← 哈利卡纳苏斯的狄奥尼修斯

论文章结构

§1

致鲁弗斯的题词与词语配列论概要

作者在青年鲁弗斯·梅提利乌斯成年后的首个生日之际,向其题献了切合青年人修习的关于“词语配列”的修辞学论著,允诺来年再作一篇关于“字词选拔”的文章,并概括了本论著将要探讨的核心要点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1

δῶρόν τοι καὶ ἐγώ, τέκνον φίλε, τοῦτο δίδωμι, καθάπερ ἡ παρʼ Ὁμήρῳ φησὶν Ἑλένη ξενίζουσα τὸν Τηλέμαχον, πρώτην ἡμέραν ἄγοντι ταύτην γενέθλιον,1 ἀφʼ οὗ παραγέγονας εἰς ἀνδρὸς ἡλικίαν, ἡδίστην καὶ τιμιωτάτην ἑορτῶν ἐμοί· πλὴν οὔτε χειρῶν δημιούργημα πέμπω σοι τῶν ἐμῶν, ὡς ἐκείνη φησὶ διδοῦσα τῷ μειρακίῳ τὸν πέπλον, οὔτʼ ἐς γάμου μόνον ὥραν, καὶ γαμετῇ χάριν εὔθετον, ἀλλὰ ποίημα μὲν καὶ γέννημα παιδείας καὶ ψυχῆς τῆς ἐμῆς, κτῆμα δὲ τὸ αὐτὸ καὶ χρῆμα πρὸς ἁπάσας τὰς ἐν τῷ βίῳ χρείας ὁπόσαι γίνονται διὰ λόγων ὠφέλιμον, ἀναγκαιότατον ἁπάντων χρημάτων, εἴ τι κἀγὼ τυγχάνω τῶν δεόντων φρονῶν, ἅπασι μὲν ὁμοίως τοῖς ἀσκοῦσι τοὺς πολιτικοὺς λόγους, ἐν ᾗ ποτʼ ἂν ἡλικίᾳ τε καὶ ἕξει τυγχάνωσιν ὄντες· μάλιστα δὲ τοῖς μειρακίοις τε καὶ νεωστὶ τοῦ μαθήματος ἁπτομένοις ὑμῖν, ὦ Ῥοῦφε Μετίλιε πατρὸς ἀγαθοῦ κἀμοὶ τιμιωτάτου φίλων. διττῆς γὰρ οὔσης ἀσκήσεως περὶ πάντας ὡς εἰπεῖν τοὺς λόγους, τῆς περὶ τὰ νοήματα καὶ τῆς περὶ τὰ ὀνόματα, ὧν ἣ μὲν τοῦ πραγματικοῦ τόπου μᾶλλον ἐφάπτεσθαι δόξειεν ἄν, ἣ δὲ τοῦ λεκτικοῦ, καὶ πάντων ὅσοι τοῦ λέγειν εὖ στοχάζονται περὶ ἀμφοτέρας τὰς θεωρίας τοῦ λόγου ταύτας σπουδαζόντων ἐξ ἴσου, ἡ μὲν ἐπὶ τὰ πράγματα καὶ τὴν ἐν τούτοις φρόνησιν ἄγουσα ἡμᾶς ἐπιστήμη βραδεῖά ἐστι καὶ χαλεπὴ νέοις, μᾶλλον δὲ ἀδύνατος εἰς ἀγενείων καὶ μειρακίων πεσεῖν ἡλικίαν· ἀκμαζούσης γὰρ ἤδη συνέσεώς ἐστι καὶ πολιαῖς κατηρτυμένης ἡλικίας οἰκειοτέρα, πολλῇ μὲν ἱστορίᾳ λόγων τε καὶ ἔργων, πολλῇ δὲ πείρᾳ καὶ συμφορᾷ παθῶν οἰκείων τε καὶ ἀλλοτρίων συναυξομένη· τὸ δὲ περὶ τὰς λέξεις φιλόκαλον καὶ ταῖς νεαραῖς πέφυκε συνανθεῖν ἡλικίαις. ἐπτόηται γὰρ ἅπασα νέου ψυχὴ περὶ τὸν