← 亚里士多德

雅典政制

§57-58

王者执政官与军事执政官的祭祀及司法职责

本段描述了王役执政官的宗教与司法职权(包括主持各种祭典、处理不敬罪及祭司争议、分派与审理各类谋杀诉讼),以及军事执政官在祭祀、战死者葬礼竞技和涉及在留外邦人诉讼方面的职责。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§57

​LVII. καὶ ὁ [μὲν ἄρχων ἐπιμελεῖτ]αι τούτ[ων· ὁ] δὲ βασιλεὺς πρῶτον μὲν μυστηρίων ἐπιμελεῖτ[αι μετὰ τῶν ἐπιμελητῶν ὧ]ν ὁ δῆμ[ος χ]ειροτονεῖ, δύο μὲν ἐξ Ἀθηναίων ἁπάντων, ἕνα δ᾿ [ἐξ Εὐμολπιδῶν, ἕνα] δ᾿ ἐκ Κηρ[ύκω]ν. ἔπειτα Διονυσίων τῶν ἐπὶ Ληναίῳ· ταῦτα δέ ἐστι [πομπή τε καὶ ἀγών. τ]ὴν μὲν οὖν πο[μπ]ὴν κοινῇ πέμ|πουσιν ὅ τε βασιλεὺς καὶ οἱ ἐπιμεληταί, τὸν δὲ ἀγῶνα διατίθησιν ὁ βασιλεύς. τίθησι δὲ καὶ τοὺς τῶν λαμπάδων ἀγῶνας ἅπαντας· ὡς δ᾿ ἔπος εἰπεῖν καὶ τὰς πατρίους θυσίας διοικεῖ οὗτος πάσας. γραφαὶ δὲ λαγχάνονται πρὸς αὐτὸν ἀσεβείας, κἄν τις ἱερωσύνης ἀμφισβητῇ πρός τινα. διαδικάζει δὲ καὶ τοῖς γένεσι καὶ τοῖς ἱερεῦσι τὰς ἀμφισβητήσεις τὰς ὑπὲρ τῶν ἱερῶν ἁπάσας οὗτος. λαγχάνονται δὲ καὶ αἱ τοῦ φόνου δίκαι πᾶσαι πρὸς τοῦτον, καὶ ὁ προαγορεύων εἴργεσθαι τῶν νομίμων οὗτός ἐστιν. εἰσὶ δὲ φόν[ου] δίκαι καὶ τραύματος, ἂν μὲν ἐκ προνοίας ἀποκτείνῃ ἢ τρώσῃ, ἐν Ἀρείῳ πάγῳ, καὶ φαρμάκων, ἐὰν ἀποκτείνῃ δούς, καὶ πυρκαιᾶς· ταῦτα γὰρ ἡ βουλὴ μόνα δικάζει· τῶν δ᾿ ἀκουσίων καὶ βουλεύσεως1 κἂν οἰκέτην ἀποκτείνῃ τις ἢ μέτοικον ἢ ξένον, οἱ ἐπὶ Παλλαδίῳ· ἐὰν δ᾿ ἀποκτεῖναι μέν τις ὁμολογῇ, φῇ δὲ κατὰ τοὺς νόμους, οἷον μοιχὸν λαβὼν ἢ ἐν πολέμῳ ἀγνοήσας ἢ ἐν ἄθλῳ ἀγωνιζόμενος, τούτ[ῳ] ἐπὶ Δελφινίῳ δικάζουσιν· ἐὰν δὲ φεύγων φυγὴν ὧν αἴδεσίς ἐστιν2 αἰτίαν ἔχῃ ἀποκτεῖναι ἢ τρῶσαί τινα, τούτῳ δ᾿ ἐν Φρεάτου δικάζουσιν· ὁ δ᾿ ἀπολογεῖται προσορμισάμενος ἐν πλοίῳ· δικάζουσι δ᾿ οἱ λαχόντες ταῦ[τ᾿ ἐφέται] πλὴν τῶν ἐν Ἀρείῳ πάγῳ γιγνομένων, εἰσάγει δ᾿ ὁ βασιλεύς, καὶ δικάζο[υ]σιν ἐν ἱερ[ῷ] καὶ ὑπαίθριοι, καὶ ὁ βασιλεὺς ὅταν δικάζῃ περιαιρεῖται τὸν στέφανον. ὁ δὲ τὴν αἰτίαν ἔχων τὸν μὲν ἄλλον χρόνον εἴργεται τῶν ἱερῶν καὶ οὐδ᾿ εἰς τὴν ἀγορὰν ν[όμος] ἐμβαλεῖν αὐτῷ· τότε δ᾿ εἰς τὸ ἱερὸν εἰσελθὼν ἀπολογεῖται. ὅταν δὲ μὴ εἰδῇ τὸν ποιήσαντα, τῷ δράσαντι λαγχάνει. δικάζει δ᾿ ὁ βασιλεὺς καὶ οἱ φυλοβασιλεῖς καὶ τὰς τῶν ἀψύχων καὶ τῶν ἄλλων ζῴων.

