- 底本
- Aristotle. Aristotelis Res Publica Atheniensium. Kenyon, Frederic, editor. Berlin: Reimer, 1903.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0086.tlg003.humanitext-grc1:15-16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-03
本段叙述了裴西斯特拉托斯第二次被逐、通过派勒涅之战夺回政权以及解缴公民武装的过程。随后详细描写了他温和且符合法律的统治,包括对农民的扶持、设立地方法官以及平民化的治理。
XV. ἡ μὲν οὖν πρώτη κάθοδος ἐγένετο τοιαύτη. μετὰ δὲ ταῦτα ὡς ἐξέπεσε τὸ δεύτερον ἔτει μάλιστα ἑβδόμῳ μετὰ τὴν κάθοδον, (οὐ γὰρ πολὺν χρόνον κατέσχεν, ἀλλὰ διὰ τὸ μὴ βούλεσθαι τῇ τοῦ Μεγακλέους θυγατρὶ συγγίγνεσθαι φοβηθεὶς ἀμφοτέρας τὰς στάσεις ὑπεξῆλθεν), καὶ πρῶτον μὲν συνῴκισε περὶ τὸν Θερμαῖον κόλπον χωρίον ὃ καλεῖται Ῥαίκηλος, ἐκεῖθεν δὲ παρῆλθεν εἰς τοὺς περὶ Πάγγαιον τόπους, ὅθεν χρηματισάμενος καὶ στρατιώτας μισθωσάμενος ἐλθὼν εἰς Ἐρέτριαν ἑνδεκάτῳ πάλιν ἔτει τό(τε) πρῶτον ἀνασώσασθαι βίᾳ τὴν ἀρχὴν ἐπεχείρει, συμπροθυμουμένων αὐτῷ πολλῶν μὲν καὶ ἄλλων, μάλιστα δὲ Θηβαίων καὶ Λυγδάμιος τοῦ Ναξίου, ἔτι δὲ τῶν ἱππέων τῶν ἐχόντων ἐν Ἐρετρίᾳ τὴν πολιτείαν. | νικήσας δὲ τὴν ἐπὶ Παλληνίδι μάχην καὶ λαβὼν τὴν [π]όλιν καὶ παρελόμενος τοῦ δήμου τὰ ὅπλα κατεῖχεν ἤδη τὴν τυραννίδα βεβαίως· καὶ Νάξον ἑλὼν ἄρχοντα κατέστησε Λύγδαμιν. παρείλετο δὲ τοῦ δήμου τὰ ὅπλα τόνδε τὸν τρόπον. ἐξοπλασίαν ἐν τῷ Θησείῳ ποιησάμενος ἐκκλησιάζειν ἐπεχείρει, καὶ [χρόνον προσηγό]ρευεν μικρόν· οὐ φασκόντων δὲ κατακούειν ἐκέλευσεν αὐτοὺς προσαναβῆναι πρὸς τὸ πρόπυλον τῆς ἀκροπόλεως, ἵνα γεγωνῇ μᾶλλον. ἐν ᾧ δ᾿ ἐκεῖνος διέτριβε δημηγορῶν, ἀνελόντες οἱ ἐπὶ τούτῳ τεταγμένοι τ[ὰ ὅπ]λα καὶ [κατα]κλείσαντες εἰς τὰ πλησίον οἰκήματα τοῦ Θησείου διεσήμηναν ἐλθόντες πρὸς τὸν Πεισίστρατον. ὁ δὲ ἐπεὶ τὸν ἄλλον λόγον ἐπετέλεσεν, εἶπε καὶ περὶ τῶν ὅπλων τὸ γεγονὸς ὡς οὐ χρὴ θαυμάζειν οὐδ᾿ ἀθυμεῖν, ἀλλ᾿ ἀπελθόντας ἐπὶ τῶν ἰδίων εἶναι, τῶν δὲ κοινῶν αὐ[τὸς] ἐπ[ι]μελήσεσθαι πάντων.
