- 底本
- Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg003.humanitext-grc2:36.1-36.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者援引荷马史诗中透克洛斯与墨里奥涅斯、底比斯远征父子两代以及赫克托耳的事例,论证敬顺神意的重要性,指出狩猎亦当始于祈神,并在获胜后献上猎物初献。
καὶ γὰρ καὶ κύνες βλάπτονται, καὶ οἱ ἵπποι χωλεύονται, καὶ οἱ ἄνθρωποι σφάλλονται. καὶ τοῦτό γε δηλοῖ καὶ Ὅμηρος ἐν τῇ ποιήσει. Τεῦκρον μέν γε τὸν τοξικώτατον Ἑλλήνων ἐν τῷ ἀγῶνι οὔ φησιν τυχεῖν ὅτι μὴ τῆς μηρίνθου,1 καὶ ταύτην διακόψαι, ἐπειδὴ μὴ ἐπηύξατο τῷ Ἀπόλλωνι· Μηριόνην δέ, ἄνδρα οὐ τοξικόν, ἐπευξάμενον τῷ Ἀπόλλωνι, ἀποπετομένης ἤδη τῆς ὄρνιθος τυχεῖν.
因为犬只确实会受伤,马匹会瘸腿,人也会遭受挫折。荷马在他的史诗中也清楚地指明了这一点。他说,希腊人中最擅射的透克洛斯在比赛中,因未向阿波罗祈祷,未能射中别的,仅仅射中了绳索并将其射断;相反,并不擅长射箭的墨里奥涅斯在向阿波罗祈祷之后,却在那只鸟已在飞离时将其射中。
καὶ τοὺς ἐκγόνους δὲ τῶν ἐπὶ Θήβας σὺν Πολυνείκει στρατευσάντων ἑλεῖν τὰς Θήβας πειθομένους τεράεσσι θεῶν καὶ Ζηνὸς ἀρωγῇ· τοὺς δὲ πατέρας αὐτῶν, οὐδέν τι χείρους ἐκείνων ἐς ἀλκήν γενομένους, διαφθαρῆναι ἐν Θήβαις, ὅτι μὴ ἐπείθοντο τοῖς σημαινομένοις ὑπὸ θεῶν.
他还表明,当年追随波吕涅刻斯远征底比斯之人的后代,因顺从神明的征兆与宙斯的相助而攻克了底比斯;而他们的父辈尽管在勇武上绝不逊于子辈,却因不顺从神明所示的预兆而覆灭于底比斯。
καὶ τὸν Ἕκτορα οὐ πεισθέντα Πουλυδάμαντι οὐκ ἐῶντι ἐπελαύνειν ταῖς ναυσὶν τῶν Ἑλλήνων ἐπὶ τῷ δράκοντι τῷ καταβληθέντι πρὸς τοῦ ἀετοῦ, ὡς οὐ σὺν κόσμῳ ἐπανελευσομένους,2 ὀλίγον ὕστερον ἔργῳ ἀναδιδαχθῆναι3 ὡς οὐκ ἀγαθὸν ἀπειθεῖν τῷ θείῳ.
此外,赫克托耳未听从普利达马斯的劝阻——后者因老鹰坠落巨蛇之兆而劝阻他勿向希腊人的战船进击,声称他们将溃不成军地撤退——赫克托耳不久之后便通过残酷的事实得知,违抗神意决非善事。
τούτοις χρὴ πειθομένους, καθάπερ ἐπʼ ἄλλῳ τῳ ἔργῳ, οὕτω δὲ καὶ ἐπὶ θήρᾳ ἄρχεσθαί τε4 ἀπὸ θεῶν καὶ χαριστήρια θύειν εὖ πράξαντας καὶ σπένδειν καὶ εὐφημεῖν καὶ στεφανοῦν καὶ ὑμνεῖν καὶ ἀπαρχὰς τῶν ἁλισκομένων ἀνατιθέναι, οὐ μεῖον ἢ ἐπὶ νίκῃ πολέμου ἀκροθίνια.
人们应当听从这些训诫,正如在其他任何事业中一样,在狩猎时也必须始于神明;在取得成功之后,献上感恩祭、奠酒、致赞词、献花冠、唱颂歌,并奉献所捕获猎物的初熟之物,其隆重不可亚于在战争获胜后献纳战利品。
- 36.1οὔ φησιν τυχεῖν ὅτι μὴ τῆς μηρίνθου
否定词 οὐ 与主动词 φησιν 连用构成惯用否定表达("否定说/说未曾..."),τυχεῖν(射中,支配属格)支配惯用短语 ὅτι μὴ("除了...之外")。整句意为“他说(透克洛斯)除了绳子以外什么也没射中”。
- 36.3ὡς οὐ σὺν κόσμῳ ἐπανελευσομένους
连词 ὡς 与阳性复数将来分词宾格 ἐπανελευσομένους 连用,引出普利达马斯所提出的主观警告内容(“断言他们将无法有秩序地撤回”)。分词的逻辑主语为发起冲锋的特洛伊军队。
- 36.2ἑλεῖν ... διαφθαρῆναι ... ἀναδιδαχθῆναι
这一连串的不定词(ἑλεῖν, διαφθαρῆναι, ἀναδιδαχθῆναι)同属于由前文 δηλοῖ καὶ Ὅμηρος(或 φησιν)所统辖的带宾格的不定词结构(间接引语)。其逻辑主语分别为 τοὺς ἐκγόνους、τοὺς δὲ πατέρας 和 τὸν Ἕκτορα,构成了荷马史诗中关于服从与违逆神意之后果的并列例证。
- 36.4τούτοις χρὴ πειθομένους ... ἄρχεσθαί τε
无人称动词 χρὴ 支配不定词 ἄρχεσθαι,其泛指的逻辑主语由宾格分词 πειθομένους(“听从/服从于……”)来充当。τούτοις 为中性复数与格,指代前文所列举的荷马史诗诸例证。
