- 底本
- Lucian, Vol. 5. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1936 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg050.humanitext-grc2:14-19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
桃摩斯宣读了一份旨在清除天庭中非法登记和虚假神明的具体决议草案,宙斯表示赞同并予以通过,同时命令所有天神准备好明确的身世证明以接受审查。
Μῶμος πέρας γοῦν, εἰ ἐθέλεις, ὦ Ζεῦ, ψήφισμά τι περὶ τούτων ἀναγνώσομαι ἤδη ξυγγεγραμμένον. Ζεύς ἀνάγνωθι· οὐ πάντα γὰρ ἀλόγως ᾐτιάσω. καὶ δεῖ τὰ πολλὰ αὐτῶν ἐπισχεῖν, ὡς μὴ ἐπὶ πλεῖον ἂν γίγνηται. Μῶμος ἀγαθῇ τύχῃ. ἐκκλησίας ἐννόμου ἀγομένης1 ἑβδόμῃ ἱσταμένου ὁ Ζεὺς ἐπρυτάνευε καὶ προήδρευε Ποσειδῶν, ἐπεστάτει Ἀπόλλων, ἐγραμμάτευε Μῶμος Νυκτὸς καὶ ὁ Ὕπνος τὴν γνώμην εἶπεν. Ἐπειδὴ πολλοὶ τῶν ξένων, οὐ μόνον Ἕλληνες ἀλλὰ καὶ βάρβαροι, οὐδαμῶς ἄξιοι ὄντες κοινωνεῖν ἡμῖν τῆς πολιτείας, παρεγγραφέντες οὐκ οἶδα ὅπως καὶ θεοὶ δόξαντες ἐμπεπλήκασι μὲν τὸν οὐρανὸν ὡς μεστὸν εἶναι τὸ συμπόσιον ὄχλου ταραχώδους πολυγλώσσων τινῶν καὶ ξυγκλύδων ἀνθρώπων, ἐπιλέλοιπε δὲ ἡ ἀμβροσία καὶ τὸ νέκταρ, ὥστε μνᾶς ἤδη τὴν κοτύλην εἶναι2 διὰ τὸ πλῆθος τῶν πινόντων· οἱ δὲ ὑπὸ αὐθαδείας παρωσάμενοι τοὺς παλαιούς τε καὶ ἀληθεῖς θεοὺς προεδρίας ἠξιώκασιν αὑτοὺς παρὰ πάντα τὰ πάτρια καὶ ἐν τῇ γῇ προτιμᾶσθαι θέλουσι· Μῶμος δεδόχθαι τῇ βουλῇ καὶ τῷ δήμῳ3 ξυλλεγῆναι μὲν ἐκκλησίαν ἐν τῷ Ὀλύμπῳ περὶ τροπὰς χειμερινάς, ἑλέσθαι δὲ ἐπιγνώμονας τελείους θεοὺς ἑπτά, τρεῖς μὲν ἐκ τῆς παλαιᾶς βουλῆς τῆς ἐπὶ Κρόνου, τέτταρας δὲ ἐκ τῶν δώδεκα, καὶ ἐν αὐτοῖς τὸν Δία· τούτους δὲ τοὺς ἐπιγνώμονας αὐτοὺς μὲν καθέζεσθαι ὀμόσαντας τὸν νόμιμον ὅρκον τὴν Στύγα, τὸν Ἑρμῆν δὲ κηρύξαντα ξυναγαγεῖν ἅπαντας ὅσοι ἀξιοῦσι ξυντελεῖν ἐς τὸ ξυνέδριον, τοὺς δὲ ἥκειν μάρτυρας ἐπαγομένους ἐνωμότους καὶ ἀποδείξεις τοῦ γένους. τοὐντεῦθεν δὲ οἱ μὲν παρίτωσαν καθʼ ἕνα, οἱ δὲ ἐπιγνώμονες ἐξετάζοντες ἢ θεοὺς εἶναι ἀποφανοῦνται ἢ καταπέμψουσιν ἐπὶ τὰ σφέτερα ἠρία καὶ τὰς θήκας τὰς προγονικάς. ἢν δέ τις ἁλῷ τῶν ἀδοκίμων καὶ ἅπαξ ὑπὸ τῶν ἐπιγνωμόνων ἐκκριθέντων ἐπιβαίνων τοῦ οὐρανοῦ, ἐς τὸν Τάρταρον ἐμπεσεῖν τοῦτον.
