← 埃斯库罗斯

被缚的普罗米修斯

§189-275

普罗米修斯自述拯救人类与受罚的原委

普罗米修斯解释了他如何协助宙斯夺取王位却因拯救人类、赠予火与希望而受罚的经过,并劝导歌队倾听他未来的命运。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
189

τὸ δίκαιον ἔχων Ζεύς· ἀλλ’ ἔμπας [ὀίω]

普罗米修斯:把正义据为己有。但无论如何,[我认为]

190

μαλακογνώμων

他那温和的心思

ἔσται ποθ’, ὅταν ταύτῃ ῥαισθῇ·

终会到来,当他以此种方式遭到重创之时;

τὴν δ’ ἀτέραμνον στορέσας ὀργὴν

抚平了那顽固的愤怒,

εἰς ἀρθμὸν ἐμοὶ καὶ φιλότητα

与我达成盟约与友好,

σπεύδων σπεύδοντί1 ποθ’ ἥξει.

向着热切的我,他也会热切地在某天走来。

195

πάντ’ ἐκκάλυψον καὶ γέγων᾽ ἡμῖν λόγον,

歌队:揭示一切,向我们说个明白,

ποίῳ λαβών σε Ζεὺς ἐπ’ αἰτιάματι,

宙斯究竟因何指控抓住了你,

οὕτως ἀτίμως καὶ πικρῶς αἰκίζεται·

以如此不名誉而残酷的方式凌虐你:

δίδαξον ἡμᾶς, εἴ τι μὴ βλάπτει λόγῳ.

请告诉我们,如果倾诉并不会对你有所损害。

ἀλγεινὰ μέν μοι καὶ λέγειν ἐστὶν τάδε,

普罗米修斯:于我而言,诉说这些是痛苦的,

200

ἄλγος δὲ σιγᾶν, πανταχῇ δὲ δύσποτμα.

而保持沉默也是痛苦,无论怎样都是不幸。

ἐπεὶ τάχιστ’ ἤρξαντο δαίμονες χόλου

当神明最初燃起怒火,

στάσις τ’ ἐν ἀλλήλοισιν ὠροθύνετο,

彼此之间的内讧被挑起之时,

οἱ μὲν θέλοντες ἐκβαλεῖν ἕδρας Κρόνον,

一方渴望将克洛诺斯从宝座上驱逐,

ὡς Ζεὺς ἀνάσσοι δῆθεν, οἱ δὲ τοὔμπαλιν

好让宙斯——正如他们所言——成为统治者;另一方则相反,

205

σπεύδοντες, ὡς Ζεὺς μήποτ’ ἄρξειεν θεῶν,

极力争取不让宙斯统治众神,

ἐνταῦθ’ ἐγὼ τὰ λῷστα βουλεύων πιθεῖν

在那时,我筹谋着最稳妥的计策,试图去劝说

Τιτᾶνας, Οὐρανοῦ τε καὶ Χθονὸς τέκνα,

天空与大地之子提坦巨人们,但是

οὐκ ἠδυνήθην· αἱμύλας δὲ μηχανὰς

我未能办到;他们轻视了机巧的计策,

ἀτιμάσαντες καρτεροῖς φρονήμασιν

凭着刚愎自用的心思,

210

ᾤοντ’ ἀμοχθὶ πρὸς βίαν τε δεσπόσειν·

以为无需辛劳便能凭武力主宰一切。

ἐμοὶ δὲ μήτηρ οὐχ ἅπαξ μόνον Θέμις,

然而,我的母亲——不只一次——戴弥斯,

καὶ Γαῖα, πολλῶν ὀνομάτων μορφὴ μία,

亦即该亚,虽有诸多名字却同属一身的她,

τὸ μέλλον ᾗ κραίνοιτο προυτεθεσπίκει,

早已向我预示了未来的结局将如何实现:

ὡς οὐ κατ’ ἰσχὺν οὐδὲ πρὸς τὸ καρτερὸν

并非靠气力,也不是靠强权,

215

χρείη, δόλῳ δὲ τοὺς ὑπερσχόντας κρατεῖν.

而是必须依靠智谋,胜者才能得掌权柄。

τοιαῦτ’ ἐμοῦ λόγοισιν ἐξηγουμένου

当我用言辞阐释这些道理时,

οὐκ ἠξίωσαν οὐδὲ προσβλέψαι τὸ πᾶν.

他们根本不屑一顾。

κράτιστα δή μοι τῶν παρεστώτων τότε

因此,在当时摆在面前的抉择中,对我而言,最上之策

ἐφαίνετ’ εἶναι προσλαβόντα μητέρα

便是带上我的母亲,

220

ἑκόνθ’ ἑκόντι Ζηνὶ συμπαραστατεῖν.

