- 底本
- Aristotle. Aristotelis Res Publica Atheniensium. Kenyon, Frederic, editor. Berlin: Reimer, 1903.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0086.tlg003.humanitext-grc1:23-25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-03
记述了波斯战争后阿雷奥帕古斯议会重新掌权,雅典在里斯提德和泰米斯托克利领导下确立海上霸权并建立公民供养制度,以及随后埃菲阿尔特斯与泰米斯托克利联手剥夺阿雷奥帕古斯议会权力、埃菲阿尔特斯最终遇刺的经过。
XXIII. τότε μὲν οὖν μέχρι τούτου προῆλθεν ἡ πόλις ἅμα τῇ δημοκρατίᾳ κατὰ μικρὸν αὐξανομένῃ· μετὰ δὲ τὰ Μηδικὰ πάλιν ἴσχυσεν ἡ ἐν Ἀρείῳ πάγῳ βουλὴ καὶ διῴκει τὴν πόλιν, οὐδενὶ δόγματι λαβοῦσα τὴν ἡγεμονίαν ἀλλὰ διὰ τὸ γενέσθαι τῆς περὶ Σαλαμῖνα ναυμαχίας αἰτία.1 τῶν γὰρ στρατηγῶν ἐξαπορησάντων2 τοῖς πράγμασι καὶ κηρυξάντων σῴ[ζ]ειν ἕκαστον ἑαυτόν, πορίσασα δραχμὰς ἑκάστῳ ὀκτὼ διέδωκε καὶ ἐνεβίβασεν εἰς τὰς ναῦς. διὰ ταύτην δὴ τὴν αἰτίαν παρεχώρουν αὐτῆς τῷ ἀξιώματι, καὶ ἐπολιτεύθησαν Ἀθηναῖοι καλῶς [καὶ] κατὰ τούτους τοὺς καιρούς. συνέβη γὰρ αὐτοῖς περὶ τὸν χρόνον τοῦτον τά τε εἰς τὸν πόλεμον ἀσκῆσαι καὶ παρὰ τοῖς Ἕλλησιν εὐδοκιμῆσαι καὶ τὴν τῆς θαλάττης ἡγεμονίαν λαβεῖν ἀκόντων Λακεδαιμονίων. ἦσαν δὲ προστάται τοῦ δήμου κατὰ τούτους τοὺς καιροὺς Ἀριστείδης ὁ Λυσιμάχου καὶ Θεμιστοκλῆς ὁ Νεοκλέους, ὁ μὲν τὰ πολέμια δοκῶν <ἀσκεῖν>, ὁ δὲ τὰ πολιτικὰ δεινὸς εἶναι καὶ δικαιοσύνῃ τῶν καθ᾿ ἑαυτὸν διαφέρειν· διὸ καὶ ἐχρῶντο τῷ μὲν στρατηγῷ, τῷ δὲ συμβούλῳ. τὴν μὲν οὖν τῶν τειχῶν ἀνοικοδόμησιν κοινῇ διῴκησαν, καίπερ διαφερόμενοι πρὸς ἀλλήλους, ἐπὶ δὲ τὴν ἀπόστασιν τὴν τῶν Ἰώνων ἀπὸ τῆς τῶν Λακεδαιμονίων συμμαχίας Ἀριστείδης ἦν ὁ προτρέψας, τηρήσας τοὺς Λάκωνας διαβεβλημένους διὰ Παυσανίαν. διὸ καὶ τοὺς φόρους οὗτος ἦν ὁ τάξας ταῖς πόλεσιν τοὺς πρώτους ἔτει τρίτῳ μετὰ τὴν ἐν Σαλαμῖνι ναυμαχίαν ἐπὶ Τιμοσθένους ἄρχοντος, καὶ τοὺς ὅρκους ὤμοσεν τοῖς Ἴωσ[ιν] | ὥστε τὸν αὐτὸν ἐχθρὸν εἶναι καὶ φίλον, ἐφ᾿ οἷς καὶ τοὺς μύδρους ἐν τῷ πελάγει καθεῖσαν.
