← 琉善

农神节

§1-4

祭司的祈富与克洛诺斯权力的局限

祭司向克洛诺斯祈求财富与好运,而克洛诺斯解释了自己短暂统治和权力的局限性,表示只能给予节日期间允许的游戏胜利与世俗娱乐。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1

ΙΕΡΕΥΣ Ὦ Κρόνε, σὺ γὰρ ἔοικας ἄρχειν τό γε νῦν εἶναι1 καὶ σοὶ τέθυται καὶ κεκαλλιέρηται παρ’ ἡμῶν, τί ἂν μάλιστα ἐπὶ τῶν ἱερῶν2 αἰτήσας λάβοιμι παρὰ σοῦ; ΚΡΟΝΟΣ Τοῦτο μὲν αὐτόν σε καλῶς ἔχει ἐσκέφθαι ὅ τι σοι εὐκτέον, εἰ μὴ καὶ μάντιν ἅμα ἐθέλεις εἶναι τὸν ἄρχοντα, εἰδέναι τί σοι ἥδιον αἰτεῖν. ἐγὼ δὲ τά γε δυνατὰ οὐκ ἀνανεύσω πρὸς τὴν εὐχήν. ΙΕΡΕΥΣ Ἀλλὰ πάλαι ἔσκεμμαι. ἐρῶ γὰρ τὰ κοινὰ ταυτὶ καὶ πρόχειρα—πλοῦτον καὶ χρυσὸν πολὺν καὶ ἀγρῶν δεσπότην εἶναι καὶ ἀνδράποδα πολλὰ κεκτῆσθαι καὶ ἐσθῆτας εὐανθεῖς καὶ μαλακὰς καὶ ἄργυρον καὶ ἐλέφαντα καὶ τὰ ἄλλα ὁπόσα τίμια. τούτων οὖν, ὦ ἄριστε Κρόνε, δίδου μοι, ὥς τι καὶ αὐτὸν ἀπολαῦσαι τῆς σῆς ἀρχῆς μηδὲ ἄμοιρον εἶναι μόνον αὐτὸν διὰ παντὸς τοῦ βίου.

祭司 克洛诺斯啊,因为至少在目前看来,是由您在统治,我们已经向您献祭并完成了吉兆的祭仪,那么在这些祭品前,我若向您祈求,最能得到什么呢? 克洛诺斯 这件事情本该由你自己好好考虑清楚该祈求什么,除非你还希望统治者同时也是个占卜者,知道什么对你来说是更乐意祈求的。至于在可能范围之内的事,我绝不会拒绝你的祈求。 祭司 但我早已考虑好了。我要说的是那些常见且现成的东西——财富、巨额黄金、成为田产的主人、拥有许多奴隶、鲜艳柔软的衣裳、白银、象牙以及其他一切珍贵之物。因此,最优秀的克洛诺斯啊,请赐予我这些,好让我自己也能从您的统治中获得一些享受,而不至于在一生中唯独我一人毫无所获。

§2

ΚΡΟΝΟΣ Ὁρᾷς; οὐ κατ’ ἐμὲ τοῦτο ᾔτησας. οὐ γὰρ ἐμὸν διανέμειν τὰ τοιαῦτα. ὥστε μὴ ἄχθου, εἰ ἀτυχήσειας αὐτῶν, ἀλλ’ αἴτει παρὰ τοῦ Διός, ὁπόταν εἰς ἐκεῖνον ἡ ἀρχὴ περιέλθῃ μετ’ ὀλίγον. ἐγὼ δ’ ἐπὶ ῥητοῖς παραλαμβάνω τὴν δυναστείαν. ἑπτὰ μὲν ἡμερῶν ἡ πᾶσα βασιλεία, καὶ ἢν ἐκπρόθεσμος τούτων γένωμαι, ἰδιώτης εὐθύς εἰμι καί που τοῦ πολλοῦ δήμου εἷς. ἐν αὐταῖς δὲ ταῖς ἑπτὰ σπουδαῖον μὲν οὐδὲν οὐδὲ ἀγοραῖον διοικήσασθαί μοι συγκεχώρηται, πίνειν δὲ καὶ μεθύειν καὶ βοᾶν καὶ παίζειν καὶ κυβεύειν καὶ ἄρχοντας καθιστάναι καὶ τοὺς οἰκέτας εὐωχεῖν καὶ γυμνὸν ᾄδειν καὶ κροτεῖν ὑποτρέμοντα, ἐνίοτε δὲ καὶ ἐς ὕδωρ ψυχρὸν ἐπὶ κεφαλὴν ὠθεῖσθαι ἀσβόλῳ κεχρισμένον τὸ πρόσωπον, ταῦτα ἐφεῖταί μοι ποιεῖν. τὰ μεγάλα δὲ ἐκεῖνα, τὸν πλοῦτον καὶ τὸ χρυσίον, ὁ Ζεὺς διαδίδωσιν οἷς ἂν ἐθέλῃ.