τῆς ἑρμηνείας ὡραϊσμόν, ἀλόγους τινὰς καὶ ὥσπερ ἐνθουσιώδεις ἐπὶ τοῦτο λαμβάνουσα τὰς ὁρμάς· οἷς πολλῆς πάνυ καὶ ἔμφρονος δεῖ τῆς πρώτης ἐπιστάσεώς τε καὶ ἀγωγῆς,2 εἰ μέλλουσι μὴ πᾶν ὅ τι κεν ἐπʼ ἀκαιρίμαν γλῶσσαν ἔπος ἔλθῃ λέγειν μηδʼ εἰκῇ συνθήσειν τὰ προστυχόντα ἀλλήλοις, ἀλλʼ ἐκλογῇ τε χρήσεσθαι καθαρῶν ἅμα καὶ γενναίων ὀνομάτων καὶ συνθέσει ταῦτα κοσμήσειν μεμιγμένον ἐχούσῃ τῷ σεμνῷ τὸ ἡδύ. εἰς δὴ τοῦτο τὸ μέρος, ὃ δεῖ πρῶτον νέοις ἀσκεῖσθαι, συμβάλλομαί σοι μέλος εἰς ἔρωτα τὴν περὶ τῆς συνθέσεως τῶν ὀνομάτων πραγματείαν ὀλίγοις μὲν ἐπὶ νοῦν ἐλθοῦσαν, ὅσοι τῶν ἀρχαίων ῥητορικὰς ἢ διαλεκτικὰς συνέγραψαν τέχνας, οὐδενὶ δʼ ἀκριβῶς οὐδʼ ἀποχρώντως μέχρι τοῦ παρόντος ἐξειργασμένην, ὡς ἐγὼ πείθομαι. ἐὰν δʼ ἐγγένηταί μοι σχολή, καὶ περὶ τῆς ἐκλογῆς τῶν ὀνομάτων ἑτέραν ἐξοίσω σοι γραφήν, ἵνα τὸν λεκτικὸν τόπον τελείως ἐξειργασμένον ἔχῃς. ἐκείνην μὲν οὖν τὴν πραγματείαν εἰς νέωτα πάλιν ὥραις ταῖς αὐταῖς προσδέχου θεῶν ἡμᾶς φυλαττόντων ἀσινεῖς τε καὶ ἀνόσους, εἰ δή ποτε ἡμῖν ἄρα τούτου πέπρωται βεβαίως τυχεῖν· νυνὶ δὲ ἣν τὸ δαιμόνιον ἐπὶ νοῦν ἤγαγέ μοι πραγματείαν δέχου. κεφάλαια δʼ αὐτῆς ἐστιν ἃ πρόκειταί μοι δεῖξαι ταῦτα, τίς τε ἐστὶν ἡ τῆς συνθέσεως φύσις καὶ τίνα ἰσχὺν ἔχει, καὶ τίνων στοχάζεται καὶ πῶς αὐτῶν τυγχάνει, καὶ τίνες αἱ γενικώταται αὐτῆς εἰσι διαφοραὶ καὶ τίς ἑκάστης χαρακτὴρ καὶ ποίαν κρατίστην αὐτῶν εἶναι πείθομαι, καὶ ἔτι πρὸς τούτοις, τί ποτʼ ἐστὶ τὸ ποιητικὸν ἐκεῖνο καὶ εὔγλωσσον καὶ μελιχρὸν ἐν ταῖς ἀκοαῖς, ὃ πέφυκε τῇ συνθέσει τῆς πεζῆς λέξεως παρακολουθεῖν, ποιητικῆς τε κατασκευῆς τὸν ἀποίητον ἐκμιμουμένης λόγον καὶ σφόδρα ἐν τῇ μιμήσει κατορθούσης εὖ τί τὸ κράτος3 καὶ διὰ ποίας ἂν ἐπιτηδεύσεως ἐγγένοιτο ἑκάτερον αὐτῶν. τοιαυτὶ μὲν δή τινά ἐστιν ὡς τύπῳ περιλαβεῖν ὑπὲρ ὧν μέλλω λέγειν. ἄρχεται δὲ ἐνθένδʼ ἡ πραγματεία.

