- 底本
- Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg005.humanitext-grc2:25.1-25.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节阐述方阵加倍的类别(按横列或纵深,以及按人数或空间),给出了具体的插入、展开操作与复原口令。随后分析了临敌加倍的危险性及其战术目的(实施包抄或防止被包抄),并说明了通过奇偶小队交替编入以加倍纵深的方法。
διπλασιασμῶν δὲ δισσὰ γένη τυγχάνει ὄντα, ἤτοι κατὰ ζυγὰ ἢ κατὰ βάθος. καὶ τούτων ἕκαστον ἢ τῷ ἀριθμῷ διπλασιάζεται ἢ τῷ τόπῳ. ἀριθμῷ μέν, εἰ ἀντὶ χιλίων εἴκοσι τεσσάρων τὸ μῆκος δισχιλίων τεσσαράκοντα ὀκτὼ ποιήσαιμεν, τὸν τόπον τὸν αὐτὸν ἐπεχούσης τῆς πάσης φάλαγγος.
加倍恰巧有两种形式:或按横列,或按纵深。而其中的每一种,要么按人数加倍,要么按空间加倍。按人数而言,例如在整个方阵占据相同空间的情况下,若我们使正面宽度由一千零二十四人变为两千零四十八人。
γίγνεται δὲ τοῦτο, παρεμβαλλόντων ἡμῶν ἐς τὰ μεταξὺ τῶν ὁπλιτῶν τοὺς ἐν τῷ βάθει ἐπιστάτας. καὶ οὕτω πυκνοῦται ἡμῖν τὸ μέτωπον τῆς φάλαγγος. ἀποκαταστῆσαι δὲ ἐπειδὰν βουληθῶμεν, παραγγελοῦμεν ὧδε· ὁ ἐς τὸ μῆκος ἐντεταγμένος, ἐπάνιθι ἐς τάξιν.
当我们将纵深中的后列步兵插入重装步兵之间的空隙时,便实现了这一点。如此,我们的方阵正面变得密集。当我们想要恢复原状时,我们将如此下令:“已被编入宽度者,归入原队!”
εἰ δὲ καὶ τῷ τόπῳ διπλασιάσαι ἐθέλοιμεν τὸ μῆκος, ὡς ἀντὶ σταδίων πέντε ἐς δέκα ἐκτεῖναι τὴν τάξιν, τοὺς ἐκ τοῦ βάθους παρεμβληθέντας ἐς τὸ κατὰ μῆκος μέσον τῶν ὁπλιτῶν διάστημα ἐπὶ τὰ δεξιὰ κελεύσομεν ἐξελίσσεσθαι, τοὺς δὲ λοιποὺς καὶ ἡμίσεας αὐτῶν ἐπὶ τὰ εὐώνυμα, ἀπὸ τῶν πρὸς τοῖς κέρασι δευτέρων λόχων ἀρχόμενοι,1 καὶ οὕτω διπλάσιον ἐφέξει χῶρον ἡ πᾶσα τάξις.
但若我们亦欲在空间上将宽度加倍,例如将队形由五斯塔德延展至十斯塔德,我们将自邻近两翼的第二小队开始,命令从纵深插入重装步兵横向中间间隙的人员向右展开折返,其余半数人员则向左展开,如此整个队形将占据两倍的空间。
ἀποκαταστῆσαι δὲ ἐπειδὰν βουληθῶμεν, παραγγελοῦμεν αὖ ἐξελίσσειν τοὺς κατὰ τὰ κέρατα τεταγμένους ἐς οὕστινας πρότερον εἶχον τόπους. οὐ πάνυ δὲ ὠφέλιμοι οἱ διπλασιασμοὶ ἐγγὺς ὄντων πολεμίων, ὅτι ταραχῆς τε τοῦ ἡμετέρου στρατεύματος δόξαν παρέξουσιν ἐκείνοις, καὶ αὐτὸ τὸ στράτευμα ἐν τῇ μετακινήσει ἀσθενέστερον ἅμα καὶ ἀτακτότερον καθιστᾶσιν. ἀλλὰ τοὺς ψιλοὺς ἐπεκτείνειν ἄμεινον καὶ τοὺς ἱππέας, ὡς τὴν ἐκ τοῦ διπλασιασμοῦ ἔκπληξιν ἄνευ κινήσεως τῆς πεζικῆς φάλαγγος τοῖς πολεμίοις ἐμποιῆσαι. γίγνεται δὲ τὸ διπλασιάζειν ἀναγκαῖον, ἢ ὑπερφαλαγγῆσαι ἡμῶν ἐθελησάντων2 ὑπὲρ τὸ τῶν πολεμίων κέρας, ἢ κωλῦσαι ὑπερφαλαγγῆσαι ἐκείνους.
