← 阿利安

对抗阿拉尼人的阵式

§1-11

针对阿兰人战役中军队的行军序列

规定了针对阿兰人战役中罗马军队的行军序列,详细说明了各部队的配置以及抵达目的地后设营和警戒的指令。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1

ἡγεῖσθαι1 μὲν τῆς πάσης στρατιᾶς τοὺς κατασκόπους ἱππέας ἐπὶ δυοῖν τεταγμένους σὺν τῷ οἰκείῳ ἡγεμόνι. ἐπὶ τούτοις δὲ τοὺς ἱπποτοξότας τοὺς Πετραίους, καὶ τούτους ἐπὶ δυοῖν. ἀγόντων2 δὲ αὐτοὺς οἱ δεκάδαρχοι. ἐπὶ δὲ τούτοις ἐπιτετάχθων οἱ ἀπὸ τῆς ἴλης ᾗτινι Αὐριανοὶ ὄνομα. συντετάχθων δὲ αὐτοῖς οἱ τῆς σπείρας τῆς τετάρτης τῶν Ῥαιτῶν, ἧς ἄρχων Δάφνης Κορίνθιος, ἐπὶ τούτοις δὲ οἱ ἀπὸ τῆς ἴλης ᾗ ὄνομα Κολῶνες. συντετάχθων δὲ αὐτοῖς Ἰτουραῖοι καὶ Κυρηναῖοι καὶ οἱ ἀπὸ τῆς πρώτης Ῥαιτικῆς.

首先,侦察骑兵应与各自的长官一起,排成两列纵队,引领全军。在他们之后是佩特拉的骑马弓兵,他们也排成两列。十夫长们应带领他们。在他们之后,应配置被称为奥里亚尼的骑兵大队的士兵。与他们一起,应整队由科林斯人达普内斯所指挥的莱提亚人第四步兵大队的士兵;在他们之后,应配置被称为科洛内斯的骑兵大队的士兵。与他们一起,伊图利亚人、昔兰尼人以及第一莱提亚步兵大队的士兵也应整队。

§2

συμπάντων δὲ τούτων ἀρχέτω Δημήτριος. ἐπὶ τούτοις δὲ οἱ Κελτοὶ ἱππῆς, καὶ οὗτοι ἐπὶ δυοῖν, καὶ τούτων ἡγείσθω ἑκατόνταρχος, ὥσπερ ἐπὶ στρατοπέδου.

所有这些人都应由德米特里乌斯指挥。在他们之后是凯尔特人骑兵,他们也排成两列,并由一名百夫长带领他们,正如在军营中一样。

§3

πεζοὶ δὲ ἐπὶ τούτοις τετάχθων, τὰ σημεῖα ἀνατεταμένα πρὸ σφῶν ἔχοντες, οἵ τε Ἰταλοὶ καὶ Κυρηναίων οἱ παρόντες. πάντων δὲ ἡγείσθω Πούλχερ, ὅσπερ ἄρχει τοῖς Ἰταλοῖς. Βοσπορανοὶ δὲ ἐπὶ τούτοις πεζοὶ ἰόντων, ἡγεμόνα παρεχόμενοι Λαμπροκλέα, καὶ οἱ Νομάδες ἐπὶ τούτοις ὑποτεταγμένοι Οὐήρῳ τῷ σφετέρῳ ἄρχοντι.

步兵应在他们之后配置,在自己前方高举军旗,即意大利人和在场的昔兰尼人。所有人应由指挥意大利人的普尔赫带领。在他们之后,博斯普鲁斯人的步兵应前进,由兰普罗克勒斯担任指挥官;在他们之后,游牧民步兵应在他们自己的长官维鲁斯的手下听令。

§4

ἡ τάξις δὲ ἔστω ἐς ὁπλίτας τέσσαρας.3 αὐτῶν δὲ τούτων ὅσοι τοξόται ἡγείσθων. τὰς δὲ πλευρὰς τῆς τάξεως φυλασσόντων ἑκατέρωθεν οἱ ἱππεῖς οἱ Ἀκεῖοι. ἐπὶ δὲ τούτοις οἱ ἐπίλεκτοι ἱππεῖς ἰόντων, καὶ ἐπὶ τούτοις οἱ ἀπὸ τῆς φάλαγγος ἱππῆς, ἔπειτα οἱ καταπέλται, ἔπειτα τὸ σημεῖον τῆς πεντεκαιδεκάτης φάλαγγος, καὶ ἀμφʼ αὐτῷ ὁ ἡγεμὼν τῆς φάλαγγος Οὐάλης, καὶ ὁ ὕπαρχος καὶ οἱ χιλίαρχοι οἷς τέτακται, καὶ οἱ ἑκατόνταρχοι οἱ τῆς πρώτης σπείρας ἐπιστάται. πρὸ δὲ τοῦ σημείου αὖ τῶν πεζῶν οἱ ἀκοντισταὶ τετάχθων. αὐτοὺς δὲ τοὺς πεζοὺς ἐπὶ τεσσάρων τεταγμένους ἰέναι.

