← 拜占庭的狄奥尼修斯

博斯普鲁斯航行记

§1

海峡风貌与成书缘起及周边地理

作者阐述了博斯普鲁斯海峡在视觉和听觉上的魅力,解释了他撰写本书的动机,并开始概述黑海、梅奥蒂斯湖以及作为两块大陆分界线的塔奈斯河的地理关系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1

ΔΙΟΝΥΣΙΟΥ ΒΥΖΑΝΤΙΟΥ ΑΝΑΠΛΟΥΣ ΒΟΣΠΟΡΟΥ Εἰ μόνην συνέβαινε τοῖς ἀναπλέουσιν εἰς τὸν Εὔξεινον Πόντον καὶ τὸ καλούμενον αὐτοῦ Στόμα τερπνὴν ἅμα καὶ θαυμαστὴν εἶναι τὴν ὄψιν, δυσχερὴς [ἂν] ἦν1 ἄλλως2 ἐπὶ τοῖς ὁρωμένοις ὁ λόγος· ἀπείργαστο γὰρ δὴ τὸ σύμπαν ὑπὸ τῆς ὄψεως ἀξιοθαύμαστον ἑαυτὴν παρεχομένης κατά τε ἐγγύτητα καὶ στενοχωρίαν τοῦ πορθμοῦ καὶ τὴν δι’ ὀλίγου τῆς θαλάττης πρὸς ἀμφοτέραν τὴν ἤπειρον ἐπιμιξίαν [καὶ τὴν] ἀγχιβαθῆ κόλπων καὶ λιμένων ἀνάχυσιν, ὑφ’ ὧν οὐχ ἧττον εὔθηρός ἐστιν ἢ σκεπανή, τοῦ ῥεύματος τὸ μὲν πλέον κατιόντος, ἔστι δὲ ὅτε κατ’ ἐπικράτειαν ἀναστρέφοντος, εἰσιόντων τε τῶν ἀκρωτηρίων τὴν παραγωγὴν παρ’ ἀλλήλων ἀναπτυσσομένων καὶ ἐκ τῆς κατ’ εὐθὺ πορίας ἀναλυόντων3 τοῦ ῥεύματος τὴν βίαν· ἐπεὶ δὲ οὐκ ἐλάττω παρέχεται τῆς ὄψεως τὴν ἀκρόασιν, ἀναγκαῖον ἔδοξέ μοι συγγράψαι περὶ τούτων, ὡς τοῖς μὲν ἰδοῦσι μηδὲν ἐνδέοι τῆς ὁλοκλήρου καὶ τελειοτάτης ἱστορίας, οἱ δὲ μὴ θεασάμενοι τὸ γοῦν ἀκηκοέναι περὶ αὐτῶν ἔχοιεν. Ἀρχὴ δὲ αὐτὴ τοῦ τε λόγου καὶ τῆς τῶν χωρίων φύσεως πέλαγός ἐστιν ὁ Πόντος ὁ Εὔξεινος μεγέθει τῶν ἄλλων πλεῖστον, ὅσα μὴ πρὸς τὴν ἔξω θάλασσαν ἰσώσασθαι.4 Μόνη δὲ ὑπὲρ αὐτὸν ἀνακέχυται λίμνη Μαιῶτις, ἣν μητέρα καὶ τροφὸν τοῦ Πόντου κατεφήμισε λόγος ἐκ παλαιᾶς μνήμης παραδεδομένος. Ταύτης τὸ μὲν περίμετρόν ἐστι δισχιλίων σταδίων, τὸ δὲ πέρας ποταμὸς ὁ Τάναϊς, ὅρος τῶν δυεῖν ἠπείρων.

拜占庭的狄奥尼修斯《博斯普鲁斯航海记》 如果对于航行进入厄克辛海(黑海)及其所谓的“海口”的人们来说,那里的景象仅仅是同时令人愉快和惊叹的话,那么关于所见之物的记述原本会是多余而困难的。因为,由于海峡的临近与狭窄、海水在极短距离内与两块大陆的交汇,以及湾和港口向深处的延伸,整个地方都通过展现其自身景象而被塑造成了值得惊叹的样子。由于这些湾和港口,海峡不仅是丰饶的渔场,也是避风的港湾;此时潮流大部分在下行,但有时在主导力量的作用下会发生倒流,并且随着突出的岬角彼此交错延伸,从而使潮流从直行的路线中减缓了势头。然而,由于该地区所提供的听闻并不亚于其所提供的景象,因此在我看来,撰写关于这些事物的记录是必要的,以便使那些已经见过的人在完整且最完美的历史中不致有所缺失,而使那些未曾亲眼目睹的人至少也能有所听闻。本篇记述以及该地区自然地理的起点是厄克辛海,就其面积而言,除那些可与外海相媲美的海域之外,它是所有其他海域中最大的。在这片海的上方,仅有梅奥蒂斯湖展开,从古老记忆中传下来的传说将其称为黑海的母亲和养育者。该湖的周长为两千斯塔迪翁,其尽头是塔奈斯河,即两块大陆的边界。

语法注4 条
  1. 1εἰ συνέβαινε ... ἂν ἦν

    使用次时态(未完成过去式)且在主句中带有 ἄν 的虚拟条件句,表示与现在事实相反的假设:“如果……(但实际上并非如此),那么将会……”。

  2. 1ἄλλως

    副词 ἄλλως 在此意为“在其他情况下”(即如果景象仅仅是令人愉快的),从反面承接了条件从句的内容。

  3. 1τοῦ ῥεύματος ... ἀναλυόντων

    延续至句末的长大独立属格结构。首先是与 τοῦ ῥεύματος 词尾一致的两个分词 κατιόντος 和 ἀναστρέφοντος 作为主语;接着是与 τῶν ἀκρωτηρίων 一致的分词 εἰσιόντων、ἀναπτυσσομένων 和 ἀναλυόντων,用以说明潮流与海岸地形的相互作用。

  4. 1ὅσα μὴ ... ἰσώσασθαι

    短语 ὅσα μὴ 引导一个限制性从句(意为“除了……之外”),并带不定式 ἰσώσασθαι(使相等),表示限制性或比较性的语气:“除那些可与外海相媲美的之外”。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文无修订urn:cts:greekLit:tlg0083.tlg003.humanitext-grc1:1