← 亚里士多德

雅典政制

§52

十一人官与诉讼引进官的职责

概述了十一人官(监管监狱、执行死刑与移送法庭)的职责,以及引诉官和收款官负责处理的一月内审结诉讼(月限裁判)的管辖范围。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§52

​LII. καθ[ισ]τᾶσι δὲ καὶ τοὺς ἕνδεκα κλήρῳ τοὺς ἐπιμελησομένους1 τῶν ἐν τῷ δεσμωτηρ[ί]ῳ, καὶ τοὺς ἀπαγομένους κλέπτας καὶ τοὺς ἀνδραποδιστὰς καὶ τοὺς λωποδύτας, ἂν μὲν [ὁμολογῶ]σι, θανάτῳ ζημιώσοντας, ἂν δ᾿ ἀμφισβητῶσιν, εἰσάξοντας εἰς τὸ δι[κ]αστήριον, κἂν μὲν ἀποφύγωσιν, ἀφήσοντας, εἰ δὲ μή, τότε θανατώσοντας, καὶ τὰ ἀπογραφόμενα χωρία καὶ οἰκίας εἰσάξοντας εἰς τὸ δικαστήριον, καὶ τὰ δόξαντα δ[η]μόσια εἶναι παραδώσοντας τοῖς πωληταῖς, καὶ τὰς ἐνδείξεις εἰσάξοντας· καὶ γὰρ ταύτας εἰσάγουσιν οἱ ἕνδεκα. εἰσάγουσι δὲ τῶν ἐνδείξεών τινας καὶ οἱ θεσμοθέται. κληροῦσι δὲ καὶ εἰσαγωγέας ε̅ ἄνδρας, οἳ τὰς ἐμμήνους εἰσάγουσι δίκας, δυοῖν φυλαῖν ἕκαστος. εἰσὶ δ᾿ ἔμμηνοι προικός, ἐάν τις ὀφείλων μὴ ἀποδῷ, κἄν τις ἐπὶ δραχμῇ2 δανεισάμενος ἀποστερῇ, κἄν τις ἐν ἀγορᾷ βουλόμενος ἐργάζεσθαι δανείσηται παρά τινος ἀφορμήν· ἔτι δ᾿ αἰκείας καὶ ἐρανικαὶ καὶ κοινωνικαὶ καὶ ἀνδραπόδων καὶ ὑποζυγίων καὶ τριηραρχικαὶ καὶ τραπεζιτικαί. οὗτοι μὲν οὖν ταύτας δικάζουσιν ἐμμήνους εἰσάγ[ον]τες, οἱ δ᾿ ἀποδέκται τοῖς τελώναις καὶ κατὰ τῶν τελωνῶν, τὰ μὲν μέχρι δέκα δραχμῶν ὄντες κύρι[οι],3 τὰ δ᾿ ἄλλ᾿ εἰς τὸ δικαστήριον εἰσάγοντες ἔμμηνα.

​LII. 他们还通过抽签任命十一人官,负责监管监狱中的人;对于被逮捕送来的小偷、绑架人口者以及剥衣贼,若供认不讳,则处以死刑;若提出异议,则移送法庭,若获无罪释放则予以放行,否则当时即处以死刑;他们还负责将查封的田地和房屋移送法庭,并将判定为公有的财产移交给售产官,并移送告发案件——因为十一人官也移送此类告发,不过立法官也移送其中一部分告发。 他们还抽签选出五名引诉官,每人负责两个氏族部落,负责移送月限诉讼。月限诉讼包括关于嫁妆的(若有人欠款不还)、关于以一德拉克马利息借款而意图抵赖的、以及关于欲在市场经营而向他人借入资本的;此外还有关于殴打、社团互助借款、合股经营、奴隶、役畜、三列桨战舰舰长义务以及银行交易的诉讼。因此,他们通过在一个月内移送这些案件来进行审理;而收款官对于涉及或针对包税人的案件,在十德拉克马以内拥有裁决权,超过此数额的则作为月限诉讼移送法庭。

语法注3 条
  1. 52.1τοὺς ἐπιμελησομένους

    接在动词 καθιστᾶσι 的宾语 τοὺς ἕνδεκα 之后的将来时分词,表示任命官职的目的或职能(“负责监管……的人”)。

  2. 52.2ἐπὶ δραχμῇ

    介词 ἐπί 加上与格,表示利率条件。指按每明纳每月一德拉克马(年利率12%)的标准利率借款。

  3. 52.3ὄντες κύριοι

    分词 ὄντες 修饰主语 οἱ δ᾿ ἀποδέκται,以形容词 κύριοι(拥有裁决权)作表语,说明其对十德拉克马以下案件的即决裁量权。

翻译:Gemini 3.5 Flash(2026-10-11 发布)・修订记录(7 处,最近 2026-10-12)
  • 2026-10-12 AI校阅 — 译文 1 处
  • 2026-10-12 与底本核对 — 原文 1 处
  • 2026-10-11 与底本核对 — 原文 4 处
  • 2026-09-21 AI校阅 — 原文 1 处
urn:cts:greekLit:tlg0086.tlg003.humanitext-grc1:52