桃摩斯 那么,宙斯啊,如果你愿意,我现在就宣读一份已经起草好的关于这些事情的决议案。 宙斯 读吧,因为你的指责并非全无道理。我们确实必须遏制其中的大部分,免得它们进一步蔓延。 桃摩斯 祝好运。在月上旬第七日召开的法定大会上,宙斯担任执事官,波塞冬担任议长,阿波罗担任监察官,夜之子桃摩斯担任书记,睡眠提出了这项提案。 鉴于许多外邦人,不仅有希腊人,还有蛮族人,他们根本没有资格分享我们的公民权,却不知道怎么被非法登记并被视为神明,从而充斥了天庭,以至于宴会上挤满了说各种语言、鱼龙混杂的喧嚣人群,神馔和神酒也已耗尽,由于饮酒者众多,如今一科提拉已涨到一米纳;而他们凭着傲慢,推开了古老而真实的神明,违反一切祖制为自己争夺上座,并渴望在人间也更受尊崇;桃摩斯 议会和大会决议如下:在冬至前后在奥林波斯召集大会,并选出七位完全的神作为审查官:三位来自克罗诺斯时代的古老议会,四位来自十二神,其中也包括宙斯;这些审查官本身在指着斯提克斯河立下法定的誓言后就座,赫耳墨斯则发出布告,召集所有声称有权加入议会的人,而他们须带着宣誓证人和血统证明前来。此后,让他们逐一出场,审查官进行审查,要么宣布他们是神,要么将他们打发回各自的祖坟和陵墓。如果任何未通过审查、且一旦被审查官排除在外的人被发现再次涉足天庭,此人将被投入塔耳塔洛斯。
Μῶμος ἐργάζεσθαι δὲ τὰ αὐτοῦ ἕκαστον, καὶ μήτε τὴν Ἀθηνᾶν ἰᾶσθαι μήτε τὸν Ἀσκληπιὸν χρησμῳδεῖν μήτε τὸν Ἀπόλλω τοσαῦτα μόνον ποιεῖν, ἀλλὰ ἕν τι ἐπιλεξάμενον μάντιν ἢ κιθαρῳδὸν ἢ ἰατρὸν εἶναι.
桃摩斯 各自应当各司其职,既不要让雅典娜行医,也不要让阿斯克勒庇俄斯传神谕,也不要让阿波罗独自做这么多事,而是选定其中一样,要么当预言家,要么当弹琴艺人,要么当医生。
Μῶμος τοῖς δὲ φιλοσόφοις προειπεῖν μὴ ἀναπλάττειν κενὰ ὀνόματα μηδὲ ληρεῖν περὶ ὧν οὐκ ἴσασιν.
桃摩斯 并预先警告哲学家们不要捏造虚无的名字,也不要对自己不知道的事情胡言乱语。
Μῶμος ὁπόσοι δὲ ἤδη ναῶν ἢ θυσιῶν ἠξιώθησαν, ἐκείνων μὲν καθαιρεθῆναι τὰ ἀγάλματα, ἐντεθῆναι δὲ ἢ Διὸς ἢ Ἥρας ἢ Ἀπόλλωνος ἢ τῶν ἄλλων τινός, ἐκείνοις δὲ τάφον χῶσαι τὴν πόλιν καὶ στήλην ἐπιστῆσαι ἀντὶ βωμοῦ. ἢν δέ τις παρακούσῃ τοῦ κηρύγματος καὶ μὴ ἐθελήσῃ ἐπὶ τοὺς ἐπιγνώμονας ἐλθεῖν, ἐρήμην αὐτοῦ καταδιαιτησάτωσαν.4 "τοῦτο μὲν ὑμῖν τὸ ψήφισμα."