XV. 于是,他的第一次归还便是如此。此后,在他归还后大约第七年第二次被驱逐时(因为他没能长期保持权力,而是由于不愿与美加克勒斯的女儿同房,害怕两派势力而隐退),首先在塞尔迈湾附近建立了一个名为莱克洛斯的地方,又从那里前往潘盖翁山附近的地区。他在那里聚敛财富并雇佣士兵,在第十一年再次来到埃雷特里亚,首次企图以武力夺回权力,当时有许多其他人积极协助他,尤其是底比斯人、纳克索斯的吕格达米斯,以及在埃雷特里亚掌握政权的骑士阶级。在赢得派勒涅之战并占领城市、剥夺了平民的武器后,他便牢固地掌握了僭主统治;他又攻占纳克索斯,立吕格达米斯为统治者。他剥夺平民武器的方式如下。他在忒修斯神庙举行兵器检阅,企图召集集会并作了简短发言;当人们声称听不清时,他让大家登上卫城的山门,以便声音能传播得更远。当他发表演说拖延时间之际,为此而被任命的人捡起武器,关入忒修斯神庙附近的房屋中,并前去向裴西斯特拉托斯报告。裴西斯特拉托斯在结束其余的演说后,也谈到了武器的事,说大家不必惊奇或沮丧,而应回到各自的私事中,所有的公事他自己都会妥善照管。
XVI. ἡ μὲν οὖν Πεισιστράτου τυραννὶς ἐξ ἀρχῆς τε κατέστη τοῦτον τὸν τρόπον καὶ μεταβολὰς ἔσχεν τοσαύτας. διῴκει δ᾿ ὁ Πεισίστρατος, ὥσπερ εἴρηται, τὰ περὶ τὴν πόλιν μετρίως καὶ μᾶλλον πολιτικῶς ἢ τυραννικῶς· ἔν τε γὰρ τοῖς ἄλλοις φιλάνθρωπος ἦν καὶ πρᾷος καὶ τοῖς ἁμαρτάνουσι συγγνωμονικός, καὶ δὴ καὶ τοῖς ἀ[πό]ροις προεδάνειζε χρήματα πρὸς τὰς ἐργασίας, ὥστε διατρέφεσθαι γεωργοῦντας. τοῦτο δ᾿ ἐποίει δυοῖν χάριν, ἵνα μήτε ἐν τῷ ἄστει διατρίβωσιν ἀλλὰ διεσπαρμένοι κατὰ τὴν χώραν, καὶ ὅπως εὐποροῦντες τῶν μετρίων καὶ πρὸς τοῖς ἰδίοις ὄντες μήτ᾿ ἐπιθυμῶσι1 μήτε σχολάζω[σι]ν ἐπιμελεῖσθαι τῶν κοινῶν. ἅμα δὲ συνέβαινεν αὐτῷ καὶ τὰς προσόδους γίγνεσθαι μείζους ἐξεργαζομένης τῆς χώρας· ἐπράττετο γὰρ ἀπὸ τῶν γιγνομένων δεκάτην. διὸ καὶ τοὺς κατὰ δήμους κατεσκεύασε δικαστάς, καὶ αὐτὸς ἐξῄει πολλάκις εἰς τὴν χώραν ἐπισκοπῶν καὶ διαλύων τοὺς διαφερομένους, ὅπως μὴ καταβαίνοντες εἰς τὸ ἄστυ παραμελῶσι τῶν ἔργων. τοιαύτης γάρ τινος ἐξόδου τῷ Πεισιστράτῳ γιγνομένης συμβῆναί φασι τὰ περὶ τὸν ἐν τῷ [Ὑμ]ηττῷ γεωργοῦντα τὸ κληθὲν ὕστερον χωρίον ἀτελές.2 ἰδὼν γάρ τινα παντελῶ[ς π]έτρας