- 底本
- Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0085.tlg006.humanitext-grc1:1-106
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-25
归国的俄瑞斯忒斯在父亲墓前向赫尔墨斯祈祷,并献上一缕哀悼的头发。此时埃勒克特拉与身穿丧服的女仆们走近,俄瑞斯忒斯随即躲避,埃勒克特拉则向女仆们征求如何向父亲献祭的建议。
Ἑρμῆ χθόνιε πατρῷ᾽ ἐποπτεύων κράτη,1
冥府的赫尔墨斯啊,监护我父亲权能的神明,
σωτὴρ γενοῦ μοι ξύμμαχός τ᾽ αἰτουμένῳ·
请成为我的救主与盟友,应我之祈求:
ἥκω γὰρ ἐς γῆν τήνδε καὶ κατέρχομαι.
因为我已来到这片土地,我自流放中归来。
τύμβου δ᾽ ἐπ᾽ ὄχθῳ τῷδε κηρύσσω πατρὶ
在这坟墓的丘冢上,我向父亲呼喊,
κλύειν, ἀκοῦσαι...........
愿他听见,愿他倾听……
... πλόκαμον Ἰνάχῳ θρεπτήριον.
……献给伊纳科斯河一缕养育之恩的头发。
τὸν δεύτερον δὲ τόνδε πενθητήριον.....
而这第二缕则是表示哀悼。
οὐ γὰρ παρὼν ᾤμωξα σόν, πάτερ, μόρον
因为,父亲啊,你遭难时我未在场,未能哀哭你的死,
οὐδ᾽ ἐξέτεινα χεῖρ᾽ ἐπ᾽ ἐκφορᾷ νεκροῦ.......
亦未能在你尸骨出殡时伸出双手。
⟨ἔα.⟩ τί χρῆμα λεύσσω; τίς ποθ᾽ ἥδ᾽ ὁμήγυρις
〈啊!〉我看到了什么?这群行进中的妇女
στείχει γυναικῶν φάρεσιν μελαγχίμοις
身披黑色丧衣,
πρέπουσα; ποίᾳ ξυμφορᾷ προσεικάσω;
显得如此瞩目?我该把这归于何种灾祸?
πότερα δόμοισι πῆμα προσκυρεῖ νέον;
难道是宫中降临了新的灾殃?
ἢ πατρὶ τὠμῷ τάσδ᾽ ἐπεικάσας τύχω2
还是说,我可以猜测,她们正向我的父亲
χοὰς φερούσας νερτέροις μειλίγματα;
奉献注洒祭品,作为对地下亡灵的安抚?
οὐδέν ποτ᾽ ἄλλο· καὶ γὰρ Ἠλέκτραν δοκῶ
绝无他种可能。因为我看我的姐姐埃勒克特拉
στείχειν ἀδελφὴν τὴν ἐμὴν πένθει λυγρῷ
也在其中行进,带着沉痛的哀伤,
πρέπουσαν. ὦ Ζεῦ, δός με τίσασθαι μόρον
显露无疑。噢,宙斯啊,请赐予我复仇之力,惩罚杀害
πατρός, γενοῦ δὲ σύμμαχος θέλων ἐμοί.
我父的凶手,愿你甘心作我的盟友。
Πυλάδη, σταθῶμεν ἐκποδών, ὡς ἂν σαφῶς
庇拉德斯,我们避到一旁,好让我确切地
μάθω γυναικῶν ἥτις ἥδε προστροπή.
了解这些妇女是在作何祈求。
ἰαλτὸς ἐκ δόμων ἔβαν
我奉命自宫中走来,
χοὰς προπομπὸς ὀξύχειρι σὺν κτύπῳ.
伴着急促的击打双手之声,护送着注酒。
πρέπει παρηὶς φοινίοις ἀμυγμοῖς
我的双颊显露出鲜红的抓痕,
ὄνυχος ἄλοκι νεοτόμῳ,
那是手指刚挠出的血沟,
δι᾽ αἰῶνος δ᾽ ἰυγμοῖσι βόσκεται κέαρ.
终我一生,内心都以悲泣为食。
λινοφθόροι δ᾽ ὑφασμάτων
织物的破裂声
λακίδες ἔφλαδον ὑπ᾽ ἄλγεσιν,
因痛苦而在衣襟上碎裂,
πρόστερνοι στολμοὶ
胸前的衣褶
πέπλων ἀγελάστοις
因无笑的
ξυμφοραῖς πεπληγμένων.
灾祸而倍受摧残。
τορὸς γὰρ ὀρθόθριξ φόβος,
尖锐而令人毛骨悚然的恐惧,
δόμων ὀνειρόμαντις, ἐξ ὕπνου κότον
宫中的释梦者,自睡梦中吐露着愤怒,
πνέων, ἀωρόνυκτον ἀμβόαμα
在深更半夜发出惊呼,
μυχόθεν ἔλακε περὶ φόβῳ,3
自内室深处惊恐地尖叫,
γυναικείοισιν ἐν δώμασιν βαρὺς πίτνων.
