← 阿利安

战术

§18.1-18.4

骑兵总人数与从伊勒到埃皮塔格马的编制体系

作者规定了全军骑兵的总人数(4096骑),并按逐级倍增的关系详细阐述了从伊勒(64骑)到埃皮塔格马(4096骑)的骑兵编制体系及各级兵额。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§18.1

εἰ τοίνυν ὁ ἀριθμὸς εἴη τῶν ἱππέων ἐς ὅσον ὑπεθέμεθα, ἀποδεόντων τῶν τε ὁπλιτῶν καὶ τοῦ τῶν ψιλῶν πλήθους,1 εἴη ἂν ἐς τετρακισχιλίους καὶ ἓξ καὶ ἐνενήκοντα ἱππέας.

因此,如果骑兵的数量正如我们所设想的那样——少于重装步兵与轻装部队的人数——那么当有四千零九十六名骑兵。

§18.2

ἴλην δʼ ἑκάστην ἐποίουν ἐκ τοσοῦδε ἀριθμοῦ ἑξήκοντα καὶ τεσσάρων ἱππέων, καὶ ἰλάρχους τοὺς ἐφʼ ἑκάστῃ ἴλῃ τεταγμένους.2 αἱ δὲ δύο ἶλαι ἐπιλαρχία αὐτοῖς ὠνομάζετο, καὶ ἦν ὀκτὼ καὶ εἴκοσι καὶ ἑκατὸν ἱππέων· αἱ δὲ δύο ἐπιλαρχίαι ταραντιναρχία, ἓξ καὶ πεντήκοντα ἱππέων ἐπὶ τοῖς διακοσίοις·3 αἱ δὲ δύο ταραντιναρχίαι ἱππαρχία, δώδεκα καὶ πεντακοσίων ἱππέων, ἥντινα Ῥωμαῖοι ἴλην καλοῦσιν· αἱ δὲ δύο ἱππαρχίαι ἐφιππαρχία, τεσσάρων καὶ εἴκοσιν ἀνδρῶν καὶ χιλίων· τέλος δὲ αἱ δύο ἐφιππαρχίαι, ὀκτὼ καὶ τεσσαράκοντα καὶ δισχιλίων· τὰ δὲ δύο τέλη ἐπίταγμα ἤδη ὠνόμαζον, ἓξ καὶ ἐνενήκοντα καὶ τετρακισχιλίων. τὸ δὲ τῶν ἁρμάτων καὶ τῶν ἐλεφάντων τὰς τε

他们从如此之多的总数中,使每个骑兵连(伊勒)由六十四名骑兵组成,并将各骑兵连的指挥官称为连队长(伊拉尔克)。两个骑兵连被他们命名为双连队(埃皮拉尔基亚),由一百二十八名骑兵组成;两个双连队为塔兰托连队(塔兰提纳尔基亚),由二百另加五十六名骑兵组成;两个塔兰托连队为一个骑兵旅(希帕尔基亚),由五百一十二名骑兵组成,罗马人称之为阿拉;两个骑兵旅为一个副双旅(埃菲帕尔基亚),由一千零二十四人组成;两个副双旅为一个师(特洛斯),由二千零四十八人组成;而两个师他们便称为军团(埃皮塔格马),由四千零九十六人组成。至于战车与战象的编队……

语法注3 条
  1. 18.1ἀποδεόντων τῶν τε ὁπλιτῶν καὶ τοῦ τῶν ψιλῶν πλήθους

    分词 ἀποδεόντων 与前文的 τῶν ἱππέων 一致,并支配属格名词 ὁπλιτῶν 及 πλήθους 作补足语。动词 ἀποδέω 意为“不足、逊色”,此处表示骑兵人数与前文所确立的重装步兵及轻装兵数量相比规模较小,作为状语补充说明主句。

  2. 18.2καὶ ἰλάρχους τοὺς ἐφʼ ἑκάστῃ ἴλῃ τεταγμένους

    此句在句法上受前述动词 ἐποίουν 支配,构成双宾对格结构。带冠词的分词短语 τοὺς ἐφʼ ἑκάστῃ ἴλῃ τεταγμένους 作直接宾语,ἰλάρχους 作宾语补足语(谓语对格),意为“使/称各连队所部署之人为连队长”。

  3. 18.3ἐπὶ τοῖς διακοσίοις

    介词 ἐπί 接与格在此处表示数词的“累加(在……之上相加)”。ἓξ καὶ πεντήκοντα(56)加上 τοῖς διακοσίοις(200),即总数为256。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0074.tlg005.humanitext-grc2:18.1-18.4