- 底本
- Lucian, Vol. 5. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1936 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg042.humanitext-grc2:25-30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-27
讲述者批判佩雷格林努斯的自杀纯属虚荣,这与赫拉克勒斯或印度哲人截然不同。他进一步揭露了弟子们的盲信,并以讽刺的手法对比了西比拉与巴基斯关于佩雷格林努斯的伪预言。
ἄλλως τε ὁ μὲν Ἡρακλῆς, εἴπερ ἄρα καὶ ἐτόλμησέν τι τοιοῦτο, ὑπὸ νόσου αὐτὸ ἔδρασεν, ὑπὸ τοῦ Κενταυρείου αἵματος, ὥς φησιν ἡ τραγῳδία, κατεσθιόμενος· οὗτος δὲ τίνος αἰτίας ἕνεκεν ἐμβάλλει φέρων ἑαυτὸν εἰς τὸ πῦρ; νὴ Δίʼ, ὅπως τὴν καρτερίαν ἐπιδείξηται καθάπερ οἱ Βραχμᾶνες· ἐκείνοις γὰρ αὐτὸν ἠξίου Θεαγένης εἰκάζειν, ὥσπερ οὐκ ἐνὸν1 καὶ ἐν Ἰνδοῖς εἶναί τινας μωροὺς καὶ κενοδόξους ἀνθρώπους. ὅμως δʼ οὖν κἂν ἐκείνους μιμείσθω· ἐκεῖνοι γὰρ οὐκ ἐμπηδῶσιν ἐς τὸ πῦρ, ὡς Ὀνησίκριτος ὁ Ἀλεξάνδρου κυβερνήτης ἰδὼν Κάλανον καόμενόν φησιν, ἀλλʼ ἐπειδὰν νήσωσι, πλησίον παραστάντες ἀκίνητοι ἀνέχονται παροπτώμενοι, εἶτʼ ἐπιβάντες κατὰ σχῆμα καίονται, οὐδʼ ὅσον ὀλίγον ἐντρέψαντες τῆς κατακλίσεως. οὗτος δὲ τί μέγα εἰ ἐμπεσὼν τεθνήξεται συναρπασθεὶς ὑπὸ τοῦ πυρός; οὐκ ἀπʼ ἐλπίδος2 μὴ ἀναπηδήσασθαι αὐτὸν καὶ ἡμίφλεκτον, εἰ μή, ὅπερ φασί, μηχανήσεται βαθεῖαν γενέσθαι καὶ ἐν βόθρῳ τὴν πυράν.
何况赫拉克勒斯,如果他真的敢做这样的大胆之事,也是因为疾病,被半人马之血吞噬,正如悲剧所说;但这个人又是出于什么原因要投身于火中呢?凭宙斯起誓,难道是为了像印度的婆罗门那样展示他的坚忍?因为塞阿格奈斯认为他应当与他们相比,仿佛在印度人当中就不可能存在某些愚蠢和虚荣之辈。但无论如何,让他至少效仿他们吧。因为他们并不跳进火里,正如亚历山大的领航员奥内西克里图斯在目睹卡拉诺斯自焚后所说的那样,而是在堆好柴堆后,一动不动地站在旁边,耐受着炙烤,然后以端庄的姿态登上去被烧死,甚至连躺着的姿势都不改变分毫。 但是,这个人一旦跳进去,被火吞噬而死,又有什么伟大的呢?这并不能排除他跳出来、甚至带着半烧焦的身体逃跑的可能,除非像人们所说的那样,他策划将火刑堆建得极深且置于深坑之中。
εἰσὶ δʼ οἳ καὶ μεταβαλέσθαι φασιν αὐτὸν καί τινα ὀνείρατα διηγεῖσθαι, ὡς τοῦ Διὸς οὐκ ἐῶντος μιαίνειν ἱερὸν χωρίον. ἀλλὰ θαρρείτω τούτου γε ἕνεκα· ἐγὼ γὰρ διομοσαίμην ἂν ἦ μὴν μηδένα τῶν θεῶν ἀγανακτήσειν, εἰ Περεγρῖνος κακῶς ἀποθάνοι. οὐ μὴν οὐδὲ ῥᾴδιον αὐτῷ ἔτʼ ἀναδῦναι· οἱ γὰρ συνόντες κύνες παρορμῶσιν καὶ συνωθοῦσιν ἐς τὸ πῦρ καὶ ὑπεκκάουσι τὴν γνώμην, οὐκ ἐῶντες ἀποδειλιᾶν· ὧν εἰ δύο συγκατασπάσας ἐμπέσοι εἰς τὴν πυράν, τοῦτο μόνον χάριεν ἂν ἐργάσαιτο.