自愿地去辅佐那同样乐意接纳的宙斯。

ἐμαῖς δὲ βουλαῖς Ταρτάρου μελαμβαθὴς

正是借着我的谋略,塔尔塔罗斯那深黑的

κευθμὼν καλύπτει τὸν παλαιγενῆ Κρόνον

深渊如今笼罩着古老的克洛诺斯

αὐτοῖσι συμμάχοισι. τοιάδ’ ἐξ ἐμοῦ

连同他的同盟军一起。我给予了神明的

ὁ τῶν θεῶν τύραννος ὠφελημένος

僭主如此的协助,

225

κακαῖσι ποιναῖς ταῖσδέ μ’ ἀντημείψατο.

却用这些恶毒的惩罚作为回报。

ἔνεστι γάρ πως τοῦτο τῇ τυραννίδι

因为,僭主政治中不知为何总带有

νόσημα, τοῖς φίλοισι μὴ πεποιθέναι.

这样一种顽疾:即不信任朋友。

ὃ δ’ οὖν ἐρωτᾶτ’, αἰτίαν καθ’ ἥντινα

至于你们所问的,他因何种罪名

αἰκίζεταί με, τοῦτο δὴ σαφηνιῶ.

正在凌虐我,这一点我定会说个明白。

230

ὅπως τάχιστα τὸν πατρῷον ἐς θρόνον

他一坐上父亲的宝座,

καθέζετ’, εὐθὺς δαίμοσιν νέμει γέρα

随即向不同的神明分配了各项特权,

ἄλλοισιν ἄλλα, καὶ διεστοιχίζετο

一一安排,整理着他的

ἀρχήν, βροτῶν δὲ τῶν ταλαιπώρων λόγον

帝国。然而对于那可怜的凡人,他却

οὐκ ἔσχεν οὐδέν’, ἀλλ’ ἀιστώσας γένος

毫无顾念,反而想要将那整个族类

235

τὸ πᾶν ἔχρῃζεν ἄλλο φιτῦσαι νέον.

彻底消灭,并渴望培植出另一个崭新的族群。

καὶ τοισίδ’ οὐδεὶς ἀντέβαινε πλὴν ἐμοῦ.

对此,除了我之外,没有人站出来反对。

ἐγὼ δ’ ἐτόλμησ’· ἐξελυσάμην βροτοὺς

但我敢作敢当;我拯救了凡人,

τὸ μὴ διαρραισθέντας εἰς Ἅιδου μολεῖν.2

免于让他们被摧毁而坠入哈得斯的阴间。

τῷ τοι τοιαῖσδε πημοναῖσι κάμπτομαι,

故此,我被这般的苦难所压弯,

240

πάσχειν μὲν ἀλγειναῖσιν, οἰκτραῖσιν δ’ ἰδεῖν·

承受起来痛苦不堪,目睹起来催人泪下;

θνητοὺς δ’ ἐν οἴκτῳ προθέμενος, τούτου τυχεῖν

我将凡人置于怜悯之中,自己却不被

οὐκ ἠξιώθην αὐτός, ἀλλὰ νηλεῶς

容许获得同等的待遇,反而被如此无情地

ὧδ’ ἐρρύθμισμαι, Ζηνὶ δυσκλεὴς θέα.

加以规训,成了给宙斯看的一个极其不体面的景观。

σιδηρόφρων τε κἀκ πέτρας εἰργασμένος

歌队:那拥有铁石心肠、如磐石般雕成的人,

245

ὅστις, Προμηθεῦ, σοῖσιν οὐ συνασχαλᾷ

普罗米修斯啊,若是不为你的

μόχθοις· ἐγὼ γὰρ οὔτ’ ἂν εἰσιδεῖν τάδε

劳苦感到同哀。因为我本连看都不愿看,

ἔχρῃζον εἰσιδοῦσά τ’ ἠλγύνθην κέαρ.

如今亲眼目睹,我的心也深感痛苦。

καὶ μὴν φίλοις ⟨γ’⟩ ἐλεινὸς εἰσορᾶν ἐγώ.

普罗米修斯:的确,在朋友眼中,我是个令人同情的惨状。

μή πού τι προύβης τῶνδε καὶ περαιτέρω;

歌队:你莫非还做出了比这些更为越轨的事吗?

250

θνητοὺς ἔπαυσα μὴ προδέρκεσθαι μόρον.

普罗米修斯:我让凡人不再预见自己的死期。

τὸ ποῖον εὑρὼν τῆσδε φάρμακον νόσου;

歌队:你找到了什么灵丹妙药来医治这种顽疾?