桃摩斯 至于那些已经享有神殿或祭祀的人,应拆除他们的神像,换上宙斯、赫拉、阿波罗或其他神明中的某一位的神像,而城邦应当为他们筑墓,立石碑以代替祭坛。如果有人不听从布告,不愿来到审查官面前,则缺席作出对其不利的判决。 “这就是给你们的决议案。”
Ζεύς δικαιότατον, ὦ Μῶμε· καὶ ὅτῳ δοκεῖ, ἀνατεινάτω τὴν χεῖρα· μᾶλλον δέ, οὕτω γιγνέσθω, πλείους γὰρ οἶδʼ ὅτι ἔσονται οἱ μὴ χειροτονήσοντες.5 ἀλλὰ νῦν μὲν ἄπιτε· ὁπόταν δὲ κηρύξῃ ὁ Ἑρμῆς, ἥκετε κομίζοντες ἕκαστος ἐναργῆ τὰ γνωρίσματα καὶ σαφεῖς τὰς ἀποδείξεις, πατρὸς ὄνομα καὶ μητρός, καὶ ὅθεν καὶ ὅπως θεὸς ἐγένετο, καὶ φυλὴν καὶ φράτορας. ὡς ὅστις ἂν μὴ ταῦτα παράσχηται, οὐδὲν μελήσει τοῖς ἐπιγνώμοσιν εἰ νεών τις μέγαν ἐν τῇ γῇ ἔχει καὶ οἱ ἄνθρωποι θεὸν αὐτὸν εἶναι νομίζουσιν.
宙斯 极为公允,桃摩斯。赞成的人请举手。或者说,就这样通过吧,因为我知道不举手赞成的人会占多数。不过现在你们先散去吧。等到赫耳墨斯发出布告时,你们每个人都要来,带上清晰的特征和明确的证明,包括父母的名字、从何处以及如何成为神,还有部落和胞族。因为如果有人不能提供这些,那么即使他在地上建有宏伟的神殿、人们也信奉他为神,审查官也绝不会理会。
- 14ἐκκλησίας ἐννόμου ἀγομένης
属格绝对句。此句完全摹拟了雅典公决议(psephisma)的官方导入文体(包括官员、提案人及日期)。ἑβδόμῃ ἱσταμένου(月上旬第七日)也是标准的日期表达公式。
- 14μνᾶς ἤδη τὴν κοτύλην εἶναι
由 ὥστε 引导的结果从句中的“对格+不定式”结构。τὴν κοτύλην(科提拉,液体容量单位)作为表示分配/单位的对格,而 μνᾶς(米纳,高额货币单位的单数属格,表示价格)是 εἶναι 的表语。用以形容极度通货膨胀:“一科提拉已经值一米纳”。
- 15δεδόχθαι τῇ βουλῇ καὶ τῷ δήμῳ
摹拟雅典法律公文的标准公式“议会与大会决议”。完成时被动不定式 δεδόχθαι 在此作命令式不定式(或表示正式决定的独立不定式)使用。后续各条款的主动词(如 ξυλλεγῆναι、ἑλέσθαι 等)也同样统一采用不定式,以维持这种法律公文体裁。
- 18ἐρήμην αὐτοῦ καταδιαιτησάτωσαν
ἐρήμην 是形容词 ἔρημος(空无的/无人的)的阴性单数对格,属于省略了名词 δίκην(诉讼)的雅典法律惯用语。与动词 καταδιαιτάω(作出缺席判决/不利裁决)连用,意为“在当事人缺席的情况下对其作出不利判决”。
- 19οἱ μὴ χειροτονήσοντες
未来时分词带有否定词 μή,意为“(在实际投票中)将不举手(即不赞成)的人”。宙斯在要求举手表决后,立刻意识到那些非法混入的神明(即桃摩斯所抨击的对象)会占多数并否决决议,因而迅速改口道:“或者说,就这样通过吧(即不进行实际表决)”。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(3 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 注 1 处
- 2026-11-15 AI校阅 — 译文 2 处
