- 底本
- Aristotle. Aristotelis Res Publica Atheniensium. Kenyon, Frederic, editor. Berlin: Reimer, 1903.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0086.tlg003.humanitext-grc1:1-3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-17
文中描述了因弥隆的指控而起的天谴及其后克里特人埃庇米尼得斯对城邦的净化。接着讨论了遭受债务奴役折磨的平民与贵族之间的冲突,并概述了德拉古之前雅典古政体中各主要官职(国王、军事长官、执政官和立法官)的演变以及阿雷奥帕古斯议会的强权。
I. — — Μύρωνος καθ᾿ ἱερῶν ὀμόσαντες ἀριστίνδην. καταγνωσθέντος δὲ τοῦ ἄγους1 α[ὐ]τοὶ μὲν ἐκ τῶν τάφων ἐξεβλήθησαν, τὸ δὲ γένος αὐτῶν ἔφυγεν ἀειφυγίαν. Ἐ[πι]μενίδης δ᾿ ὁ Κρὴς ἐπὶ τούτοις ἐκάθηρε τὴν πόλιν.
Ⅰ. ……[弥隆指控,]在以圣物起誓并按门第选出的[陪审员面前。]然而,当血罪被判决确立时,他们自己被从坟墓中掘出并驱逐,其家族亦被判处终身流放。在此之后,克里特人埃庇米尼得斯为城邦进行了净化。
II. μετὰ δὲ τοῦτα συνέβη στασιάσαι τούς τε γνωρίμους καὶ τὸ πλῆθος πολὺν χρόνον [τὸν δῆμον]. ἧν γὰρ αὐτῶν ἡ πολιτεία τοῖς τε ἄλλοις ὀλιγαρχικὴ πάσι, καὶ δὴ καὶ ἐδούλεον οἱ πένητες τοῖς πλουσίοις καὶ αὐτοὶ καὶ τὰ τέκνα καὶ αἱ γυναῖκες. καὶ ἐκαλοῦντο πελάται καὶ ἑκτήμοροι· κατὰ ταύτην γὰρ τὴν μίσθωσιν [ἠ]ργάζοντο τῶν πλουσίων τοῦς ἀγρούς. ἡ δὲ πᾶσα γῆ δἰ ὀλίγων ἧν· καὶ εἰ μὴ τὰς μισθώσεις ἀποδιδοῖεν2, ἀγώγιμοι καὶ αὐτοὶ καὶ οἱ παῖδες ἐγίγνοντο. καὶ οἱ δανεισμοὶ πᾶσιν ἐπὶ τοῖς σώμασιν ἧσαν μέχρι Σόλωνος· οὗτος δὲ πρῶτος ἐγένετο τοῦ δήμου προστάτης. χαλεπώτατον μὲν οὗν καὶ πικρότατον ἧν τοῖς πολλοῖς τῶν κατὰ τὴν πολιτείαν τὸ δουλεύειν· οὐ μὴν ἀλλὰ καὶ ἐπὶ τοῖς ἄλλοις ἐδυσχέραινον· οὐδενὸς γάρ, ὡς εἰπεῖν, ἐτύγχανον μετέχοντες.