XXIII. 在这之前,城邦随着民主政治的发展而逐渐成长。但在波斯战争之后,阿雷奥帕古斯议会重新掌握了权力并治理城邦,这并非通过任何法案获得领导权,而是因为它成为了萨拉米斯海战得以进行的原因。因为当时将军们面对局势一筹莫展,并宣告让每个人各自逃生,而该议会筹集了每人八个德拉克马并分发下去,使他们得以登上战船。正是因为这个原因,人们服从了它的威信,雅典人在这一时期也得到了良好的治理。因为在这个时期,他们不仅在战争事务上得到了锻炼,还在希腊人中赢得了极高的声誉,并且在拉刻代蒙人违背意愿的情况下夺取了海上霸权。这一时期的民众领袖是里西马科斯之子里斯提德和内奥克勒斯之子泰米斯托克利,后者被认为专注于军事,而前者精于政治事务,并在同代人中以公正著称;因此,他们用后者作为将军,而用前者作为顾问。虽然他们彼此不和,但仍共同完成了城墙的重建工作。然而,关于促使伊奥尼亚人脱离拉刻代蒙人的同盟,则是里斯提德推动的,他抓住了拉刻代蒙人因保萨尼阿斯而声名狼藉的机会。因此,也是他在萨拉米斯海战后的第三年,即蒂莫斯提尼担任执政官期间,首次规定了各城邦的贡赋额。他还向伊奥尼亚人宣誓,使双方拥有“共同的敌人和朋友”,为了确认这一点,他们还将铁块沉入大海中。
XXIV. μετὰ δὲ ταῦτα θαρρούσης ἤδη τῆς πόλεως καὶ χρημάτων ἠθροισμένων πολλῶν, συνεβούλευεν ἀντιλαμβάνεσθαι τῆς ἡγεμονίας καὶ καταβάντας ἐκ τῶν ἀγρῶν οἰκεῖν ἐν τῷ ἄστει· τροφὴν γὰρ ἔσεσθαι πᾶσι, τοῖς μὲν στρατευομένοις, τοῖς δὲ φρουροῦσι, τοῖς δὲ τὰ κοινὰ πράττουσι, εἶθ᾿ οὕτω κατασχήσειν τὴν ἡγεμονίαν. πεισθέντες δὲ ταῦτα καὶ λαβόντες τὴν ἀρχὴν τοῖς τε συμμάχοις δεσποτικωτέρως ἐχρῶντο πλὴν Χίων καὶ Λεσβίων καὶ Σαμίων· τούτους δὲ φύλακας εἶχον τῆς ἀρχῆς, ἐῶντες τάς τε πολιτείας παρ᾿ αὐτοῖς καὶ ἄρχειν ὧν ἔτυχον ἄρχοντες. κατέστησαν δὲ καὶ τοῖς πολλοῖς εὐπορίαν τροφῆς, ὥσπερ Ἀριστείδης εἰσηγήσατο. συνέβαινεν γὰρ ἀπὸ τῶν φόρων καὶ τῶν τελῶν καὶ τῶν συμμάχων πλείους ἢ δισμυρίους ἄνδρας τρέφεσθαι. δικασταὶ μὲν γὰρ ἦσαν ἑξακισχίλιοι, τοξόται δ᾿ ἑξακόσιοι καὶ χίλιοι, καὶ πρὸς τούτοις ἱππεῖς χίλιοι καὶ διακόσιοι, βουλὴ δὲ πεντακόσιοι, καὶ φρουροὶ νεωρίων πεντακόσιοι, καὶ πρὸς τούτοις ἐν τῇ πόλει φρουροὶ ν̄, ἀρχαὶ δ᾿ ἔνδημοι μὲν εἰς ἑπτακοσίους ἄνδρας, ὑπερόριοι δ᾿ εἰς † ἑπτακοσίους· πρὸς δὲ τούτοις ἐπεὶ συνεστήσαντο τὸν πόλεμον ὕστερον, ὁπλῖται μὲν δισχίλιοι καὶ πεντακόσιοι, νῆες δὲ φρουρίδες εἴκοσι, ἄλλαι δὲ νῆες αἱ τοὺς φόρους ἄγουσαι τοὺς ἀπὸ τοῦ κυάμου3 δισχιλίους ἄνδρας, ἔτι δὲ πρυτανεῖον καὶ ὀρφανοὶ καὶ δεσμωτῶν φύλακες· ἅπασι γὰρ τούτοις ἀπὸ τῶν κοινῶν ἡ διοίκησις ἦν.
