- 底本
- Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg003.humanitext-grc2:12.1-12.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
论述了应每天数次将猎犬带往平坦清洁之处奔跑,每次适宜同时解开两只,并告诫切勿同时解开多只犬、成犬与幼犬同放、或将互相敌视之犬一同解开。
προάγειν δὲ τὰς κύνας τοὐλάχιστον τετράκις ἐπὶ τῇ ἡμέρᾳ ἐς ὁμαλὸν χωρίον καὶ καθαρόν. ἐνταῦθα ἀφιέναι τοῦ δεσμοῦ, τῶν τε ἀναγκαίων ἕνεκα καὶ ἐς τὸ ἀποσκιρτᾶν καὶ διαθεῖν· εἰ δὲ ἀργοῦσαι ἀπὸ θήρας τύχοιεν, καὶ πλεονάκις τοῦτο δρᾶν. καὶ δύο ἐπιλύειν ἐν ταὐτῷ, ὥστε ἁμιλλωμένας καὶ παιζούσας ὁμοῦ μὲν εὐφραίνεσθαι ὁμοῦ δὲ γυμνάζεσθαι. πολλὰς δὲ μὴ λύειν ἐν ταὐτῷ· ἐμπίπτουσαι γὰρ ἀλλήλαις ἔστιν ὅτε μεγάλα κακὰ ἐργάζονται.
每天应当至少将猎犬带到平坦而清洁的地方四次。在彼处解除系拴,既为了解决便溺等生理所需,也为了让它们跳跃嬉戏并四处奔跑;若它们恰逢歇猎无事,则当更为频繁地如此做。而且应当在同一时间解开两只,好让它们在竞逐嬉戏中既得享欢快,又受到锻炼。但不应在同一时间解开多只;因为它们彼此冲撞,有时会造成严重的伤害。
ἀλλὰ μηδὲ σκληρὰν κύνα καὶ πεπηγυῖαν ἅμα τῇ σκυλακευομένῃ λυέτω· βαρεῖα γὰρ αὕτη καὶ ἀνιαρὰ συμφέρεσθαι,1 καὶ διώκουσά τε αἱρεῖ καὶ ἀποφεύγουσα ἀπολείπει εὐμαρῶς, ὥστε ἀθυμεῖν ἀνάγκη τὸ σκυλάκιον ἐν ἑκατέρῳ μεῖον φερόμενον.2
亦不可将坚强成熟之犬与尚在幼训中的小犬一同解开;因成犬对于幼犬而言沉重难当且难以抗衡,追逐时既能轻易赶上,奔逃时又能轻易甩开,以致小犬在两方面皆处于劣势,必然会丧失勇气。
ἀλλὰ μηδὲ ὅσαι διεχθρεύουσιν ἀλλήλαις, μηδὲ ταύτας λύειν ὁμοῦ, ὡς μὴ λυμαίνωνται ἀλλήλας· εἰσὶν γάρ τοι κύνες ἐχθραὶ ἀλλήλαις καὶ ἄφιλοι, καθάπερ ἄνθρωποι, καὶ μάλιστα δὴ οἵ τε ἄρρενες τοῖς ἄρρεσιν καὶ αἱ θήλειαι ταῖς θηλείαις, τὸ πολὺ ὑπὸ φθόνου. καὶ οὐδὲ τούτων ἀμελῶς χρὴ ἔχειν.
至于那些彼此宿怨结仇的犬,亦绝不可一同解开,以免它们相互伤害;盖犬亦如人一般,彼此之间会互为仇敌、毫无友爱,尤以雄犬对雄犬、雌犬对雌犬为甚,且大多出于嫉妒。对于这些事情,亦绝不可等闲视之。
- 12.4βαρεῖα γὰρ αὕτη καὶ ἀνιαρὰ συμφέρεσθαι
中动语态不定式 συμφέρεσθαι(意为“抗衡”、“周旋”、“应对”)作为说明性/限制性不定式(epexegetic infinitive),修饰前面的两个形容词 βαρεῖα(沉重的、难应付的)与 ἀνιαρά(令人痛苦的、棘手的),表示成犬在“与之对抗/应对”方面是沉重而难当的。
- 12.4ἐν ἑκατέρῳ μεῖον φερόμενον
成语性结构 μεῖον φέρεσθαι(中动语态 φέρεσθαι 连用中性比较级宾格 μεῖον)意为“处于下风”、“吃亏”、“受挫败”。ἐν ἑκατέρῳ 则指代上文提到的追与逃两种情形(διώκουσα 与 ἀποφεύγουσα)。