克洛诺斯 你看到了吗?你祈求的这并不属于我的权力范围。因为分配这些东西并不是我的职责。所以,如果你未能得到它们,请不要恼怒,而是去向宙斯祈求,当不久之后统治权转归于他之时。我是根据明文规定承接这权力的。我的全部王权只有七天,如果我超出了这个期限,我便立刻成为平民,只是广大群众中的一员。而在那七天之中,我被允许管理的既非任何严肃的事,也非政务,而是喝酒、醉酒、喧哗、玩耍、掷骰子、指派领袖、宴请仆人、光着身子唱歌、微微颤抖着鼓掌,有时甚至在脸上涂抹煤灰时被头朝下推入冷水中,这些是我被允许做的事。至于那些大事,即财富和黄金,宙斯会把它分发给他所期望的人。

§3

ΙΕΡΕΥΣ Ἀλλ’ οὐδ’ ἐκεῖνος, ὦ Κρόνε, ῥᾳδίως καὶ προχείρως. ἐγὼ γ’ οὖν ἤδη ἀπηγόρευκα αἰτῶν μεγάλῃ τῇ φωνῇ, ὁ δ’ οὐκ ἐπαΐει τὸ παράπαν, ἀλλὰ τὴν αἰγίδα ἐπισείων καὶ τὸν κεραυνὸν ἐπανατεινόμενος δριμὺ ἐνορῶν ἐκπλήττει τοὺς ἐνοχλοῦντας. ἢν δέ ποτε καὶ ἐπινεύσῃ τινὶ καὶ πλούσιον ποιῇ, πολὺ τὸ ἄκριτον ἐνταῦθα, καὶ τοὺς ἀγαθοὺς ἐνίοτε καὶ συνετοὺς ἀφεὶς ὁ δὲ παμπονήροις τε καὶ ἀνοήτοις ἀνδράσι περιχεῖ τὸν πλοῦτον, μαστιγίαις ἢ ἀνδρογύνοις τοῖς πλείστοις αὐτῶν. πλὴν τά γε σοὶ δυνατὰ ἐθέλω εἰδέναι τίνα ταῦτά ἐστιν.

祭司 但是,克洛诺斯啊,即使是那位,也绝非轻易和爽快地给予。至少我,已经因大声祈求而精疲力竭了,但他根本不听,反而摇动神盾、高举雷电,用严厉的目光瞪视,以此吓退那些打扰他的人。而且,即使他偶尔对某人点头同意并使之富有,其间也极无分辨力,他有时会撇开善良且聪明的人,而将财富倾注在极其邪恶和愚笨的人身上,他们中大多数都是挨鞭子的奴隶或阴阳人。然而,我还是想知道那些对您而言可能的事情是什么。