τυφλὰς ἐν αὐτοῖς ἐλπίδας κατῴκισα.

普罗米修斯:我在他们心中安置了盲目的希望。

μέγ’ ὠφέλημα τοῦτ’ ἐδωρήσω βροτοῖς.

歌队:你确实赐予了凡人一份伟大的恩泽。

πρὸς τοῖσδε μέντοι πῦρ ἐγώ σφιν ὤπασα.

普罗米修斯:不仅如此,我还把火赐予了他们。

255

καὶ νῦν φλογωπὸν πῦρ ἔχουσ’ ἐφήμεροι;

歌队:如今那些朝生暮死的凡人竟然拥有了烈火吗?

ἀφ’ οὗ γε πολλὰς ἐκμαθήσονται τέχνας.

普罗米修斯:是的,凭着火,他们将学会许许多多的技艺。

τοιοῖσδε δή σε Ζεὺς ἐπ’ αἰτιάμασιν

歌队:宙斯正是因这些指控而

αἰκίζεταί τε κοὐδαμῇ χαλᾷ κακῶν.

凌虐你,并且绝不减轻任何苦难。

οὐδ’ ἔστιν ἄθλου τέρμα σοι προκείμενον;

难道在你面前,没有定下任何劳苦的终点吗?

260

οὐκ ἄλλο γ’ οὐδέν, πλὴν ὅταν κείνῳ δοκῇ.

普罗米修斯:除了当他决意如此之外,确实别无他期。

δόξει δὲ πῶς; τίς ἐλπίς; οὐχ ὁρᾷς ὅτι

歌队:但他又怎会同意呢?还有什么希望?你难道看不出

ἥμαρτες; ὡς δ’ ἥμαρτες οὔτ’ ἐμοὶ λέγειν

你犯了错吗?至于你是如何犯错的,我既不愿提及,

καθ’ ἡδονὴν σοί τ’ ἄλγος. ἀλλὰ ταῦτα μὲν

对你而言也是痛苦。不过,让我们先把这些

μεθῶμεν, ἄθλου δ’ ἔκλυσιν ζήτει τινά.

搁在一旁,去寻找某种解脱劳苦的方法吧。

265

ἐλαφρὸν ὅστις πημάτων ἔξω πόδα

普罗米修斯:对于把脚置于灾难之外的人来说,

ἔχει3 παραινεῖν νουθετεῖν τε τὸν κακῶς

劝告并诫勉那些处境

πράσσοντ’· ἐγὼ δὲ ταῦθ’ ἅπαντ’ ἠπιστάμην.

凄惨的人是很容易的;而这些我全都知道。

ἑκὼν ἑκὼν ἥμαρτον, οὐκ ἀρνήσομαι·

我是自愿、自愿犯错的,我不否认;

θνητοῖς ἀρήγων αὐτὸς ηὑρόμην πόνους.

因为救助凡人,我自己却招来了这些苦难。

270

οὐ μήν τι ποιναῖς γ’ ᾠόμην τοίαισί με

然而我绝没有料到,自己会被这般的惩罚

κατισχνανεῖσθαι πρὸς πέτραις πεδαρσίοις,

困在高耸的岩石上枯萎消殒,

τυχόντ’ ἐρήμου τοῦδ’ ἀγείτονος πάγου.

竟然落得在这荒凉无邻的险峰。

καί μοι τὰ μὲν παρόντα μὴ δύρεσθ’ ἄχη,

那么,请不要为我眼前的痛苦悲伤,

πέδοι δὲ βᾶσαι τὰς προσερπούσας τύχας

且请降落到地面,听听那渐近的

275

ἀκούσαθ’, ὡς μάθητε διὰ τέλους τὸ πᾶν.

遭遇,以便你们能够彻底明白这一切。

语法注3 条
  1. 194σπεύδων σπεύδοντι

    同一动词的现在分词主格(形容宙斯)与与格(形容普罗米修斯)并置,强调两者的相互热切与期待。

  2. 238τὸ μὴ... μολεῖν

    在表示阻碍或挽救的动词(ἐξελυσάμην)后,接带否定词 mē 的“tò mē + 不定式”结构,加强了“挽救其不致坠入”的阻止语义。分词 διαρραισθέντας 为宾格,与 βροτούς 一致。

  3. 265ἐλαφρὸν ὅστις... ἔχει

    中性形容词 ἐλαφρόν 作为无人称谓语(意为“是容易的”),不定式 παραινεῖν 作为主语。关系从句 ὅστις... ἔχει 在语义上充当不定式的行为主体。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0085.tlg003.humanitext-grc1:189-275