ σημεῖα, οἷον τῶν περὶ τὸ σῶμα συμβαινόντων; λέγουσι γοῦν καὶ τῶν ἰατρῶν οἱ χαρίεντες ὅτι δεῖ σφόδρα προσέχειν τοῖς ἐνυπνίοις· εὔλογον δ' οὕτως ὑπολαβεῖν καὶ τοῖς μὴ τεχνίταις μέν, σκοπουμένοις δέ τι καὶ φιλοσοφοῦσιν. αἱ γὰρ μεθ' ἡμέραν γινόμεναι κινήσεις, ἂν μὴ σφόδρα μεγάλαι ὦσι καὶ ἰσχυραί, λανθάνουσι παρὰ μείζους τὰς ἐγρηγορικὰς κινήσεις. ἐν δὲ τῷ καθεύδειν τοὐναντίον· καὶ γὰρ αἱ μικραὶ μεγάλαι δοκοῦσιν εἶναι. δῆλον δ' ἐπὶ τῶν συμβαινόντων κατὰ τοὺς ὕπνους πολλάκις· οἴονται γὰρ κεραυνοῦσθαι καὶ βροντᾶσθαι μικρῶν ἤχων ἐν τοῖς ὠσὶ γινομένων, καὶ μέλιτος καὶ γλυκέων χυμῶν ἀπολαύειν ἀκαριαίου φλέγματος καταρρέοντος, καὶ βαδίζειν διὰ πυρὸς καὶ θερμαίνεσθαι σφόδρα μικρᾶς θερμασίας περί τινα μέρη γιγνομένης. ἐπεγειρομένοις δὲ ταῦτα φανερὰ τοῦτον ἔχοντα τὸν τρόπον. ὥστ' ἐπεὶ μικραὶ πάντων αἱ ἀρχαί, δῆλον ὅτι καὶ τῶν νόσων καὶ τῶν ἄλλων παθημάτων τῶν ἐν τοῖς σώμασι μελλόντων γίνεσθαι. φανερὸν οὖν ὅτι ταῦτα ἀναγκαῖον ἐν τοῖς ὕπνοις εἶναι καταφανῆ μᾶλλον ἢ ἐν τῷ ἐγρηγορέναι. ἀλλὰ μὴν καὶ ἔνιά γε τῶν καθ' ὕπνον φαντασμάτων αἴτια εἶναι τῶν οἰκείων ἑκάστῳ πράξεων οὐκ ἄλογον· ὥσπερ γὰρ μέλλοντες πράττειν καὶ ἐν ταῖς πράξεσιν ὄντες ἢ πεπραχότες πολλάκις εὐθυονειρίᾳ3 τούτοις σύνεσμεν καὶ πράττομεν (αἴτιον δ' ὅτι προωδοποιημένη τυγχάνει ἡ κίνησις ἀπὸ τῶν μεθ' ἡμέραν ἀρχῶν), οὕτω πάλιν ἀναγκαῖον καὶ τὰς καθ' ὕπνον κινήσεις πολλάκις ἀρχὴν εἶναι τῶν μεθ' ἡμέραν πράξεων διὰ τὸ προωδοποιῆσθαι πάλιν καὶ τούτων τὴν διάνοιαν ἐν τοῖς φαντάσμασι τοῖς νυκτερινοῖς. οὕτω μὲν οὖν ἐνδέχεται τῶν ἐνυπνίων ἔνια καὶ σημεῖα καὶ αἴτια εἶναι. τὰ δὲ πολλὰ συμπτώμασιν ἔοικε, μάλιστα δὲ τά τε ὑπερβατὰ4 πάντα καὶ ὧν μὴ ἐν αὐτοῖς ἡ ἀρχὴ ἀλλὰ περὶ ναυμαχίας καὶ τῶν πόρρω συμβαινόντων ἐστίν· περὶ γὰρ τούτων τὸν αὐτὸν τρόπον ἔχειν εἰκὸς οἷον ὅταν μεμνημένῳ τινὶ περί τινος τύχῃ τοῦτο γινόμενον· τί γὰρ κωλύει καὶ ἐν τοῖς ὕπνοις οὕτως; μᾶλλον δ’ εἰκὸς πολλὰ τοιαῦτα συμβαίνειν. ὥσπερ οὖν οὐδὲ τὸ μνησθῆναι περὶ τοῦδε σημεῖον οὐδ’ αἴτιον τοῦ παραγενέσθαι αὐτόν, οὕτως οὐδ’ ἐκεῖ τοῦ ἀποβῆναι τὸ ἐνύπνιον τῷ ἰδόντι οὔτε σημεῖον οὔτ’ αἴτιον, ἀλλὰ σύμπτωμα. διὸ καὶ πολλὰ τῶν ἐνυπνίων οὐκ ἀποβαίνει· τὰ γὰρ συμπτώματα οὔτ’ ἀεὶ οὔθ’ ὡς ἐπὶ τὸ πολὺ γίνεται.