队形应为四名重装步兵的纵深。在他们之中,凡是弓兵的,应在前面引领。队形的两侧应由阿凯伊骑兵从左右两边守卫。在他们之后,选拔骑兵应前进,在他们之后是军团所属的骑兵,接着是弩炮部队,接着是第十五军团的军旗,在军旗周围是该军团的长官瓦伦斯、副官、受命的千夫长们,以及管理第一步兵大队的百夫长们。在步兵军旗的前方,投枪兵应配置。步兵自己则应排成四列前进。

§6

ἐπὶ δὲ τῇ πεντεκαιδεκάτῃ φάλαγγι τετάχθω τὸ σημεῖον τῆς δωδεκάτης φάλαγγος, καὶ χιλίαρχοι ἀμφʼ αὐτῷ καὶ ἑκατόνταρχοι. ἐπὶ τεσσάρων ὡσαύτως καὶ ἥδε ἡ φάλαγξ ἴτω τεταγμένη.

在第十五军团之后,第十二军团的军旗以及其周围的千夫长们和百夫长们应配置。这一军团也应同样排成四列前进。

§7

ἐπὶ δὲ τῷ ὁπλιτικῷ τετάχθω τὸ συμμαχικόν, οἵ τε ἀπὸ τῆς σμικρᾶς Ἀρμενίας καὶ Τραπεζουντίων, οἱ ὁπλῖται καὶ οἱ Κόλχοι καὶ Ῥιζιανοὶ οἱ λογχοφόροι. ἐπιτετάχθων δὲ αὐτοῖς οἱ Ἀπλανοὶ πεζοί. παντὸς δὲ τοῦ συμμαχικοῦ ἡγεμὼν ἔστω Σεκουνδῖνος, ὅσπερ τῶν Ἀπλανῶν ἡγεῖται.

在重装步兵部队之后,同盟军应配置:即来自小亚美尼亚和特拉布宗的重装步兵、科尔基斯人以及持长枪的里泽人。在他们之后,阿普拉尼人步兵应配置。同盟军全体的指挥官应为指挥阿普拉尼人的塞昆迪努斯。

§8

ἐπὶ τούτοις δὲ τὰ σκευοφόρα ἑπέσθω. οὐραγείτω δὲ ἡ ἴλη τῶν Γετῶν καὶ ὁ ταύτης ἴλαρχος.

在他们之后,辎重队应跟随。盖塔人的骑兵大队和该队的大队长应殿后。

§9

τὰς πλευρὰς δὲ τοῦ πεζικοῦ κοσμούντων μὲν ἑκατόνταρχοι καὶ οἱ ἐπὶ τῷδε τεταγμένοι, φυλακῆς δὲ ἕνεκα ἴλη ἡ Ἀλλακτικὴ παριππευέτω ἐπὶ ἕνα στοῖχον ἑκατέρωθεν τεταγμένη, καὶ οἱ τῶν Ἰταλῶν ἱππῆς. ὁ δὲ ἴλαρχος αὐτῶν ἐπιφοιτάτω ταῖς πλευραῖς.

步兵部队的两侧应由百夫长和为此任命的人整顿,为了守卫,阿拉克提卡骑兵大队应排成一列纵队在左右两侧并肩骑行,意大利人的骑兵也应如此。他们的骑兵大队长应巡视两侧。

§10

ὁ δὲ ἡγεμὼν τῆς πάσης στρατιᾶς Ξενοφῶν τὸ πολὺ μὲν πρὸ τῶν σημείων τῶν πεζικῶν ἡγείσθω, ἐπιφοιτάτω δὲ πάσῃ τῇ τάξει, καὶ ἐπισκοπείτω ὅπως τεταγμένοι ἰᾶσι, καὶ τοὺς μὲν ἀτακτοῦντας ἐς τάξιν ἐπαναγέτω, τοὺς δὲ ἐν κόσμῳ ἰόντας ἐπαινείτω. οὕτω μὲν τεταγμένους ἰέναι.

全军的总指挥官色诺芬大部分时间应在步兵军旗的前方引领,他应巡视整个队形,监察他们如何整队前进,将那些混乱者带回队列,并赞扬那些整然前进的人。他们应如此整队前进。

§11

ἐλθόντας4 δὲ ἐς τὸ ἀποδεδειγμένον χωρίον, τὴν μὲν ἵππον πᾶσαν περιστῆσαι ἐν κύκλῳ ἐς τετράγωνον τάξιν, τοὺς κατασκόπους δὲ πέμψαι ἐς τὰ ὑπερδέξια χωρία σκοπῆς ἕνεκα τῶν πολεμίων. ἐνταῦθα δὲ ἀπὸ σημείου ὁπλίζεσθαι σιγῇ, ὁπλισαμένους δὲ ἐς τάξιν καθίστασθαι.

当到达指定的地点后,应将所有骑兵在周围布置成四角形队形,并将侦察兵派往高处以侦察敌人。在那里,根据信号在静默中武装,武装完毕后应列队就位。

语法注4 条
  1. 1ἡγεῖσθαι

    不定式 ἡγεῖσθαι(以及 §4 与 §10 中的 ἰέναι、§11 中的 περιστῆσαι 等不定式)被用作“命令性不定式”,这在军事条令中非常典型,用以表达命令语气。

  2. 1ἀγόντων

    带有 -ντων 词尾(在雅典方言中常见)的第三人称复数现在主动命令式。主语是其后的 οἱ δεκάδαρχοι(十夫长们)。

  3. 4ἐς ὁπλίτας τέσσαρας

    介词 ἐς 搭配宾格,表示战术队形的纵深,意为“四名重装步兵的厚度(排成四列)”。

  4. 11ἐλθόντας

    阳性复数宾格的不定过去时主动分词。它在性、数、格上与随后的命令性不定式(如 περιστῆσαι、πέμψαι 等)所假设的宾格主语(即士兵们)相一致。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0074.tlg006.humanitext-grc2:1-11