Ⅱ. 在此之后,显贵与群众发生了长期的内讧。因为在其他所有方面,他们的政体都是寡头制的,特别是穷人依附并奴役于富人,他们自己、他们的子女以及他们的妻子都是如此。他们被称为“附庸”和“六分一汉”;因为他们就是按照这种租约来耕种富人的土地。所有的土地都掌握在少数人手中;如果他们不缴纳租税,他们自己和他们的孩子就会被抓走变卖。在梭伦之前,所有的借贷都是以身体为担保的;而梭伦是第一个成为平民领袖的人。因此,对于大多数人来说,宪政制度中最难以忍受和最痛苦的事就是处于奴役状态;不仅如此,他们对其他事情也感到不满,因为可以这样说,他们没有任何参与权。
III. ἧν δ᾿ ἡ τάξις τῆς ἀρχαίας πολιτείας τῆς πρὸ Δράκοντος τοιάδε. τὰς μὲν ἀρχὰς [[καθ]ίστασαν ἀριστίνδην καὶ πολουτίνδην· ἧρχον δὲ τὸ μὲν πρῶτον διὰ [βίου], μετὰ δὲ ταῦτα [δε]καέτειαν. μέγισται δὲ καὶ πρῶται τῶν ἀρχῶν ἧσαν βασιλεὺς καὶ πολέμαρχος καὶ [ἄ]ρ[χω]ν· τούτων δὲ πρώτη μὲν ἡ τοῦ βασιλέως (αὕτη γὰρ ἧν πάτριος), δευτέρα δ᾿ ἐπικατέστη [πολ]εμαρχία διὰ τὸ γενέσθαι τινὰς τῶν βασιλέων τὰ πολέμια μαλακούς· ὅθε[ν κ]αὶ τὸν Ἴωνα μετε[πέ]μψαντο χρείας καταλαβούσης. τελευταία δ᾿ ἡ τ[οῦ ἄ]ρ[χ]οντ[ος· ο]ἱ μὲν γὰρ πλείους ἐπὶ Μέδοντος, ἔνιοι δ᾿ ἐπὶ Ἀκάστου φασὶ γενέσθαι [ταύ]την· τεκμήριον δ᾿ ἐπιφέρουσιν ὅτι οἱ ἐννέα ἄρχοντες ὀμνύουσι[ν ὥ]σπερ [ἐ]πὶ Ἀκάστου τὰ ὅρκια ποιήσειν, ὡς ἐπὶ τούτου τῆς βασιλείας παραχωρησάντων τῶν Κοδ[ρι]δ[ῶν] ἀντὶ τῶν δοθεισῶν τῷ ἄρχοντι δωρεῶν. τοῦτο μὲν οὗν ὁποτέρως ποτ᾿ ἔχει, μικρὸν ἄν παραλλάττοι τοῖς χρόνοις· ὅτι δὲ τελευταία τούτων ἐγένετο τῶν μικρὸν ἄν σημεῖον καὶ [τὸ] μηδὲν τῶν πατρίων τὸν ἄρχ[ο]ντα διοικεῖν4, ὥσπερ ὁ βασιλεὺς καὶ ὁ πολέμαρχος, ἀλλ᾿ἁπλῶ[ς] τὰ ἐπίθετα· διὸ καὶ νεωστὶ γέγονεν ἡ ἀρχὴ γεμάλη, τοῖς ἐπ[ι]θέτοις αὐξηθε[ῖ]σα. θ[εσ]μοθέται δὲ πολλοῖς ὕστερον ἔτεσιν ῇρέθησαν, ἤδη κατ᾿ ἐνιαυτὸν αἱρουμέ[νων] τὰς ἀρχάς, ὅπως ἀναγράψαντες τὰ θέσμια φυλάττωσι πρὸς τὴν τῶν ἀμφι[σ]βητ[ού]ντων κρίσιν· διὸ καὶ μόνη τῶν ἀρχῶν οὐκ ἐγένετο πλείων ἐνιαυσίας. τοῖς μὲν οὗν χρόνοις τοσοῦτον προέχουσιν ἀλλήλων. ἧσαν δ᾿ οὐχ ἅμα πάντες οἱ ἐννέα ἄρχοντες, ἀλλ᾿ ὁ μὲν βασιλεὺς εἷχε τὸ νῦν καλούμενον Βουκολεῖον πλησίον τοῦ πρυτανείου (σημεῖον δέ· ἔτι καὶ νῦν γὰρ τῆς τοῦ βασιλέως γυναικὸς ἡ σύμμειξις ἐνταῦθα γίγνεται τῷ Διονύσῳ καὶ ὁ γάμος), ὁ δὲ ἄρχων τὸ πρυτανεῖον, ὁ δὲ πολέμαπχος τὸ Ἐπιλύκειον (ὃ πρότερον μὲν ἐκαλεῖτο πολεμαρχεῖον, ἐπεὶ δὲ Ἐπίλυκος ἀνῳκοδόμησε καὶ κατεσκεύασεν αὐτὸ πολεμαρ[χ]ήσας Ἐπιλύκειον ἐκλήθη)· θεσμοθέται δ᾿ εἷχον τὸ θεσμοθετεῖον. ἐπὶ δὲ Σόλωνος [ἅπ]αντες εἰς τὸ θεσμοθετεῖον συνῆλθον. κύριοι δ᾿ ἧσαν καὶ τὰς δίκας αὐτοτελεῖς [κρίν]ειν καὶ οὐχ ὥσπερ νῦν προανακρίνειν. τὰ μὲν οὗν περὶ τὰς ἀχὰς τοῦτον εἷχε τὸν τρόπον. ἡ δὲ τῶν Ἀρεοπαγιτῶν βουλὴ μὲν 6 τάξιν εἷχε τοῦ διατηρεῖν τοὺς νόμους, διῷκει δὲ τὰ πλεῖστα καὶ τὰ μέγιστα τῶν ἐν τῇ πόλει, καὶ κολάζουσα καὶ ζημιοῦσα πά ντας τοὺς ἀκοσμοῦντας κυρίως. ἡ γὰρ αἵρεσις τῶν ἀρχόντων ἀριστνδην καὶ πλουτίνδην ἧν, ἐξ ὧν οἱ Ἀρεοπαγῖται καθίσταντο· διὸ καὶ μόνη τῶν ἀρχῶν αὕτη μεμένηκε διὰ βίου καὶ νῦν.