关于梦与睡眠中的预言关于在睡眠中产生、并被认为是由梦引起的预言,既不能轻易否定,也不能轻易相信。因为所有人或许多人都认为梦具有某种预示作用,这因源于经验而令人信服;并且,在某些梦中存在预言并非不可信,因为这有一定的道理,所以人们对其他梦可能也会有同样的看法。但是,找不到它如何发生的任何合理解释,又令人产生怀疑。因为,除了其他不合理性之外,若说神是梦的发送者,却不送给最优秀和最聪明的人,而送给普通人,这是荒谬的。如果排除了来自神的原因,其他任何原因似乎都不合理。因为要找出某些人事先预见赫拉克勒斯之柱或博留斯泰内斯河畔发生的事的原委,似乎超出了我们的理解力。因此,梦要么是发生之事的起因,要么是征兆,要么是偶合,或者全部是、或者是其中几种,或者仅是其中之一。我所说的“起因”,例如月亮是日食的起因,疲劳是发热的起因;“征兆”,例如星辰显现是日食的征兆,舌头粗糙是发热的征兆;“偶合”,例如人在散步时发生日食。因为散步既不是日食的征兆也不是起因,日食也不是散步的起因。因此,在偶合事件中,没有什么是经常发生或在大多数情况下发生的。那么,梦是否也像身体上发生的事情那样,有些是起因,有些是征兆呢?事实上,医生中高明的人也说必须极其注意梦境;对于那些虽非专业人员但进行观察和研究哲学的人来说,这样认为也是合理的。因为白天发生的运动,除非非常巨大和强烈,否则就会在清醒时更大的运动下被忽略。而在睡眠中则相反,因为即使是微小的运动也显得巨大。这从睡眠中经常发生的事情就可以明显看出:当耳中产生微小的声音时,他们以为有雷电轰鸣;当极少量的粘液流下时,他们以为尝到了蜂蜜和甜美的汁液;当身体某处产生微弱的热量时,他们以为自己正穿过火焰并感到极热。而当他们醒来时,这些事情显然是以这种方式呈现的。因此,既然所有事情的开端都是微小的,那么显然,在身体中将要发生的疾病和其他病症的开端也是如此。所以,显而易见,这些在睡眠中比在清醒时更易于显现是必然的。此外,睡眠中的某些意象是每个人相应行为的起因,这并非不合理。因为正如我们准备行动、正在行动或已经行动过时,常常在清晰的梦中与这些行动在一起并实施它们(其原因在于白天的开端所引起的运动偶然已经铺平了道路),同样,睡眠中的运动也必然常常是白天行动的开端,因为心智在夜间的意象中也同样为这些行动铺平了道路。因此,梦中的某些事物确实可能是征兆和起因。但大多数梦更像是偶合,尤其是所有那些超乎常轨的梦,以及那些起因不在梦者自身而关乎海战和远方发生之事的梦。因为关于这些事,情况很可能就像某人恰好想起某事,而此事正好发生一样。在睡眠中,又有什么能阻止这种情况同样发生呢?相反,发生许多此类事情是更可能的。因此,正如想起某人既不是他到来的征兆也不是起因一样,在那种情况下,梦境的实现对于梦者来说既不是征兆也不是起因,而是偶合。正因为如此,许多梦并不会实现。因为偶合事件既不会总是发生,也不会在大多数情况下发生。
- 462b12οὔτε καταφρονῆσαι ῥᾴδιον οὔτε πεισθῆναι
不定式 καταφρονῆσαι 和 πεισθῆναι 挂接于无人称形容词 ῥᾴδιον。其逻辑主语为泛指(“人们去轻视或相信是不容易的”),提出了既不易轻视也不易相信的中立且审慎的判断。
- 462b15τὸ γὰρ περὶ τῶν ἐφ’ Ἡρακλείαις στήλαις... προορᾶν τινάς
由冠词 τό 引导的冠词不定式结构。代格 τινάς 作不定式 προορᾶν 的逻辑主语,整个不定式短语作主语,受主句可能语气动词 δόξειεν ἄν 控制,强调了对预见远方事件进行合理解释的困难性。
- 463a25εὐθυονειρίᾳ
阴性名词 εὐθυονειρία(直梦、清晰直接的梦)的单数与格。作为方式或手段与格,表明梦境没有被歪曲而是直接呈现事实的状态。
- 463b1ὑπερβατά
形容词 ὑπερβατός(越界的、超常的)的中性复数形式。此处并非指修辞学上的“倒装”,而是作为形容词指代“超出”日常因果关系边界的梦,即非同寻常或超自然的现象。
