- 底本
- Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg003.humanitext-grc2:16.1-16.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿里安阐述了开阔原野中敢于与猎犬竞速的良兔习性,指出真正的狩猎旨在奔跑较量而非捕杀猎物,并结合自身经历对同名前辈色诺芬的观点提出异议。
κράτιστοι δὲ τῶν λαγῶν οἱ ἐν τόποις περιφανέσιν καὶ ἀναπεπταμένοις τὰς εὐνὰς ἔχοντες· ὑπὸ θάρρους γὰρ οὐκ ἀποκρύπτουσιν σφᾶς, ἀλλὰ προκαλοῦνται, ἐμοὶ δοκεῖν, τὰς κύνας.
野兔中最优秀的,乃是将卧穴置于开阔显眼处者;盖出于大胆,它们并不隐匿自身,反而在我看来是在向犬群发起挑战。
οἱ δὲ αὐτοὶ οὗτοι ἐπειδὰν διώκωνται, οὐκ ἐπὶ τὰς νάπας φεύγουσιν οὐδὲ ἐπὶ τὰ ἄλση, εἰ καὶ πάνυ πλησίον τύχοι ὄντα, ὥστε εὐμαρῶς ἀφελέσθαι αὐτοὺς τοῦ κινδύνου,1 ἀλλʼ ἐς τὰ πεδία βιάζονται, ἐρίζοντες πρὸς τὰς κύνας. καὶ εἰ μὲν βραδεῖαι κύνες ἕποιντο αὐτοῖς, τοσοῦτον ὅσον διώκονται θέουσιν· εἰ δὲ ὠκεῖαι, ὅση δύναμις. πολλάκις δὲ ἤδη ἐς τὰ πεδία ἐκτραπέντες εἰ αἴσθοιντο ἐφομαρτοῦσαν κύνα ἀγαθήν, ὡς ἐπισκιάζεσθαι ὑπʼ αὐτῆς, θαμινὰ ἐν τοῖς ἐξελιγμοῖς διαρρίψαντες αὐτὴν οἳ δὲ τρέπονται αὖ ἐπὶ τὰς νάπας,2 ἢ εἴ που κατάδυσιν γιγνώσκοιεν. καὶ τοῦτο τεκμήριον ποιητέον ὅτι ἐκράτησεν ἡ κύων τοῦ λαγώ· οὐ γάρ τοι ἐπὶ τῷ ἁλῶναι τὸ θηρίον ἐξάγουσιν τὰς κύνας ἀλλʼ ἐς ἀγῶνα δρόμου καὶ ἅμιλλαν οἵ γε τῇ ἀληθείᾳ κυνηγετικοί. καὶ ἀγαπῶσιν εἰ ἐπιτύχοι ὁ λαγὼς τοῦ διασώσοντος, καὶ καταφυγόντα ἐς ἀκάνθας ἔστιν ὅτε ὀλίγας καὶ ἐπτηχότα καὶ ἀπαγορεύοντα ἰδόντες οἳ δὲ ἀνακαλοῦσιν τὰς κύνας, καὶ μάλιστα δή, εἰ καλῶς διαγωνίσαιτο. ὥστε πολλάκις ἤδη ἔγωγε ἐφʼ ἵππου ἐφομαρτῶν τῷ δρόμῳ καὶ ἁλόντι ἐπελθὼν ζῶντα ἀφειλόμην, καὶ ἀφελόμενος καὶ δήσας τὴν κύνα ἀφῆκα διαφυγεῖν τὸν λαγῶ. καὶ εἰ ὕστερος ἀφικόμην ἢ ὥστε διασῶσαι, ἔπαισα τὴν κεφαλήν, ὅτι ἀνταγωνιστὴν ἄρα ἀγαθὸν ἀπώλεσαν αἱ κύνες.