“亲爱的孩子,我也将这份礼物赠予你”——正如荷马史诗中的海伦在款待忒勒玛科斯时所言,献给正在度过自成年以来第一个生日的你,这对我而言是最惬意、最尊贵的节日;然而,我送给你的既不是出自我双手的造物,如海伦在将长袍赠予青年时所说的那样,也不是仅用于婚嫁之时并合宜作为新娘妆饰的恩赐,而是我的学养与心灵的产物与结晶,同时既是资产亦是工具,对生活中一切通过言语而产生的需要都有益,倘若我也略知何为恰当之事,那么它对于一切修习政治演说的人,无论他们身处何种年龄与修养,都是一切财产中最不可或缺之物;而对于你们这些初涉此学的青年人来说尤为如此,父亲既贤良、又在我朋友中最受我敬重的鲁弗斯·梅提利乌斯啊。 因为对于几乎所有的言论而言,都存在着双重的训练:关于思想的训练与关于字词的训练,其中前者似乎更多触及实质内容,而后者则触及言辞表达;尽管凡是追求善辩的人都会同等地倾力于言语的这两重观照,但引领我们通往具体事物以及其中的明智的知识,对青年人而言是缓慢而艰难的,或者说根本不可能降临到无须之辈与年轻人的年岁之中。因为这属于已然成熟的理解力,更切合于被白发所浸润的年龄,并在对言行的大量考察,以及对自身与他人际遇和苦难的丰富经验中一同成长;相反,关于字词的审美追求,则生来便与年轻的岁月一同绽放。年轻人的整个心灵都为辞句表达的华美所倾倒,对此产生出某种盲目而如同入迷般的冲动;若他们不想“口中不合时宜地吐出任何偶然浮现的词句”,也不想把碰巧遇到的词汇随意拼凑在一起,而是想运用纯正且高贵的字词选拔,并以庄重融合悦耳的结构来装饰它们,那么他们便极度需要十分审慎的初步监督与引导。因此,针对青年人首先应当训练的这一部分,我如“献上一曲相助你的所爱”一般,为你呈上这部关于词语配列的论著;在撰写修辞学或辩证学著作的古人中,极少有人想到这一论题,而且正如我所深信的,迄今为止尚无一人曾精确而充分地将其探究透彻。如果我有闲暇,我还会为你撰写另一部关于选词的著作,使你能够拥有已被完全探究透彻的言辞领域。因此,若神明保佑我们平安且免于疾病,若我们确实注定能坚实地获得这一机缘,你大可在明年的同一时节期盼那部论著;而眼下,且请接受神圣力量置于我心中的这部论著。 我打算在此阐明的主要论点如下:配列的本性是什么,它具有何种力量,它追求何种目标以及如何达成这些目标,它最普遍的分类是什么,每种分类具有何种风格特征,以及我确信其中哪一种为最佳;此外,伴随散文配列而生、在听觉上显得具有诗意、流利且甘美如蜜的特质究竟是什么,而当诗性结构模仿未经雕琢的日常话语并在模仿中大获成功时,其力量又究竟是什么,以及二者通过何种训练方可产生。我要讲述的内容,大体轮廓便如上述这般。论著自此展开。

语法注3 条
  1. 1πρώτην ἡμέραν ἄγοντι ταύτην γενέθλιον

    与格分词 ἄγοντι 与主句中隐含的第二人称间接宾语(“向你”)相一致。ταύτην 与 γενέθλιον 均修饰或同格限定 πρώτην ἡμέραν,表示“作为正在度过这(成年以来的)第一个生日的人”。

  2. 1οἷς πολλῆς πάνυ καὶ ἔμφρονος δεῖ τῆς πρώτης ἐπιστάσεώς τε καὶ ἀγωγῆς

    非人称动词 δεῖ 支配所需之物的属格(πολλῆς πάνυ καὶ ἔμφρονος ... τῆς πρώτης ἐπιστάσεώς τε καὶ ἀγωγῆς),而需要的主体(先行词青年人们)则由关系代词与格 οἷς 表示。

  3. 1ποιητικῆς τε κατασκευῆς τὸν ἀποίητον ἐκμιμουμένης λόγον καὶ σφόδρα ἐν τῇ μιμήσει κατορθούσης εὖ τί τὸ κράτος

    疑问代词 τί 是由 κεφάλαια 引出的间接疑问句的主语,与谓语名词 τὸ κράτος 结合构成“其力量究竟为何”。前面的 ποιητικῆς τε κατασκευῆς ... κατορθούσης 构成属格绝对分词短语,表示背景或条件(“当诗性结构模仿质朴话语并在模仿中大获成功时”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0081.tlg012.humanitext-grc2:1