§4

ΚΡΟΝΟΣ Οὐ μικρὰ ὅλως οὐδὲ παντάπασιν εὐκαταφρόνητα ὡς πρὸς τὴν δύναμιν ἐξετάζεσθαι τῆς συμπάσης ἀρχῆς—εἰ μή σοί γε μικρὸν δοκεῖ τὸ νικᾶν κυβεύοντα καὶ τοῖς ἄλλοις ἐς τὴν μονάδα κυλιομένου τοῦ κύβου σοὶ τὴν ἑξάδα ὑπεράνω ἀεὶ φαίνεσθαι. πολλοὶ γοῦν ἐς κόρον ἀπὸ τοῦ τοιούτου ἐπεσιτίσαντο, οἷς ἵλεως καὶ φορὸς ὁ κύβος ἐπινεύσει· οἱ δὲ ἔμπαλιν γυμνοὶ ἐξενήξαντο συντριβέντος αὐτοῖς τοῦ σκάφους περὶ οὕτω μικρῷ ἕρματι τῷ κύβῳ. καὶ μὴν καὶ πιεῖν ἐς τὸ ἥδιστον καὶ ᾠδικώτερον ἄλλου δόξαι ᾆσαι ἐν τῷ συμποσίῳ καὶ διακονουμένων τοὺς μὲν ἄλλους ἐς τὸ ὕδωρ ἐμπεσεῖν—τοῦτο γὰρ τοὐπιτίμιον τῆς ἀδεξίου διακονίας—σὲ δὲ ἀνακηρυχθῆναι καλλίνικον καὶ τἆθλα φέρεσθαι τὸν ἀλλᾶντα—ὁρᾷς ἡλίκον τὸ ἀγαθόν; ἔτι καὶ βασιλέα μόνον ἐφ’ ἁπάντων γενέσθαι τῷ ἀστραγάλῳ κρατήσαντα, ὡς μήτε ἐπιταχθείης γελοῖα ἐπιτάγματα καὶ αὐτὸς ἐπιτάττειν ἔχοις, τῷ μὲν αἰσχρόν τι περὶ αὑτοῦ ἀναβοῆσαι, τῷ δὲ γυμνὸν ὀρχήσασθαι καὶ ἀράμενον τὴν αὐλητρίδα τρὶς τὴν οἰκίαν περιελθεῖν—πῶς οὐχὶ καὶ ταῦτα δείγματα μεγαλοδωρίας τῆς ἐμῆς; εἰ δὲ τὸ μὴ ἀληθῆ μηδὲ βέβαιον γίγνεσθαι τὴν τοιαύτην βασιλείαν αἰτιάσει, ἄγνωμον ποιήσεις ὁρῶν αὐτὸν ἐμὲ τὸν ταῦτα διανέμοντα ὀλιγοχρόνιον τὴν ἀρχὴν ἔχοντα. τούτων δ’ οὖν ἅ μοι δυνατὰ δοῦναι, τῶν πεττῶν, τοῦ ἄρχειν, τοῦ ᾄδειν καὶ τῶν ἃ κατηριθμησάμην, θαρρῶν αἴτει, ὡς ἐμοῦ πρὸς οὐδὲν δεδιξομένου σε3 τῇ αἰγίδι καὶ τῷ κεραυνῷ.

克洛诺斯 如果对照我整个统治时期的力量来检验,那绝非微不足道,也绝非完全不值一提——除非在你看来,在掷骰子中获胜——当别人的骰子滚落到一(一点)时,而你的骰子总是六点朝上,这只是一件小事。至少,有许多人因这种事而饱食终日,只要骰子仁慈且顺遂地对他们点头;而另一些人则相反,他们的船在骰子这样微小的暗礁上撞得粉碎,不得不光着身子游出来。再者,痛快地畅饮,在宴席上被认为唱起歌来比别人更有乐感,并且在接受服务时,其他人纷纷落入水中——因为这是服务不周的惩罚——而你却被宣告为光荣的胜利者,并赢走香肠作为奖品——你看到这是多么巨大的好处了吗?此外,还能通过掷骰子(距骨)胜出,成为众人中唯一的国王,从而既不用听从荒谬的命令,自己也能下达命令:让这人高声喊出关于自己的耻辱之事,让那人光着身子跳舞并抱起吹笛女绕屋走三圈——难道这些不也是我慷慨大度的证据吗?如果你指责这样的王权既不真实也不稳固,那么当你看到分发这些东西的我本人也只拥有短暂的统治权时,你就会显得不近情理了。总之,对于这些我所能给予的事物,包括掷骰子、统治、歌唱以及我所列举的那些,你尽管放心祈求吧,因为我绝不会用神盾和雷电来恐吓你。

语法注3 条
  1. 1τό γε νῦν εἶναι

    不定式的绝对用法,作限制性副词修饰,意为“至少在目前看来”或“暂时”。

  2. 1ἐπὶ τῶν ἱερῶν

    介词 ἐπί 接属格。在举行献祭的语境中,表示“在祭品(祭兽)面前”或“在献祭之际”的情境设定。

  3. 4ὡς ἐμού πρὸς οὐδὲν δεδιξομένου σε

    粒子 ὡς 接将来时分词(属格独立结构),表示主观原因或带有确信的保证(“确信我绝不会威胁你”)。动词 δεδίζομαι 在此被理解为支配双重宾格(表示人的 σε,与表示程度或对象的介词短语 πρὸς οὐδέν)。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)urn:cts:greekLit:tlg0062.tlg055.humanitext-grc3:1-4