← 阿利安

论狩猎

§9.1-9.3

猎犬卧榻之选与伴人而卧的益处

作者指出犬只与人同卧乃是最佳方式,以便及时察知其健康与睡眠状况,并告诫切勿让犬只彼此挨擦同卧,否则极易引发疥癣并产生刺鼻恶臭。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.1

κρατίστη δὲ ἡ μετʼ ἀνθρώπου, ὅτι καὶ φιλάνθρωποι ἀποτελοῦνται, καὶ τῷ χρωτὶ τῷ ἀνθρωπείῳ χαίρουσιν, καὶ φιλοῦσιν οὐ μεῖον τὸν συγκαθεύδοντα ἢ τὸν τρέφοντα. κἂν τῶν λυπούντων τὴν κύνα τις αἰσθάνοιτο, ὡς διψώσῃ τε ἐν νυκτὶ ἐπικουρῆσαι1 καὶ ἐπειγομένῃ ὑπό του τῶν ἀναγκαίων· γνοίη δʼ ἂν καὶ ὅπως ἀνεπαύσατο. εἰ γὰρ ἀγρυπνήσειεν, ἐξάγειν ἐπὶ θήραν οὐκ ἀσφαλές, οὐδʼ εἰ ἐπιστάξειεν θαμινὰ ἐν τῷ ὕπνῳ, οὐδʼ εἴ τι ἀπεμέσειεν τῶν σιτίων·

然而最好的卧所乃是与人共处的卧所,因为犬只由此变得亲近人类,喜爱人的肌肤,且喜爱同卧者不亚于喂养者。人亦能察觉犬只受何种痛苦所困,以便在夜间其口渴或为其生理急需所迫时施以相助;并且人亦能获知它休息得如何。盖若它彻夜不眠,带它外出狩猎便不安全;若它在睡眠中频繁滴沥分泌物,或呕吐出食物的一部分,亦是如此。

§9.2

ταῦτα δὲ γνοίη ἂν ὁ συναναπαυόμενος. κακίστη δὲ κοίτη κυνῶν μετὰ κυνῶν, πολὺ δὲ πλέον, εἰ καὶ ἐπιψαύουσαι ἀλλήλων ἀναπαύοιντο· ὡς ἄνθρωπος μὲν συγκαθεύδων κυνὶ ἀφαιρεῖ τοῦ χρωτὸς τὸ ἀνιαρόν· κύνες δὲ ἐν ταὐτῷ ἀναπαυόμεναι ὅ τι περ πονηρὸν τοῦ χρωτὸς τῷ πλησιάζειν τε καὶ ἐκθερμαίνειν ἐπάξουσιν· ὥστε ψώρας ἐμπίμπλασθαι τὸ πολύ,2 ὁπότε ἐν ταὐτῷ ἀναπαύοιντο.

这些情况同卧者皆能察知。然而猎犬彼此同卧乃是最劣等的就寝方式,若它们互相挨擦着休息则尤甚。因为人与犬同卧能消除其皮肤上令人苦恼之物;而犬只若在同一处休息,则会因彼此接近与身体过热而互相引出皮肤上一切有害之物;以至于当它们在同一处休息时,多半会染遍疥癣。

§9.3

δηλοῖ δὲ καὶ ἡ ὀδμή, ἐπειδὰν ἐσέλθῃς οὗ κύνες πολλαὶ ἀναπαύονται· οὕτω χαλεπή τέ ἐστιν καὶ δριμεῖα.

当你步入有许多猎犬休息之处时的气味亦表明了这一点;其气味乃是如此难忍而刺鼻。

语法注2 条
  1. 9.1ὡς διψώσῃ τε ἐν νυκτὶ ἐπικουρῆσαι

    紧接前文的 κἂν ... αἰσθάνοιτο,此处 ὡς + 不定式(ἐπικουρῆσαι)用作表示目的的结构(“以便相助”)。与格分词 διψώσῃ 充当该不定式的间接宾语(“协助口渴的犬只”)。

  2. 9.2ὥστε ψώρας ἐμπίμπλασθαι τὸ πολύ

    由 ὥστε + 不定式引导的结果从句。由于被动动词 ἐμπίμπλασθαι(“充满/被填满”)要求表示充满内容的属格,故疾病名称(疥癣)作属格 ψώρας。τὸ πολύ 为副词性宾格,意为“大体上”或“多数情况下”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0074.tlg003.humanitext-grc2:9.1-9.3