σκάπτοντα καὶ ἐργαζόμενον, διὰ τὸ θαυμάσαι τὸν παῖδα ἐκέλευσεν ἐρέσθαι τί γίγνεται ἐκ τοῦ χωρίου· ὁ δ᾿ ‘ὅσα κακὰ καὶ ὀδύναι᾿ ἔφη, ‘καὶ τούτων τῶν κακῶν καὶ τῶν ὀδυνῶν Πεισίστρατον δεῖ λαβεῖν τὴν δεκάτην᾿. ὁ μὲν οὖν ἄνθρωπος ἀπεκρίνατο ἀγνοῶν, ὁ δὲ Πεισίστρατος ἡσθεὶς διὰ τὴν παρρησίαν καὶ τὴν φιλερ[γ]ίαν ἀτελῆ πάντων ἐποίησεν αὐτόν. οὐδὲν δὲ τὸ πλῆθος οὐδ᾿ ἐν τοῖς ἄλλοις παρ<ην>ώχλε[ι] κατὰ τὴν ἀρχήν, ἀλλ᾿ αἰεὶ παρεσκε[ύ]αζεν εἰρήνην καὶ ἐτήρει τὴν ἡσυχίαν· διὸ καὶ πολλὰ κλέ[α ἐ]θρ[ύλλο]υν ὡς [ἡ] Πεισιστράτου τυραννὶς ὁ ἐπὶ Κρόν[ου] βίος εἴη· συνέβη γὰρ ὕστερον δια[δε]ξ[α]μένων τῶν υἱέων πολλῷ γενέσθαι τραχυτέραν τὴν ἀρχήν. μέγιστον δὲ πάντων ἦ[ν] τῶν εἰ[ρη]μένων τὸ δημοτικὸν εἶναι τῷ ἤθει καὶ φιλάνθρωπον. ἔν τε γὰρ τοῖς ἄλλο[ις] ἐβ[ούλ]ετο πάντα διοικεῖν κατὰ τοὺς νόμους, οὐδεμίαν ἑαυτῷ πλεονεξίαν διδούς, [κ]αί [ποτ]ε προσκληθεὶς φόνου δίκην εἰς Ἄρειον πάγον αὐτὸς μὲν ἀπήντησεν ὡς ἀπο[λο]γησόμενος, ὁ δὲ προσκαλεσάμενος φοβηθεὶς ἔλιπεν. διὸ καὶ πολὺν χρόνον ἔμεινεν <ἐν> [τῇ ἀρ]χ[ῇ] καὶ [ὅ]τ᾿ ἐκπέσοι πάλιν ἀνελάμβανε ῥᾳδίως. ἐβούλοντο γὰρ καὶ τῶν γνωρίμων καὶ τῶν δημοτικῶν οἱ πολλοί· τοὺς μὲν γὰρ ταῖς ὁμιλίαις τοὺς δὲ ταῖς εἰς τὰ ἴδια βοηθείαις προσ[ή]γετο, καὶ πρὸς ἀμφοτέρους ἐπεφύκει καλῶς. ἦσαν δὲ καὶ τοῖς Ἀθηναίοις οἱ περὶ τῶν τυράννων νόμοι πρᾷοι κατ᾿ ἐκείνους τοὺς καιροὺς οἵ τ᾿ ἄλλοι καὶ δὴ καὶ ὁ μάλιστα καθήκων πρὸς τὴν τῆς τυραννίδος <κατάστασιν>. νόμος γὰρ αὐτοῖς ἦν ὅδε· ‘θέσμια τάδε Ἀθηναίων ἐστὶ καὶ πάτρια· ἐάν τινες τυραννεῖν ἐπανιστῶνται [ἐπὶ τυραννίδι] ἢ συγκαθιστῇ τὴν τυραννίδα, ἄτιμον εἶναι καὶ αὐτὸν καὶ γένος᾿.