​LVII. 至于[执政官则管理这些事务;而]王役执政官首先与民众举手表决选出的监督员——两人来自全体雅典人,一人来自埃乌摩尔皮代氏族,一人来自凯鲁克斯氏族——共同管理神秘祭典。其次,管理勒奈翁的迪奥尼索斯节;这包括游行和竞技。因此,游行由王役执政官和监督员们共同举行,而竞技则由王役执政官组织。他还举办所有的火炬竞跑;可以说,所有祖传的祭祀都由他管理。关于不敬罪的公诉均向他提起,以及若有人与他人就祭司职位发生争议。他还为各氏族和祭司们裁决有关圣事的一切争议。所有谋杀诉讼也向他提起,而宣告[被告]被排除于习俗权利之外的也是他。谋杀和伤人诉讼如下:若是预谋杀人或伤人,则在阿雷奥帕古斯山审理,毒杀(给毒药致死者)和纵火案亦然;因为仅有议会审理这些案件。至于过失杀人、谋划,以及杀害家奴、驻外邦人或外国人的案件,则由帕拉迪翁法庭的审判官们审理。如果有人承认杀人,但声称是依法行事——例如抓获通奸者、在战争中误杀或在竞技会中比赛——则在德尔菲尼翁法庭审理;如果因允许和解的谋杀而被流放者被指控杀害或伤害某人,则在弗雷阿托法庭审理,被告在停泊于近岸的船上进行辩护。除在阿雷奥帕古斯山进行的审判外,由抽签选出的裁决官们审理这些案件;王役执政官呈交案件,他们在圣域内的露天场所审理,王役执政官在审理时摘下王冠。被告在其余时间被排除于圣域之外,法律甚至不允许他踏入广场;但届时他可以进入圣域进行辩护。当不知道作案人是谁时,他便对作案者提起诉讼。王役执政官和部落王们还审理涉及无生命物体和其他动物的诉讼。

§58

​LVIII. ὁ δὲ πολέμαρχος θύει μὲν θυσίας τήν τε τῇ Ἀρτέμιδι τῇ ἀγροτέρᾳ καὶ τῷ Ἐνυαλίῳ, διατίθησι δ᾿ ἀγῶνα τὸν ἐπιτάφιον [καὶ] τοῖς τετελευτηκόσιν ἐν τῷ πολέμῳ καὶ Ἁρμοδίῳ καὶ Ἀριστογείτονι ἐναγίσματα ποιεῖ. δίκαι δὲ λαγχάνονται πρὸς αὐτὸν ἴδιαι μόνον, αἵ τε τοῖς μετοίκοις καὶ τοῖς ἰσοτελέσι καὶ τοῖς προξένοις γιγνόμεναι. καὶ δεῖ τοῦτον λαβόντα καὶ διανείμαντα δέκα μέρη τὸ λαχὸν ἑκάστῃ τῇ φυλῇ μέρος προσθεῖναι,3 τοὺς δὲ τὴν φυλὴν δικάζοντας τοῖς διαιτηταῖς ἀποδοῦναι. αὐτὸς δ᾿ εἰσάγει δίκας τάς τε τοῦ ἀπο[σ]τασίου καὶ ἀπροστασ[ί]ου καὶ κλήρων καὶ ἐπικλήρων τοῖς μετοίκοις, καὶ τἆλλ᾿ ὅσα τοῖς πολίταις ὁ ἄρχων, ταῦτα τοῖς μετοίκοις ὁ πολέμαρχος.

​LVIII. 军事执政官则向田野阿耳忒弥斯和埃纽阿利奥斯献祭,举办为在战争中阵亡者举行的葬礼竞技,并为哈尔摩狄奥斯和阿里士托基顿举行祭悼。向他提起的仅限私诉,即涉及驻外邦人、等税者和客卿的诉讼。他接管这些诉讼后分成十份,把抽签决定的部分分配给各个部落,而负责部落审判的人则将其移交给仲裁人。他亲自呈交关于脱离保护人及无保护人的诉讼,以及涉及驻外邦人的遗产和女继承人的诉讼;总之,执政官对公民所做的一切,军事执政官对驻外邦人亦照此办理。

语法注3 条
  1. 57.2τῶν δ᾿ ἀκουσίων καὶ βουλεύσεως

    属格短语“τῶν δ᾿ ἀκουσίων καὶ βουλεύσεως”(关于过失杀人及谋划的诉讼)省略了前文的名词 δίκαι(诉讼),或作为隐含动词 δικάζουσιν 的罪名属格。该短语与前文“在阿雷奥帕古斯山”相对应,表明由“帕拉迪翁法庭的审判官们(οἱ ἐπὶ Παλλαδίῳ)”审理的案件范围。

  2. 57.3ὧν αἴδεσίς ἐστιν

    关系代词属格 ὧν 指代先前犯下的杀人罪,构成关系从句“允许和解(aidesis,指受害者家属的宽恕/和解)的案件”。该句规定了弗雷阿托特殊法庭的管辖条件,即适用于因可和解的谋杀而被流放、尚有依法返回希望者又被指控犯有新的杀人或伤人罪的情形。

  3. 58.2καὶ δεῖ τοῦτον λαβόντα καὶ διανείμαντα δέκα μέρη τὸ λαχὸν ἑκάστῃ τῇ φυλῇ μέρος προσθεῖναι

    分词“λαβόντα”(接管)与“διανείμαντα”(分为十份)修饰不定式主语“τοῦτον”(军事执政官),并修饰主动词“προσθεῖναι”(分配),中性短语“τὸ λαχὸν μέρος”(抽签决定的部分)作“προσθεῖναι”的宾语。该句清晰地表述了处理涉及驻外邦人的私诉时,将案件按抽签分发至十个部落的程序步骤。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(22 处,最近 2026-10-11)
  • 中于 2026-10-11 由 Gemini 3.5 Flash 重新翻译
  • 2026-10-11 与底本核对 — 原文 17 处
  • 2026-09-22 AI校阅 — 原文 3 处
  • 2026-09-21 AI校阅 — 原文 2 处
urn:cts:greekLit:tlg0086.tlg003.humanitext-grc1:57-58