当我们想要恢复原状时,我们将再次命令列于两翼的人员折返至他们先前所占的位置。当敌人临近时,加倍绝非有益,因为这会给敌方以我军混乱的印象,并在调动过程中使军队本身同时变得较弱且较为混乱。然而,延展轻步兵与骑兵更为适宜,以便在不移动步兵方阵的情况下,使敌人感受到因加倍而产生的震撼。但实施加倍确有必要之时,或是当我们欲在敌军侧翼之外实施包抄,或是为了阻止敌方实施包抄。
τὸ βάθος δὲ διπλασιάζεται, εἰ ὁ δεύτερος λόχος τῷ πρώτῳ ἐπιταχθείη, ὥστε τὸν τοῦ δευτέρου λόχου λοχαγὸν ἐπιστάτην τοῦ πρώτου λοχαγοῦ γενέσθαι, τὸν δʼ ἐπιστάτην τὸν πρῶτον τοῦ ἐκείνου ἐπιστάτου ἐπιστάτην γενέσθαι·3 οὕτω γὰρ ὁ μὲν πρόσθεν πρῶτος ὢν τοῦ δευτέρου λόχου δεύτερός ἐστι τοῦ πρώτου λόχου, ὁ δὲ δεύτερος ἐν τῷ δευτέρῳ τέταρτος τοῦ πρώτου, καὶ ὡσαύτως ἐφεξῆς, ἔστʼ ἂν ἅπας ὁ δεύτερος λόχος κατὰ τὸν πρῶτον ἐπʼ εὐθείας ἐναλλὰξ ἐνταχθῇ ἐς βάθος. οὕτω γάρ τοι καὶ ὁ τέταρτος λόχος τὸν τρίτον βαθυνεῖ, συνταχθεὶς αὐτῷ, καὶ ἁπλῶς οἱ ἄρτιοι ἐς τοὺς περισσοὺς ἐνταχθήσονται.
纵深加倍的情况则是:若第二小队被配属于第一小队之后,以致第二小队的小队长成为第一小队长的后继者,而其后的第一位随从则成为该人随从的后继者。如此,原先为第二小队之首者即成为第一小队的第二人,第二小队中的第二人成为第一小队的第四人,其余亦依序类推,直至整个第二小队沿第一小队在直线上交替编入纵深。以此方式,第四小队与第三小队组合亦加深第三小队,简言之,偶数小队皆将被编入奇数小队之中。
οὐ χαλεπὸν δὲ γνῶναι, ὅπως καὶ αὐτοῦ τοῦ κατὰ βάθος χωρίου διπλασιασμὸς ἔσται, καὶ ἡ ἀπὸ τοῦδε ἀποκατάστασις.
至于纵深空间本身的加倍以及由此而来的恢复原状将如何进行,亦不难理解。
- 25.5ἀπὸ τῶν πρὸς τοῖς κέρασι δευτέρων λόχων ἀρχόμενοι
现在分词 ἀρχόμενοι(阳性主格复数)与支配动词 κελεύσομεν(第一人称复数)中未明言的主语一致。该分词短语作状语,表示指挥部署的起始次序,即“(我们)自靠近两翼的第二小队开始”。
- 25.8γίγνεται δὲ τὸ διπλασιάζειν ἀναγκαῖον, ἢ ὑπερφαλαγγῆσαι ἡμῶν ἐθελησάντων
带冠词的不定式 τὸ διπλασιάζειν 充当句子主语,ἀναγκαῖον 为表语形容词。随后的 ἢ ὑπερφαλαγγῆσαι ἡμῶν ἐθελησάντων ... ἢ κωλῦσαι 由属格独立结构(ἡμῶν ἐθελησάντων 支配不定式补足语 ὑπερφαλαγγῆσαι 与 κωλῦσαι)及选择连接词(ἤ... ἤ)构成,表示必须实施加倍的两种备选战术条件。
- 25.10τὸν δʼ ἐπιστάτην τὸν πρῶτον τοῦ ἐκείνου ἐπιστάτου ἐπιστάτην γενέσθαι
此句为承接由 ὥστε 引导的结果从句的“对格加不定式”结构。对格主语为 τὸν δʼ ἐπιστάτην τὸν πρῶτον(“第二小队的第一位后列随从”),表语对格名词 ἐπιστάτην 由属格短语 τοῦ ἐκείνου ἐπιστάτου(“那人[即第一小队长]之后继者的”)所修饰,精确表达了奇偶两队交错嵌入时兵员位置的相对对应关系。
