- 底本
- Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg002.humanitext-grc2:1.1-1.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
描述印度河以西的部族(阿斯塔凯诺伊人与阿萨凯诺伊人)及其特征,并记述具有狄奥尼索斯起源传说的尼萨城。
τὰ ἔξω τοῦ Ἰνδοῦ ποταμοῦ τὰ πρὸς ἑσπέρην ἔστε ἐπὶ ποταμὸν Κωφῆνα Ἀστακηνοὶ καὶ Ἀσσακηνοί, ἔθνεα Ἰνδικά, ἐποικέουσιν.
印度河以外、向西直至科芬河的地区,居住着阿斯塔凯诺伊人和阿萨凯诺伊人这两个印度人部族。
ἀλλὰ οὔτε μεγάλοι τὰ σώματα, κατάπερ οἱ ἐντὸς τοῦ Ἰνδοῦ ᾠκισμένοι, οὔτε ἀγαθοὶ ὡσαύτως τὸν θυμὸν οὐδὲ μέλανες ὡσαύτως τοῖσι πολλοῖσιν Ἰνδοῖσιν.
然而,他们的体格并不像居住在印度河内侧的人们那样高大,心性也不同样勇猛,肤色也不像大多数印度人那样黝黑。
οὗτοι πάλαι μὲν Ἀσσυρίοισιν ὑπήκοοι ἦσαν· ἐπὶ δὲ Μήδοισι1 Περσέων ἤκουον, καὶ φόρους ἀπέφερον Κύρῳ τῷ Καμβύσεω ἐκ τῆς γῆς σφῶν, οὓς ἔταξε Κῦρος.
这些人古时臣服于亚述人;在美狄亚人之后,他们服从波斯人,并按照居鲁士所规定的,从他们自己的土地向冈比西斯之子居鲁士缴纳贡赋。
Νυσαῖοι δὲ οὐκ Ἰνδικὸν γένος ἐστίν, ἀλλὰ τῶν ἅμα Διονύσῳ ἐλθόντων2 ἐς τὴν γῆν τὴν Ἰνδῶν, τυχὸν μὲν Ἑλλήνων, ὅσοι ἀπόμαχοι αὐτῶν ἐγένοντο ἐν τοῖσι πολέμοισιν οὕστινας πρὸς Ἰνδοὺς Διόνυσος ἐπολέμησε, τυχὸν δὲ καὶ τῶν ἐπιχωρίων.
但是尼萨人并不是印度种族,而是属于随狄奥尼索斯来到印度人土地上的人们的后代——或许是那些在狄奥尼索斯对抗印度人的战争中失去战斗力的希腊人,或许也是部分当地居民。
τοὺς ἐθέλοντας τοῖσιν Ἕλλησι συνῴκισε, τήν τε χώρην Νυσαίην ὠνόμασεν ἀπὸ τοῦ οὔρεος τῆς Νύσης Διόνυσος, καὶ τὴν πόλιν αὐτὴν Νῦσαν.
狄奥尼索斯让自愿者与那些希腊人共同定居,并根据尼萨山将该地区命名为尼萨亚,将城市本身命名为尼萨。
καὶ τὸ οὖρος τὸ πρὸς τῇ πόλι, ὅτου ἐν τῇσιν ὑπωρείῃσιν ᾤκισται ἡ Νῦσα, Μηρὸς κληίζεται ἐπὶ τῇ συμφορῇ ᾗτινι ἐχρήσατο εὐθὺς γενόμενος.
那座靠近该城、山麓坐落着尼萨的山峰,依狄奥尼索斯初生时所遭遇的事故而被命名为梅洛斯。
ταῦτα μὲν οἱ ποιηταὶ ἐπὶ Διονύσῳ ἐποίησαν, καὶ ἐξηγείσθων3 αὐτὰ ὅσοι λόγιοι Ἑλλήνων ἢ βαρβάρων·
这些是诗人们关于狄奥尼索斯的创编,凡希腊人或异族人中的博学者,就由他们去诠释吧。
ἐν Ἀσσακηνοῖσι δὲ Μάσσακα, πόλις μεγάλη, ἵναπερ καὶ τὸ κράτος τῆς γῆς ἐστι τῆς Ἀσσακίης· καὶ ἄλλη πόλις Πευκελαῗτις, μεγάλη καὶ αὐτή, οὐ μακρὰν τοῦ Ἰνδοῦ. ταῦτα μὲν ἔξω τοῦ Ἰνδοῦ ποταμοῦ ᾤκισται πρὸς ἑσπέρην ἔστε ἐπὶ τὸν Κωφῆνα.
在阿萨凯诺伊人当中有马萨卡,这是一座大城,阿萨基亚土地的统治中心亦在此处;还有另一座城沛克莱蒂斯,本身也颇大,距离印度河不远。这些城邑建立在印度河外、向西直至科芬河一带。
- 1.3ἐπὶ δὲ Μήδοισι
介词 ἐπί 接与格,与前文的 πάλαι μὲν...(昔日……)相呼应,表示时间上的相继(“在美狄亚人之后”)。虽然语法上亦可理解为空间或统治关系(“在美狄亚人统治下”),但结合亚述、美狄亚、波斯这一历史帝国的先后更迭顺序,理解为时间先后更为自然。
- 1.4ἀλλὰ τῶν ἅμα Διονύσῳ ἐλθόντων
属格短语 τῶν ... ἐλθόντων 作为部分属格(或归属属格),承接前文的名词 γένος(族类),意为“属于随狄奥尼索斯而来之人的后代”。其后紧跟的 Ἑλλήνων 与 τῶν ἐπιχωρίων 亦与此同格并列。
- 1.7ἐξηγείσθων
现在中被动态第三人称复数命令语气,其主语为关系从句 ὅσοι λόγιοι Ἑλλήνων ἢ βαρβάρων。此处表示让步或放任的命令语气(“就由……去阐释吧”),表明作者将神话细节留待学者去考订解释。