XXIV. 在此之后,由于城邦已经充满信心并积聚了大量财富,他建议他们去夺取领导权,并从乡村下来居住在城市里。因为所有人都会得到供养,有的通过服兵役,有的通过担任守卫,有的通过处理公共事务,从而以此方式巩固领导权。他们被说服并掌握了统治权后,除了基奥斯人、莱斯沃斯人和萨摩斯人之外,他们对其他盟友实行了更为专制的统治;他们将这三者视为统治的捍卫者,允许他们保留自己的政体,并继续统治他们原先所统治的地方。他们还为大众确立了丰富的食物供给,正如里斯提德所倡议的那样。因为最终有两万多人可以通过贡赋、税收和盟友的资源得到抚养。事实上,有六千名陪审员、一千六百名弓箭手,此外还有一千二百名骑兵、五百人的议会、五百名船坞守卫,此外在城内还有五十名守卫;国内官职达七百人,国外官职达七百人;此外,当他们后来建立战争体制时,还有两千五百名重装步兵、二十艘巡逻船,以及其他运送贡赋的船只,其上有两千名通过抽签选出的人,此外还有普里塔内翁的受膳者、孤儿以及囚犯的看守;因为所有这些人的开支都是由公共资金拨付的。
XXV. ἡ μὲν οὖν τροφὴ τῷ δήμῳ διὰ τούτων ἐγίγνετο. ἔτη δὲ ἑπτακαίδεκα μάλιστα μετὰ τὰ Μηδικὰ διέμεινεν ἡ πολιτεία προεστώτων τῶν Ἀρεοπαγιτῶν, καίπερ ὑποφερομένη κατὰ μικρόν. αὐξανομένου δὲ τοῦ πλήθους γενόμενος τοῦ δήμου προστάτης Ἐφιάλτης ὁ Σοφωνίδου, | δοκῶν καὶ ἀδωροδόκητος εἶναι καὶ δίκαιος πρὸς τὴν πολιτείαν, ἐπέθετο τῇ βουλῇ. καὶ πρῶτον μὲν ἀνεῖλεν πολλοὺς τῶν Ἀρεοπαγιτῶν, ἀγῶνας ἐπιφέρων περὶ τῶν διῳκημένων· ἔπειτα τῆς βουλῆς ἐπὶ Κόνωνος ἄρχοντος ἅπαντα περιεῖλε<το> τὰ ἐπίθετα δι᾿ ὧν ἦν ἡ τῆς πολιτείας φυλακή, καὶ τὰ μὲν τοῖς πεντακοσίοις τὰ δὲ τῷ δήμῳ καὶ τοῖς δικαστηρίοις ἀπέδωκεν. ἔπρα[ξ]ε δὲ ταῦτα συναιτίου γενομένου Θεμιστοκλέους, ὃς ἦν μὲν τῶν Ἀρεοπαγιτῶν, ἔμελλε δὲ κρίνεσθαι μηδισμοῦ. βουλόμενος δὲ καταλυθῆναι τὴν βουλὴν ὁ Θεμιστοκλῆς πρὸς μὲν τὸν Ἐφιάλτην ἔλεγεν ὅτι συναρπάζειν αὐτὸν ἡ βουλὴ μέλλει, πρὸς δὲ τοὺς Ἀρεοπαγίτας ὅτι δείξει τινὰς συνισταμένους ἐπὶ καταλύσει τῆς πολιτείας. ἀγαγὼν δὲ τοὺς αἱρεθέντας τῆς βουλῆς οὗ διέτριβεν ὁ Ἐφιάλτης, ἵνα δείξῃ τοὺς ἀθροιζομένους, διελέγετο μετὰ σπουδῆς αὐτοῖς. ὁ δ᾿ Ἐφιάλτης ὡς εἶδεν καταπλαγεὶς καθίζει μονοχίτων4 ἐπὶ τὸν βωμόν. θαυμασάντων δὲ πάντων τὸ γεγον[ὸς] καὶ μετὰ ταῦτα συναθροισθείσης τῆς βουλῆς τῶν πεντακοσίων κατηγόρουν τῶν Ἀρεοπαγιτῶν ὅ τ᾿ Ἐφιάλτης καὶ <ὁ> Θεμιστοκλῆς, καὶ πάλιν ἐν τῷ δήμῳ τὸν αὐτὸν τρόπον, ἕως περιείλοντο αὐτῶν τὴν δύναμιν. καί * * * ἀνῃρέθη δὲ καὶ ὁ Ἐφιάλτης δολοφονηθεὶς μετ᾿ οὐ πολὺν χρόνον δι᾿ Ἀριστοδίκου τοῦ Ταναγραίου.