重重地落在妇女的闺房之中。
κριταί ⟨τε⟩ τῶνδ᾽ ὀνειράτων
梦境的解释者们
θεόθεν ἔλακον ὑπέγγυοι
凭神明起誓,宣称
μέμφεσθαι τοὺς γᾶς
地底下的死者
νέρθεν περιθύμως
怀着滔天的怒气在责备,
τοῖς κτανοῦσί τ᾽ ἐγκοτεῖν.
并对杀害者深怀怨恨。
τοιάνδε χάριν ἀχάριτον
如此这般一份不体面的恩惠,
ἀπότροπον κακῶν,
本意是为避祸,
ἰὼ γαῖα μαῖα,
啊,大地母亲,
μωμένα μ᾽ ἰάλλει
她图谋着派我送来,
δύσθεος γυνά. φοβοῦμαι
那个不敬神的女人。但我
δ᾽ ἔπος τόδ᾽ ἐκβαλεῖν.
害怕说出这话。
τί γὰρ λύτρον πεσόντος αἵματος πέδοι;
因为,洒落在地上的鲜血,能有什么赎金?
ἰὼ πάνοιζυς ἑστία,
啊,极其惨痛的家门,
ἰὼ κατασκαφαὶ δόμων.
啊,倾覆的宫室。
ἀνήλιοι βροτοστυγεῖς
黯无天日、为人所憎的
δνόφοι καλύπτουσι δόμους
阴霾笼罩着宫廷,
δεσποτῶν θανάτοισι.σέβας δ᾽ ἄμαχον ἀδάματον
由于主人们的死。
ἀπόλεμον τὸ πρὶν
往昔那不可战胜、不容折服、无法抗拒的敬畏,
δι᾽ ὤτων φρενός τε
穿透耳与心,
δαμίας περαῖνον
贯穿在臣民之中,
νῦν ἀφίσταται. φοβεῖται
如今已全然离散。然而人们畏惧着。
δέ τις. τὸ δ᾽ εὐτυχεῖν
成功发迹,
τόδ᾽ ἐν βροτοῖς θεός τε καὶ θεοῦ πλέον.
在凡人之中,这便是神,甚至超越了神。
ῥοπὴ δ᾽ ἐπισκοπεῖ δίκας
然而正义的天平在暗中注视,
ταχεῖα τοὺς μὲν ἐν φάει,
迅速地惩罚那些处于光明中的人,
τὰ δ᾽ ἐν μεταιχμίῳ σκότου
而另一些处于明暗交界处的人,痛苦在延搁着,
μένει χρονίζοντας ἄχη [βρύει],
[在其中挣扎,]
τοὺς δ᾽ ἄκραντος ἔχει νύξ.
而另一些人则被虚无的黑夜所吞噬。
δι᾽ αἵματ᾽ ἐκποθένθ᾽ ὑπὸ χθονὸς τροφοῦ
因为育养万物的大地吸干了鲜血,
τίτας φόνος πέπηγεν οὐ διαρρύδαν.
索仇的血案已凝固,无法流逝。
διαλγὴς ⟨δ᾽⟩ ἄτα διαφέρει
剧烈的灾殃折磨着
τὸν αἴτιον παναρκέτας νόσου βρύειν.
有罪之人,使其充满无法痊愈的恶疾。
θιγόντι δ᾽ οὔτι νυμφικῶν ἑδωλίων
而对于触碰新房的人而言,
ἄκος, πόροι τε πάντες ἐκ μιᾶς ὁδοῦ
毫无救药,即使所有河流汇于一处
διαίνοντες τὸν χερομυσῆ
去冲洗那染了鲜血的
† φόνον καθαίροντες ἰοῦσαν ἄταν †.
杀戮之罪,企图净化,也是徒劳。
ἐμοὶ δ᾽, (ἀνάγκαν γὰρ ἀμφίπτολιν
但于我而言——神明给我带来了
θεοὶ προσήνεγκαν· ἐκ γὰρ οἴκων
围困我城邦的命运;因为他们将我
πατρῴων δούλιόν ⟨μ᾽⟩ ἐσᾶγον αἶσαν,)
从父辈的家中领入奴隶的境遇——
δίκαια καὶ μὴ δίκαια
无论是正义还是非正义的事,
πρέποντ᾽ ⟨ἀπ᾽⟩ ἀρχᾶς βίου
自我生命伊始便合乎时宜的事,
βίᾳ φρενῶν αἰνέσαι4 πικρὸν
违背心愿地去顺从,并强忍
στύγος κρατούσῃ. δακρύω δ᾽ ὑφ᾽ εἱμάτων
被统治者的切骨之恨。我在衣襟下哭泣,
ματαίοισι δεσποτᾶν
为了我主人们无常的命运,
τύχαις, κρυφαίοις πένθεσιν παχνουμένη.