XVI. 裴西斯特拉托斯的僭主统治最初便是以这种方式建立起来,并经历了如此多的变迁。如前所述,裴西斯特拉托斯管理城邦事务态度温和,更符合公民政治而非僭主统治;因为在其他方面,他仁慈、温和且宽容过错者,特别是向贫困者预支资金用于生产,使他们能够靠耕作维生。他这样做出于两个原因:一使他们不在城里逗留,而是分散在乡村;二使他们生活适度富足并专注于自己的私事,既无欲望也无闲暇去干预公事。与此同时,随着土地得到开垦,他的收入也随之增加;因为他从地产中征收十分之一的税。因此,他设立了乡区法官,自己也常常亲自前往乡村巡视并调解纠纷,以免人们因下城而耽误农事。在裴西斯特拉托斯进行此类巡视时,据说发生了一件关于在许墨托斯山上耕种后来被称为“免税地”的人的事情。因为他看到有人在纯粹的岩石中挖掘劳作,感到十分惊奇,便让仆人去询问那块土地能收获什么;那人回答说:“只有无尽的辛苦和痛苦,而在这辛苦和痛苦中,裴西斯特拉托斯应当拿走十分之一。”那人回答时并不知道对方是谁,但裴西斯特拉托斯因其直言不讳和勤劳而感到高兴,便免除了他所有的税赋。他在统治期间在其他方面也不骚扰大众,而是始终提供和平并维持宁静;因此人们纷纷传颂,说裴西斯特拉托斯的僭主统治就是克洛诺斯时代的时光;因为后来在他的儿子们继承权力后,统治变得严酷得多了。在所有提到的事情中,最大的一点在于他性格平民化且富有仁爱之心。因为在其他方面,他都希望完全按照法律来管理,不给自己任何特权;有一次,他因涉嫌谋杀案被传唤至阿雷奥帕谷斯法庭,他亲自出庭应诉,而原告却因害怕而弃案逃跑。因此,他长期保持权力,即使被驱逐也能轻易重新夺回。因为无论是显贵还是平民,大多数人都乐于接受他;他通过日常交际吸引前者,通过对其私事的资助吸引后者,且对双方都天生怀有善意。当时雅典人关于僭主的法律也十分温和,其他法律如此,尤其是与建立僭主统治最相关的法律也是如此。他们的法律如下:“此乃雅典人之法令与祖制:若有人起兵建立僭主统治,或协助建立僭主统治,其本人及其家族皆当被剥夺公民权。”
- 16.3ἵνα μήτε ἐν τῷ ἄστει διατρίβωσιν ... καὶ ὅπως ... μήτ᾿ ἐπιθυμῶσι
引导目的从句的连词 ἵνα 与 ὅπως 被并列使用,均支配虚拟语气(διατρίβωσιν、ἐπιθυμῶσι)。在带否定的目的从句内部,μήτε... μήτε 起到了梳理双重目的(“既不在城里逗留”,“也不渴望 [或有闲暇]”)的作用。
- 16.6τὰ περὶ τὸν ἐν τῷ Ὑμηττῷ γεωργοῦντα τὸ κληθὲν ὕστερον χωρίον ἀτελές
这是一个嵌套的冠词结构,介词短语 τὰ περὶ...(“关于……的事迹”)内部嵌套了分词短语 τὸν ... γεωργοῦντα(“在……耕作的人”)。其中 τὸ ... χωρίον ἀτελές(“后来被称为‘免税’的土地”)作为分词 γεωργοῦντα 的直接宾语,ἀτελές 则充当表语性补语。
- 15.20ὡς ἐξέπεσε τὸ δεύτερον ... ἐπεχείρει
句子以从属从句 ὡς ἐξέπεσε(“当他第二次被驱逐时”)开始,但中间插入了括号句(οὐ γὰρ...)及一系列行动的叙述(καὶ πρῶτον μὲν...),导致主句结构断裂,最终在第十一年才出现主动词 ἐπεχείρει(“企图”),形成了语法上的破格(脱节现象,anacoluthon)。
未在正文中定位
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(40 处,最近 2026-10-12)
- 中于 2026-10-11 由 Gemini 3.5 Flash 重新翻译
- 2026-10-12 AI校阅 — 译文 2 处
- 2026-10-12 与底本核对 — 原文 6 处
- 2026-10-11 与底本核对 — 原文 32 处
