← 阿利安

论狩猎

§20.1-20.4

无侦察狩猎的搜索队形与统领的放犬规范

阐述了没有侦察人员时的两种狩猎方式(骑马群猎与步行配单骑)及横队地毯式搜索法,并指出必须设立统领来分组与轮流放犬,以避免犬群混乱失控并保全观赏的趣味。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§20.1

ὅσοις δὲ οὐκ εἰσιν οἱ κατοπτεύσοντες, οἵ μὲν αὐτῶν πλείους συνθήρους συναγαγόντες ἐξίασιν ἐφʼ ἵππων, καὶ τὰ ὕποπτα ἐπερχόμενοι, ὅπου ἂν τύχῃ ἐξεγερθεὶς λαγώς, μεθιᾶσιν τὰς κύνας· ὅσοι δέ τι μᾶλλον αὐτουργοί εἰσιν κυνηγεσίων, πεζοὶ ἐξίασιν, εἷς δέ τις αὐτοῖς ἐφʼ ἵππου ἐφομαρτεῖ, καὶ οὗτος διώκειν τέτακται ἅμα ταῖς κυσίν.

至于那些没有侦察之人的人,其中一些人纠集较多的同猎者骑马出行,巡历可疑之地,一旦野兔在何处被惊起,便放开猎犬。而那些较多亲自劳作狩猎的人则徒步出行,但有一人骑马随行,此人被指派与猎犬一同追逐。

§20.2

ἐκπεριίασιν δὲ ἐπὶ μετώπου ταχθέντες· ἔπειτα ἐπʼ εὐθείας προελθόντες, ὅσον σύμμετρον διανῦσαι, ἐπιστρέψαντες αὖ ἀνακάμπτουσιν παρὰ τὰ αὐτὰ διὰ τῶν αὐτῶν, μηδὲν ἐς δύναμιν παραλείποντες τῶν ὑπόπτων.

他们排成横队展开巡行;接着沿直线向前推进,达到适宜行进的距离后,便调转方向,沿着同样的地方穿过同样的区域折返,极力不遗漏任何可疑之处。

§20.3

χρὴ δὲ εἰ πλείους κύνας ἐπαγάγοιντο, μὴ εἰκῇ τεταγμένους ἰέναι· εἰ γάρ τοι ἐξεγερθείη τῆς εὐνῆς λαγώς, οὐκ ἔστιν ὅστις ἂν ἀπόσχοιτο μὴ οὐκ ἐφεῖναι1 τὴν ἑαυτοῦ κύνα, ὃ μὲν ἐπιθυμίᾳ τοῦ θέουσαν ἰδεῖν τὴν αὑτοῦ ἕκαστος, ὃ δέ τις2 ἐκπλαγεὶς πρὸς τὴν βοὴν καὶ ἔκφρων γενόμενος· ἁλίσκοιτό τε ἂν ἄνευ ἀγῶνος λαγὼς ὑπὸ θορυβούντων κυνῶν, καὶ τοῦ θεάματος ὅ τι περ ὄφελος ἀπολλύοιτο.

然而,如果他们带去较多的猎犬,就决不可杂乱无章地列队前行。因为一旦野兔从卧穴中被惊起,没有人能克制住不放出自己的猎犬——有人各自出于想看自己的猎犬奔跑的渴望,有人则是被呼喊声惊吓而失去理智。这样野兔便会毫无较量地被一片混乱的犬群捕获,而那壮观场面所具有的全部乐趣也将付诸流水。

§20.4

ἀλλʼ ἄρχοντα χρὴ ἐπιτετάχθαι τῇ θήρᾳ, καὶ οὗτος συνδυαζέτω τὰς κύνας, καὶ ταττέτω ὡς εἰ μὲν ταύτῃ πηδήσειεν, σὺ καὶ σὺ ἐπιλύειν,3 ἄλλος δὲ μὴ λυέτω· εἰ δὲ ταύτῃ, αὖ σὺ καὶ σύ. οἳ δὲ ἐμπεδούντων τὸ ταχθέν.

相反,应当为狩猎指派一名统领,由他把猎犬两两配对,并下达指令:“若野兔从这边跃出,你和你放犬,他人不得放;若从那边跃出,则轮到你和你。”而众人必须恪守所定之规。

语法注3 条
  1. 20.3μὴ οὐκ ἐφεῖναι

    双重否定结构。表示阻碍或克制的动词 ἀπέχομαι(克制、忍住)因主句由 οὐκ ἔστιν ὅστις ... ἄν(没有人会……)否定,其后接的宾补不定式依希腊语语法加用 μὴ οὐ,意为“克制住不放出”。

  2. 20.3ὃ μὲν ... ὃ δέ τις

    部分同格(schema kath' holon kai meros)。主格阳性单数代词 ὃ μὲν ... ὃ δέ τις 与前文 οὐκ ἔστιν ὅστις(实质上等于“所有人”)构成“全体与部分”的同格关系,分列出猎手们放犬的不同心理动机(一人出于想看自犬奔跑的渴望,另一人则惊慌失措)。

  3. 20.4σὺ καὶ σὺ ἐπιλύειν

    在转述直接指令时使用的祈使性不定式(imperatival infinitive)。在 ταττέτω(当下令)之后的 ὡς 引导的指令内容中,ἐπιλύειν 以不定式行使命令功能(“你和你放犬”),生动再现呼喊口吻,紧接着转入普通的第三人称命令式 ἄλλος δὲ μὴ λυέτω。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0074.tlg003.humanitext-grc2:20.1-20.4