Ⅲ. 德拉古之前的古代政体结构如下。官职是根据门第和财富来任命的;他们最初实行终身制,但此后改为十年任期。最重要且最早的官职是国王、军事长官和执政官。其中,第一位是国王(因为这是祖传的);第二位设立的是军事长官,因为某些国王在战争中表现软弱;因此在急需时,他们召来了伊翁。最后设立的是执政官;因为大多数人说这设立于梅东时代,但也有人说在阿卡斯托斯时代。他们提出的证据是,九位执政官起誓要“如在阿卡斯托斯时代那样”履行誓言,表明在阿卡斯托斯时代,科德鲁斯家族让出了王权,以换取给执政官的特权。因此,不论是哪种情况,在时间上差异并不大。而这一官职是在这些官职中最后设立的,另一个证据是执政官不掌管任何祖传的祭祀或司法职责,不像国王和军事长官那样,而仅仅掌管新增加的职责;因此,该官职只是在最近才变得重要,通过这些新加的职责而得以扩大。“立法官”(塞斯莫塞泰)则是在许多年以后被选出的,当时官职已改为一年一选,目的是为了让他们记录下法律,并将其保存以供解决争端者裁判之用;因此,只有这一官职从一开始就未曾超过一年的任期。就时间而言,这些官职彼此相隔如此之久。九位执政官并不在一起办公,而是国王拥有现在被称为“布科里翁”的场所,靠近普里塔内翁(证据是:直到今天,国王之妻与狄奥尼索斯的结合与婚礼仍在这里举行),而执政官拥有普里塔内翁,军事长官拥有埃皮吕凯翁(此前被称为波勒马科斯官署,但因埃皮吕科斯在担任军事长官期间重建并修缮了它,故被称为埃皮吕凯翁);立法官则拥有立法官署。但在梭伦时代,他们全部集中到了立法官署。他们拥有独立判决案件的权力,而不像现在这样仅进行初审。关于官职的情况就是这样。而阿雷奥帕古斯(战神山)议会则 6 负有维护法律的职责,管理着城邦中最多且最重要的事务,并拥有对所有行为不轨者进行处罚和罚款的绝对权力。因为执政官的选拔是根据门第和财富进行的,而阿雷奥帕古斯议员即由这些卸任执政官组成;因此,这一官职也是唯一一个直到今天仍保持终身制的官职。
- §1καταγνωσθέντος δὲ τοῦ ἄγους
此处为属格绝对结构(Genitive Absolute),表示时间或原因(“当血罪被判决确立时”)。被动分词 καταγνωσθέντος 与属格主语 τοῦ ἄγους 一致。
- §2εἰ μὴ τὰς μισθώσεις ἀποδιδοῖεν
条件从句(εἰ 搭配希求语气动词 ἀποδιδοῖεν)表示过去一般的或重复发生的前提条件(“如果他们未能缴纳租税”),主句则使用未完成过去直陈语气动词 ἐγίγνοντο。
- §3ὡς ἐπὶ τούτου τῆς βασιλείας παραχωρησάντων τῶν Κοδριδῶν
连词 ὡς 与属格绝对结构(παραχωρησάντων τῶν Κοδριδῶν)连用,表示主观的或传闻中的原因(“据称是因为科德鲁斯家族让出了王权”)。
- §3ὅτι δὲ τελευταία τούτων ἐγένετο... σημείον καὶ τὸ μηδὲν τῶν πατρίων τὸν ἄρχοντα διοικεῖν
这是一个复杂的句子结构,其中 ὅτι 从句(“这一官职是其中最后设立的”)作主语,冠词不定式结构(“执政官不掌管任何祖传职责这一事实”)作为解释性的证据(σημεῖον)。在此冠词不定式中,τὸν ἄρχοντα 是不定式 διοικεῖν 的宾格主语。