XXV. 于是,民众的食物供给就是通过这些渠道来实现的。在波斯战争后的大约十七年间,由阿雷奥帕古斯成员主持的宪政得以维持,尽管其力量在逐渐衰退。但随着大众的增长,索波尼德斯之子埃菲阿尔特斯成为了民众的领袖,他被认为既不受贿,又对宪政十分公正,因此他对该议会发起了攻击。首先,他通过对许多阿雷奥帕古斯议员的施政行为进行指控和审判,从而清除了他们中的许多人;随后,在科农担任执政官期间,他剥夺了议会所拥有的、作为宪政守护者的一切附加权力,并将其中一些权力归还给五百人议会,另一些则归还给民众和法庭。他之所以能做到这些,是因为得到了泰米斯托克利的协助,后者虽是阿雷奥帕古斯的一员,但当时正面临“亲波斯”的审判。泰米斯托克利因希望该议会解散,便对埃菲阿尔特斯说,议会正准备逮捕他;而对阿雷奥帕古斯成员,则说他会指出某些正密谋颠覆宪政的人。他带领议会选派的代表来到埃菲阿尔特斯逗留的地方,佯装要向他们展示那些正在聚集的人,并与他们严肃地交谈。埃菲阿尔特斯一见此景,惊恐万分,仅穿着内衣便坐在了祭坛上。所有人都对所发生的事情感到惊讶,随后五百人议会召集起来,埃菲阿尔特斯和泰米斯托克利一同对阿雷奥帕古斯成员进行了控诉,并在公民大会上以同样的方式进行,直到彻底剥夺了他们的权力。而且……没过多久,埃菲阿尔特斯也被刺杀,他是被塔纳格拉的阿里斯托迪科斯暗杀的。
- 23.1διὰ τὸ γενέσθαι τῆς περὶ Σαλαμῖνα ναυμαχίας αἰτία
介词 διὰ 支配带冠词的不定式 τὸ γενέσθαι。由于不定式的逻辑主语与主句主语(阿雷奥帕古斯议会)一致,因此其表语 αἰτία(原因,阴性单数主格)采用了主格。属格短语 τῆς ... ναυμαχίας 修饰 αἰτία。
- 23.1τῶν γὰρ στρατηγῶν ἐξαπορησάντων
该句 τῶν γὰρ στρατηγῶν ἐξαπορησάντων ... καὶ κηρυξάντων ... 为属格独立结构,表示与主句主语(阿雷奥帕古斯议会)不同的主语(将军们)所构成的从属情况。主句动词 διέδωκε 的主语是该议会,主格阴性单数分词 πορίσασα 亦修饰该主语。
- 24.3ἀπὸ τοῦ κυάμου
字面意思是“来自蚕豆”,指雅典在分配官员或任务时通过抽签所使用的蚕豆。在此它起副词性修饰作用,表示这两千人(δισχιλίους ἄνδρας)是通过抽签选派到收集贡赋的船只上的。
- 25.3μονοχίτων
形容词 μονοχίτων(仅穿着紧身内衣,未披外衣)用作谓语性形容词,描述主语(埃菲阿尔特斯)的状态。它生动地刻画了他在惊恐中仓皇逃往祭坛、甚至来不及披上外衣的紧迫场景。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(84 处,最近 2026-10-12)
- 2026-10-12 AI校阅 — 译文 3 处
- 2026-10-12 与底本核对 — 原文 4 处
- 2026-10-11 与底本核对 — 原文 77 处
