- 底本
- Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg005.humanitext-grc2:31.1-31.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
文中阐述了口令中应先发细则再发通用指令以防歧义的原则,并援引荷马史诗论证行军作战时全军肃静的极端重要性。
τε καὶ σαφέστατα ποιεῖσθαι. ἔστα δὲ τοῦτο,1 εἰ ὅσα ἂν ἀμφιβόλως δέξασθαι δυνατοὶ ὦσιν οἱ στρατιῶται, ταῦτα φυλασσόμεθα.
并且做得尽可能最为明确。若我们防范士兵可能产生歧义理解的一切号令,便能做到这一点。
αὐτίκα εἰ κλῖνον λέγοις προστιθεὶς τὸ ἐπὶ δόρυ ἢ ἐπʼ ἀσπίδα, οἱ ὀξέως κατακούειν εἰθισμένοι τῶν παραγγελμάτων ἄλλοι ἄλλο δεξάμενοι ἔπραξαν.2 οὔκουν ὧδε χρὴ λέγειν κλῖνον ἐπὶ δόρυ ἢ κλῖνον ἐπʼ ἀσπίδα, ἀλλʼ ἀναστρέψαντα3 ἐπὶ δόρυ κλῖνον ἤ ἐπʼ ἀσπίδα κλῖνον· οὕτω γὰρ σύμπαντες τὸ αὐτὸ ἀκούσονταί τε καὶ δράσουσιν.
例如,若你说“转动”,随后才加上“朝向矛侧”或“朝向盾侧”,那些习惯敏捷遵从命令的人,就会各执一解地付诸行动。因此决不可这样说“向矛侧转动”或“向盾侧转动”,而当颠倒次序说“朝矛侧,转动!”或“朝盾侧,转动!”;因为如此一来,全军将听闻同一指示,并采取同一行动。
οὔκουν οὐδὲ μεταβαλοῦ ἢ ἐξέλιξον χρὴ παραγγέλλειν· ταῦτα γὰρ τοῦ γένους τὴν πρᾶξιν δηλοῦντα ἐπὶ διάφορα ἔργα ἄξει τοὺς ἀκούοντας. ἀλλὰ τὰ εἴδη γὰρ προτακτέον πρὸ τῶν γενῶν, οἷον ἐπὶ δόρυ μεταβαλοῦ ἢ ἐπʼ ἀσπίδα.
因此,也不应单下令“回转!”或“折返逆行!”;因为这些号令仅表明属类动作,会使闻者做出互异之举。应当将种置于属之前,例如“朝矛侧,回转!”或“朝盾侧,回转!”。
καὶ αὖ ὧδε ἐροῦμεν τὸν Λάκωνα ἐξέλισσε, ἢ τὸν χόριον, ἢ τὸν Μακεδόνα. εἰ δὲ μὴ προσθεὶς ὅντινα, αὐτὸ μόνον ἐξέλισσε φαίης, ἄλλοι ἐπʼ ἄλλον ἐξελιγμὸν ἥξουσιν.
此外,我们亦当如此表述:“行拉哥尼亚式折返”,或“合唱队式”,或“马其顿式”。若不加指明具体哪种,仅说“折返”,他们便会各行不同的折返方式。
οὐδὲν δὲ ὡσαύτως ἀγαθὸν ἔν τε πορείαις καὶ ἐν μάχαις ὡς σιγὴ τοῦ παντὸς στρατεύματος. καὶ τοῦτό γε καὶ Ὅμηρος ἐν τῇ ποιήσει ἐδήλωσεν· περὶ μὲν γὰρ τῶν ἡγεμόνων τῶν Ἑλλήνων φησίν "κέλευε δὲ οἷσιν ἕκαστος ἡγεμόνων" περὶ δὲ τῆς στρατιᾶς "οἱ δʼ ἄλλοι ἀκὴν ἴσαν ʽοὐδέ κε φαίης τόσσον λαὸν ἕπεσθαι ἔχοντʼ ἐν στήθεσιν αὐδήν’ σιγῇ δειδιότες σημάντορας." τῶν δὲ δὴ βαρβάρων τὴν ἀταξίαν δηλῶσαι ἐθελήσας, κλαγγῇ καὶ ἐνοπῇ φησὶν ἰέναι τοὺς Τρῶας ἴσα καὶ ὄρνιθας.4 καὶ αὖ ἐν ἄλλοις ἔπεσι "τῶν δʼ ὥστʼ ὀρνίθων πετεηνῶν" φησίν "ἔθνεα πολλά, χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων." καὶ ἐπεξελθὼν τῶν ὀρνίθων τὸν θόρυβον "ὣς Τρώων ἀλαλητός" φησίν "ἀνὰ στρατὸν εὐρὺν ὀρώρει· οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος οὐδʼ ἴα γῆρυς." ὑπὲρ δὲ τῶν Ἑλλήνων "οἳ δʼ ἄρʼ ἴσαν σιγῇ" φησίν "μένεα πνείοντες Ἀχαιοί, ἐν θυμῷ μεμαῶτες ἀλεξέμεν ἀλλήλοισιν." οὕτω γὰρ οἱ μὲν ἡγεμόνες ὀξέως παραγγελοῦσιν, ἡ δὲ στρατιὰ ὀξέως δέξεται τὰ ἐνδιδόμενα.
而在行军与交锋之中,莫有如全军肃静那般大有裨益者。这一点荷马在诗中亦曾指明;盖关于希腊诸将,他写道: “各将领号令本部,”关于大军,则写道: “余众皆寂静而行(你绝不会说如此众军随行而胸怀语声),肃穆敬畏号令官。” 然而为了表明蛮族之散漫无序,他写道特洛伊人如鸟雀般喧嚣呼喊而行。又在另几行诗中: “如若双翼飞鸟,”他写道,“诸般繁类,或雁或鹤或长颈之天鹅,”并在细述鸟群之嘈杂后写道: “特洛伊人喧嚣之声,”他写道,“遂于宽广全军腾起;盖非全军同声,亦非言语划一。” 至于希腊兵众,他则写道: “而他们肃然前行,”他写道,“阿开奥斯人意气昂扬,心中切盼彼此相援。” 因为唯有如此,统帅方能迅捷发令,士卒亦能迅捷遵从所授指令。
- 31.1ἔστα δὲ τοῦτο
ἔστα 为抄本体现的形式,通常被视为将来时直陈式 ἔσται(“这将会实现”)的讹写。此处作为主句的结论(结句),承接下文的条件从句。
- 31.2ἄλλοι ἄλλο δεξάμενοι ἔπραξαν
希腊语特有的并列分配结构(ἄλλοι ἄλλο,“有人这样理解,有人那样理解”)。不定过去时 ἔπραξαν 在此用作格言式不定过去时(gnomic aorist),表示条件成就时必然发生的一般性结果。
- 31.2ἀλλʼ ἀναστρέψαντα
该阳性单数宾格分词用作取决于 χρή 的不定式结构中被省略的主语(发令者)的修饰成分,意为“(发令者)颠倒词序之后(再说……)”。
- 31.5ἴσα καὶ ὄρνιθας
ἴσα 为副词性中性复数宾格,意为“如同/一样”,与 καί 连用引出比较对象 ὄρνιθας(与不定式 ἰέναι 的主语呼应),用来比喻行军时的吵嚷形态。