这些野兔一旦受到追逐,便不向山谷或树林逃窜,纵使这些地方近在咫尺、本可轻易解救它们脱离险境,它们却径自冲向平原,与猎犬竞逐。若跟随的是慢犬,它们便仅随被追之势奔跑;若是疾犬,则倾尽全力。屡有此类情形:它们奔向平原之后,若察觉良犬紧追不舍、甚至已迫至阴影相覆,便在接连的急转折返中将犬甩脱,旋即转回山谷,或投向它们所知的隐匿之所。而这便应作为良犬战胜野兔的凭据;因为真正懂得狩猎之人,放犬并非为了擒获野兽,而是为了速度的角逐与争雄。若野兔能寻得自救之机,他们便心满意足;有时,眼见野兔逃入一丛荆棘之中,蜷伏力竭,他们便会召回猎犬,在野兔奋战精彩之时尤为如此。故而我本人亦曾屡次策马紧随追逐,在野兔被捉之际赶到并将其活着夺下,缚住猎犬后将野兔放走。而若我赶到过迟未能将其救下,我便捶头痛惜,哀叹猎犬竟让如此优秀的对手丧生。
καὶ τούτου μόνου ἕνεκα οὐ σύμφημι τῷ ἐμαυτοῦ ὁμωνύμῳ, ἀλλʼ εὑρισκόμενον μὲν ὅστις ἴδοι τὸ θηρίον καὶ διωκόμενον καὶ μεταθεόμενον, συγχωρῶ διότι ἐπιλάθοιτο ἂν εἴ του ἐρῴη· ἁλισκόμενον δὲ ἰδεῖν οὔτε ἡδὺ τὸ θέαμα ἀποφαίνω οὔτε ἐκπληκτικὸν ἀλλʼ ἀνιαρὸν μᾶλλον, καὶ οὐκ ἂν ἐπί γε τούτῳ ἐπιλαθέσθαι ἄν τινα εἴ του ἐρῴη.
唯独在此一点上,我不赞同那位与我同名之人:凡亲见那野兽被发现、被驱赶、被追逐之人,皆会忘却心头所爱,此点我固然认同;然而亲见它被捉获,我以为既非乐事,亦非奇观,反倒令人伤感,绝无可能让人因之忘却所爱。
ἀλλʼ ἐκείνῳ γε τῷ Ξενοφῶντι, οὐκ ἐγνωκότι τὰς ὠκείας κύνας, συγγνωστὸν εἰ καὶ ἁλισκόμενος λαγὼς μέγα θέαμα ἐφαίνετο.
不过,那位色诺芬因未曾识得疾犬,纵使看到野兔被捕获便觉是一大奇观,亦属情有可原。
ἐφομαρτούσας δὲ τῷ δρόμῳ ἐπικλάζειν εἰ καὶ μὴ παρακελευσαίμην, οἶδα ὅτι πολλὴ ἀνάγκη·3 ὥστε κἂν ἄναυδον κύνα ῥῆξαι φωνήν, οὐ μεῖον ἤ, ὡς λόγος, τὸν Κροίσου υἱέα.
至于猎犬在疾驰追赶之际吠叫,我知晓即使我不加驱策,亦势所必然;以至于纵是不能发声之犬,亦必迸出声音,不亚于传说中克洛伊索斯之子。
- 16.2ὥστε εὐμαρῶς ἀφελέσθαι αὐτοὺς τοῦ κινδύνου
结果从句中的不定式 ἀφελέσθαι(使脱离、解救)以其前出现的 νάπας 和 ἄλση(山谷与树林)为逻辑主语,以宾格 αὐτούς(野兔)为宾语,并接夺格/分离属格 τοῦ κινδύνου(“使它们易于摆脱危险”)。亦可将 αὐτούς 视作不定式的主语,将中动形式解作反身(“使自身脱险”),但由隐蔽处所作为主语施救在句意上与前面的让步从句(若近在咫尺)衔接更为紧密。
- 16.3θαμινὰ ἐν τοῖς ἐξελιγμοῖς διαρρίψαντες αὐτὴν οἳ δὲ τρέπονται αὖ ἐπὶ τὰς νάπας
在接续前置分词短语(ἐς τὰ πεδία ἐκτραπέντες)及条件从句(εἰ αἴσθοιντο...)的主句中,代词(冠词的指示用法)οἳ δέ 被用作主语,与主要动词 τρέπονται 相连。此为复指性(resumptive)用法,旨在经历了多重修饰与分词(διαρρίψαντες)之后,重新明确以野兔为主语。
- 16.8ἐφομαρτούσας δὲ τῷ δρόμῳ ἐπικλάζειν εἰ καὶ μὴ παρακελευσαίμην, οἶδα ὅτι πολλὴ ἀνάγκη
本句呈现出明显的倒置(hyperbaton)结构。核心句为 οἶδα ὅτι πολλὴ ἀνάγκη [ἐστίν],而前置的宾格分词 ἐφομαρτούσας(指猎犬)与不定式 ἐπικλάζειν(狂吠)实为无人称短语 πολλὴ ἀνάγκη ἐστίν 所统辖的补足语(即“我知道犬群在疾追中吠叫实属必然”)。