在隐秘的哀伤中,我的心已冻结。
δμῳαὶ γυναῖκες, δωμάτων εὐθήμονες,
女仆们啊,这宫室的整顿者们,
ἐπεὶ πάρεστε τῆσδε προστροπῆς ἐμοὶ
既然你们伴随我来到这里,
πομποί, γένεσθε τῶνδε σύμβουλοι πέρι·
护送注洒,就请在这件事上作我的顾问:
τί φῶ χέουσα τάσδε κηδείους χοάς;
当我洒下这些追念的祭酒时,该说什么话?
πῶς εὔφρον᾽ εἴπω, πῶς κατεύξωμαι πατρί;
我如何才能说出吉利的话,如何向我的父亲祈祷?
πότερα λέγουσα παρὰ φίλης φίλῳ φέρειν
难道要说“这是蒙爱之妻献给所爱之夫的礼物”,
γυναικὸς ἀνδρί, τῆς ἐμῆς μητρὸς πάρα;
也就是来自我的母亲?
τῶνδ᾽ οὐ πάρεστι θάρσος, οὐδ᾽ ἔχω τί φῶ,
我没有这份胆量,也不知道该说什么,
χέουσα τόνδε πέλανον ἐν τύμβῳ πατρός.
当我将这奠酒浇在父亲的墓冢之上。
ἢ τοῦτο φάσκω τοὔπος, ὡς νόμος βροτοῖς,
还是照着凡人的习俗,说出这样的话:
ἔσθλ᾽ ἀντιδοῦναι τοῖσι πέμπουσιν τάδε
愿他给奉献这些祭冠的人以好报,
στέφη, δόσιν γε τῶν κακῶν ἐπαξίαν;
给他们一份配得上其恶行的赠礼?
ἢ σῖγ᾽ ἀτίμως, ὥσπερ οὖν ἀπώλετο
或者就像我父亲那样,屈辱而无声地死去,
πατήρ, τάδ᾽ ἐκχέασα, γάποτον χύσιν,
洒下这些祭酒,任大地饮干,
στείχω καθάρμαθ᾽ ὥς τις ἐκπέμψας πάλιν
就像泼掉污垢水的人一样,转身便走,
δικοῦσα τεῦχος ἀστρόφοισιν ὄμμασιν;
把器皿扔掉,头也不回?
τῆσδ᾽ ἐστὲ βουλῆς, ὦ φίλαι, μεταίτιαι·
朋友们啊,请在这考量上与我同舟共济:
κοινὸν γὰρ ἔχθος ἐν δόμοις νομίζομεν.
因为我们在宫中怀着共同的仇恨。
μὴ κεύθετ᾽ ἔνδον καρδίας φόβῳ τινός.
不要因为惧怕任何人而将其深藏于心底。
τὸ μόρσιμον γὰρ τόν τ᾽ ἐλεύθερον μένει
因为命运既在等待着自由的人,
καὶ τὸν πρὸς ἄλλης δεσποτούμενον χερός.
也在等待着被他人之手奴役的人。
λέγοις ἄν, εἴ τι τῶνδ᾽ ἔχοις ὑπέρτερον.
如果你有什么比这更好的主意,请说出来。
αἰδουμένη σοι βωμὸν ὣς τύμβον πατρὸς
因我敬重你父亲的坟墓如神坛,
- 1πατρῷ᾽ ἐποπτεύων κράτη
关于“监护我父亲权能”的解释,存在一个自古以来的著名争论(见阿里斯托芬《蛙》1126-1137行):patrōia kratē 是指赫尔墨斯的父亲宙斯授予他的冥府统治权,还是指赫尔墨斯监护俄瑞斯忒斯之父阿伽门农的王权。本译文取后者,即赫尔墨斯照看阿伽门农的亡灵与其遗产,以符合俄瑞斯忒斯在此处寻求复仇与继承权的上下文。
- 14ἐπεικάσας τύχω
动词 tychō(源自 tynchanō)与不定过去时分词 epeikasas 的结合,起到了某种类似助动词的作用,意为“我猜测得是否正确……”或“我是否碰巧猜中了……”。
- 35περὶ φόβῳ
介词 peri 与与格 phobōi 连用,表示原因或状态,意为“因为恐惧”或“极其惊恐地”,修饰作为宫廷释梦者的拟人化恐惧(Phobos)从内室深处发出尖叫的场景。
- 80αἰνέσαι
起自第75节的 emoi(对我而言)与第80节的不定式 ainesai(顺从、认可)构成呼应,该不定式受第75节中“强迫(anankan)”概念的支配。第81节中的与格分词 kratousēi(克制、压抑者)与句首的 emoi 一致。整句的核心骨架为:“由于神明降下强迫……因此对于压抑着切骨之恨的我而言,违背心愿地去顺从无论正义与非正义之事(是不得不为的)”。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(3 处,最近 2026-11-24)
- 2026-11-24 AI校阅 — patch 3 处
