← 阿利安

战术

§21.1-21.5

步兵转向与部队轮转动作

阐释步兵个人的基本动作转向(向矛方与向盾方)及掉头,并进一步具体说明部队整体以轴心为基准进行的轮转、复位轮转、全轮转、反向全轮转及纵列对齐等机动动作。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§21.1

κλίσις μὲν δή ἐστιν ἡ κατʼ ἄνδρα κίνησις, καὶ τῆς κλίσεως ἐπὶ δόρυ μὲν καλεῖται ἡ ἐς τὰ δεξιά, ἵναπερ τὸ δόρυ ἐστὶ τῷ ὁπλίτῃ, ἐπʼ ἀσπίδα δὲ ἡ ἐπὶ τὰ λαιά, ἵνα φέρει τὴν ἀσπίδα.

转向是士兵个人的机动;在转向中,被称为“向矛”的是向右的那种,这正是重步兵执矛的一侧;而〔被称为〕“向盾”的则是向左的那种,这是他携盾的一侧。

§21.2

καὶ εἰ μὲν ἁπλῆ ἡ κλίσις, ἐς τὰ πλάγια μόνον παράγει τὴν ὄψιν· εἰ δὲ διπλῆ γίγνοιτο, ἀποστρέφει τὴν ὄψιν ἐς τὸ κατόπιν. τουτὶ δὲ ἤδη μεταβολὴ καλεῖται.

如果转向是单次的,它仅将视线引向侧面;但若是双重转向,则将视线转向后方。而这便已被称作掉头。

§21.3

ἐπιστροφὴ δέ ἐστιν, ἐπειδὰν τὸ πᾶν σύνταγμα πυκνώσαντες κατὰ παραστάτην καὶ ἐπιστάτην καθάπερ ἑνὸς ἀνδρὸς σῶμα ἐπὶ δόρυ ἢ ἐπʼ ἀσπίδα ἐγκλίνωμεν,1 καθάπερ ἐπὶ κέντρῳ τῷ λοχαγῷ παντὸς τοῦ τάγματος περιελιχθέντος,2 καὶ μεταλαβόντος τόπον μὲν τὸν ἔμπροσθεν, ἐπιφάνειαν δὲ τὴν ἐκ δεξιῶν, διαμενόντων ἑκάστῳ τῶν τε ἐπιστατῶν καὶ παραστατῶν.3

轮转是指,当我们把整个方阵按照并列者与前后随从者紧密靠拢、犹如单单一人的身体那样向矛或向盾的一侧倾斜时所作的动作,就仿佛整个大队以队长为轴心进行回转,占据了前方的空间以及右侧的立面,同时对每个人而言其前后随从者与并列者均保持不变。

§21.4

ἀναστροφὴ δέ ἐστιν ἡ ἀποκατάστασις τῆς ἐπιστροφῆς ἐς τὴν προτέραν χώραν. περισπασμὸς δὲ καλεῖται ἡ ἐκ δυοῖν ἐπιστροφαῖν τοῦ τάγματος κίνησις, ὡς μεταλαβεῖν τὸν ὀπίσω τόπον·

复位轮转是指将轮转恢复到先前的阵位。全轮转是指大队通过两次轮转而进行的运动,以便占据后方的空间。

§21.5

ἐκπερισπασμὸς δὲ ἡ ἐκ τριῶν ἐπιστροφῶν συνεχῶν τοῦ παντὸς κίνησις, ὡς μεταλαβεῖν, εἰ μὲν ἐπὶ δόρυ γίγνοιτο, τὴν ἐξ ἀριστερῶν ἐπιφάνειαν, εἰ δὲ ἐπʼ ἀσπίδα, τὴν ἐκ δεξιῶν. στοιχεῖν δὲ λέγεται τὸ ἐπʼ εὐθείας ἰέναι τῷ λοχαγῷ

反向全轮转则是全军通过连续三次轮转所作的运动,以便在向矛进行时占据左侧立面,在向盾进行时则占据右侧立面。纵列对齐则是指与队长成一直线行进。

语法注3 条
  1. 21.3ἐπιστροφὴ δέ ἐστιν, ἐπειδὰν τὸ πᾶν σύνταγμα πυκνώσαντες κατὰ παραστάτην καὶ ἐπιστάτην καθάπερ ἑνὸς ἀνδρὸς σῶμα ἐπὶ δόρυ ἢ ἐπʼ ἀσπίδα ἐγκλίνωμεν

    在ἐπιστροφή(轮转)的定义中,表语部分采用了ἐπειδὰν ... ἐγκλίνωμεν的时间条件从句结构。作者没有使用名词性的表语,而是以带虚拟语气的从句直接描绘该机动发生的具体动作条件。

  2. 21.3καθάπερ ἐπὶ κέντρῳ τῷ λοχαγῷ παντὸς τοῦ τάγματος περιελιχθέντος

    由比况连词 καθάπερ 引导的独立属格结构(παντὸς τοῦ τάγματος περιελιχθέντος)。介词短语 ἐπὶ κέντρῳ τῷ λοχαγῷ 意为“以作为轴心的队长为基准”,其中 τῷ λοχαγῷ 与 κέντρῳ 形成同格与格。

  3. 21.3διαμενόντων ἑκάστῳ τῶν τε ἐπιστατῶν καὶ παραστατῶν

    由分词 διαμενόντων 及其逻辑主语 τῶν τε ἐπιστατῶν καὶ παραστατῶν 构成的独立属格结构。ἑκάστῳ 为关涉与格(对每人而言),表明在轮转过程中,各兵士前后的伴随者与并列者的相对间距与编组位置均保持不变。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0074.tlg005.humanitext-grc2:21.1-21.5