- 底本
- Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg003.humanitext-grc2:7.1-7.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿里安论述了猎犬的性情及其优劣评判标准,赞扬了犬只亲人的品质、对猎师呼唤与声音的服从,以及优秀猎犬所展现出的矫健身姿与威严仪态。
αὐτίκα ὅσαι σκυθρωπαὶ κύνες πρὸς ἅπαντας, οὐ γενναῖαι· εἰ δὲ ἔστιν ἃς εὕροις πρὸς μὲν τοὺς ἀγνῶτας χαλεπάς, τῷ δὲ ἀνατρέφοντι προσφιλεῖς, τοῦτο ἀγαθὸν μᾶλλον ἢ κακόν.
例如,对所有人都怏怏不乐的犬并非优良;但如果你遇到某些对陌生人凶暴,而对抚养它们的人温顺亲近的犬,这宁可说是好而非坏。
ἤδη δὲ ἔγνων κύνα, ἥτις οἴκοι μὲν κατηφὴς ἦν καὶ οὐδενὶ τῶν πλησιαζόντων ἔχαιρεν· ἐπὶ θήραν δὲ ἐξαγομένη ὑπερηυφραίνετο καὶ παντὶ τῷ προσελθόντι προσμειδιῶσα καὶ προσσαίνουσα διεδήλου ὅτι ἀνιᾶται οἴκοι μένουσα.
我曾见过一只犬,它在家中抑郁寡欢,不对任何靠近它的人表现出欢喜;然而一旦被带去狩猎便欣喜若狂,对每一个走近的人都展颜摇尾,清楚地表明留在家中让它备感煎熬。
καὶ τοῦτο ἀγαθόν. κράτισται δὲ αἱ φιλανθρωπόταται καὶ ὅσαις οὐκ ἔστιν ξένον ὄψις ἀνθρώπου οὐδενός. ὅσαι δὲ ἀνθρώπους δεδίασιν καὶ ὑπὸ ψόφου ἐκπλήσσονται καὶ θορυβώδεις εἰσὶν καὶ ἐπὶ πολλὰ καὶ εἰκῇ κινοῦνται [— καὶ ταῦτα ἀλογίστων ἐστὶν καὶ οὐκ ἐμφρόνων —], καθάπερ ἄνθρωποι οἱ δειλοὶ καὶ ἔκφρονες, οὕτω δὲ καὶ αἱ κύνες αἱ τοιαῦται οὔποτε ἂν εἶεν γενναῖαι.
这同样是好的。然而最佳者则是最喜亲近人类的犬,以及对任何人的容貌皆不觉陌生的犬。至于那些惧怕人类、闻声受惊、躁动不安且毫无目的胡乱跑动的犬——这些乃是盲目而非明智之辈的特征——正如怯懦而丧失理智的人一般,此类犬只亦绝不可能属优良之列。
κακαὶ δὲ καὶ ὅσαι λυθεῖσαι τοῦ δεσμοῦ ἐν χωρίῳ οὐκ ἐπανίασιν ἐπὶ τὸν ἄγοντα ἀνακαλούμεναι, ἀλλʼ ἀποσκιρτῶσιν, καὶ ἢν μὲν πράως μετακαλῇς, καταφρονοῦσιν, ἢν δὲ σὺν ἀπειλῇ, δειμαίνουσαι οὐ προσίασιν.
同样劣质的,还有那些在田野间解开绳索后,被唤回时却不返回牵领者身边,反而跳跃跑开的犬;若你温和地召回,它们便轻蔑不理,若带着威吓呼唤,它们又惊惧不敢靠近。
ἀλλὰ χρὴ ἀποσκιρτήσασαν τὴν κύνα καὶ περιδραμοῦσαν ἐπανιέναι ἐπὶ τὸν κυναγωγόν, εἰ καὶ μὴ καλοίη αὐτήν, σημαίνουσαν ὅτι οἵα τε ὑπακούειν, εἰ δὴ ἐθέλει·1 ἔτι δὲ εἰ μὴ λαμβάνοιτο, πάλιν αὖ ἀποσκιρτάτω, καὶ πάλιν ἐπανίτω.
然而猎犬在跳跃跑开并环奔一圈之后,即便猎师并未呼唤,也应当回到他身边,以此表明只要它愿意便能够听从顺服;再者,如果未被抓住,就让它再次跳开,并再次返回。
πεπαιδευμέναι δέ, ὅσαι φθεγξαμένου τοῦ κυναγωγοῦ ὑποκατακλίνονται, μὴ ὑπὸ δέους, ἀλλὰ φιλοφρονούμεναι τὸν τροφέα καὶ τιμῶσαι, καθάπερ οἱ προσκυνοῦντες μέγαν βασιλέα. οὐδὲ τὸ ἵστασθαι δὲ ἐν πεδίῳ λυθεῖσαν κύνα ἀγαθόν,2 εἰ μὴ πρεσβυτέρα τύχοι· ὄκνον γὰρ σημαίνει.
凡是在猎师出声呼唤时便伏卧身躯的,乃是受过良好训练的犬,这并非出于畏惧,而是向抚养者表达亲爱与尊崇,恰如那些向〔波斯〕大王行屈膝礼之人一般。解开绳索的犬在平原上止步伫立亦非好事,除非恰好是老犬;因为这表明了迟疑怠惰。
ταῖς δὲ γενναιοτάταις καὶ ἐπισκύνιον πρόσεστιν, καὶ σοβαραὶ φαίνονται, καὶ τὸ βάδισμα κοῦφον καὶ πυκνὸν καὶ ἁβρόν· καὶ μεταβάλλουσιν τὰς πλευράς, καὶ τὸν τράχηλον ἀνατείνουσιν, καθάπερ οἱ ἵπποι, ἐπειδὰν λαμπρύνωσιν.3
在最为纯良高贵的犬身上,双眉之间亦带有一股威严,显得气宇轩昂,步伐轻盈、迅疾而优雅;它们摆动腰胁,高昂颈项,正如骏马炫耀雄姿之时一般。
- 7.5σημαίνουσαν ὅτι οἵα τε ὑπακούειν, εἰ δὴ ἐθέλει
在 οἵα τε 结构中省略了系动词 ἐστίν,表示能力(“能够听从”)。接续的条件从句 εἰ δὴ ἐθέλει 其主语从上下文看最自然的是指犬自身(“只要它自己愿意”)。虽然也可以理解为指呼唤它的主人(“若是主人希望如此”),但结合上文犬主动跑回猎师身边以表明顺从意愿的语境,将犬作为主语最为契合。
- 7.6οὐδὲ τὸ ἵστασθαι δὲ ἐν πεδίῳ λυθεῖσαν κύνα ἀγαθόν
在此句式中,带有中性定冠词的不定式短语 τὸ ἵστασθαι 以 λυθεῖσαν κύνα 作为宾格逻辑主语。整句省略了系动词 ἐστίν,以形容词 ἀγαθόν 作表语,骨干结构为“解开绳索的犬在平原上止步伫立亦非好事”。
- 7.7ἐπειδὰν λαμπρύνωσιν
动词 λαμπρύνω 通常作及物动词用,意为“使光亮”、“使华丽”,此处以马(ἵπποι)为主语且无宾语,作不及物(或反身)用法,意为“傲视炫耀”、“摆出高傲矫健之姿”。