甚至还有人说,他已经改变了主意,并向人讲述某些梦境,大意是宙斯不允许他玷污神圣之地。但就这一点而言,让他放心好了;因为我敢起誓,如果佩雷格林努斯死得奇惨无比,诸神中决没有任何一位会感到愤怒。然而,对他来说,如今想要退缩已非易事;因为跟在他身边的那些恶狗们正怂恿他、将他推向火堆,并煽动他的决心,不容许他临阵退缩。如果他能在跳入火堆时把其中两条狗也一起拖下去,那将是他做出的唯一一件令人快慰的事。
ἤκουον δὲ ὡς οὐδὲ Πρωτεὺς ἔτι καλεῖσθαι ἀξιοῖ, ἀλλὰ Φοίνικα μετωνόμασεν ἑαυτόν, ὅτι καὶ φοῖνιξ, τὸ Ἰνδικὸν ὄρνεον, ἐπιβαίνειν πυρᾶς λέγεται πορρωτάτω γήρως προβεβηκώς. ἀλλὰ καὶ λογοποιεῖ καὶ χρησμούς τινας διέξεισιν παλαιοὺς δή, ὡς χρεὼν εἴη δαίμονα νυκτοφύλακα γενέσθαι αὐτόν, καὶ δῆλός ἐστι βωμῶν ἤδη ἐπιθυμῶν καὶ χρυσοῦς ἀναστήσεσθαι ἐλπίζων.
我还听说,他甚至不再屑于被称为普罗透斯,而是将自己改名为凤凰,因为据说凤凰这种印度鸟在达到极高寿数时,会登上火刑堆。不仅如此,他还编造故事,并详述某些自称古老的预言,说他注定要成为夜间守护的神灵;而且很明显,他已经开始渴望祭坛,并指望为自己立起金像。
καὶ μὰ Δία οὐδὲν ἀπεικὸς ἐν πολλοῖς τοῖς ἀνοήτοις εὑρεθήσεσθαί τινας τοὺς καὶ τεταρταίων ἀπηλλάχθαι διʼ αὐτοῦ φήσοντας καὶ νύκτωρ ἐντετυχηκέναι τῷ δαίμονι τῷ νυκτοφύλακι. οἱ κατάρατοι δὲ οὗτοι μαθηταὶ αὐτοῦ καὶ χρηστήριον, οἶμαι, καὶ ἄδυτον ἐπὶ τῇ πυρᾷ μηχανήσονται, διότι καὶ Πρωτεὺς ἐκεῖνος ὁ Διός, ὁ προπάτωρ τοῦ ὀνόματος, μαντικὸς ἦν. μαρτύρομαι δὲ ἦ μὴν3 καὶ ἱερέας αὐτοῦ ἀποδειχθήσεσθαι μαστίγων ἢ καυτηρίων ἤ τινος τοιαύτης τερατουργίας, ἢ καὶ νὴ Δία τελετήν τινα ἐπʼ αὐτῷ συστήσεσθαι νυκτέριον καὶ δᾳδουχίαν ἐπὶ τῇ πυρᾷ.
凭宙斯起誓,在如此多的愚民中,完全有可能找到一些人,声称自己通过他治愈了四日热,或者在夜里遇见了这位夜间守护神。我想,他那些该死的弟子们还会在火刑堆上策划一个神谕所和密室,因为那位著名的宙斯之子普罗透斯,即这个名字的鼻祖,也是具有预言能力的。我敢断言,必定会有祭司为他而被任命,主持鞭笞、烙铁或诸如此类的奇迹骗术,甚至,凭宙斯起誓,还会为他举行某种夜间的入会仪式,并在火刑堆旁进行火炬巡游。
Θεαγένης δὲ ἔναγχος, ὥς μοί τις τῶν ἑταίρων ἀπήγγειλεν, καὶ Σίβυλλαν ἔφη προειρηκέναι περὶ τούτων· καὶ τὰ ἔπη γὰρ ἀπεμνημόνευεν· "ἀλλʼ ὁπόταν Πρωτεὺς Κυνικῶν ὄχʼ ἄριστος ἁπάντων Ζηνὸς ἐριγδούπου τέμενος κάτα πῦρ ἀνακαύσας ἐς φλόγα πηδήσας ἔλθῃ ἐς μακρὸν Ὄλυμπον, δὴ τότε πάντας ὁμῶς, οἳ ἀρούρης καρπὸν ἔδουσιν, νυκτιπόλον τιμᾶν κέλομαι ἥρωα μέγιστον σύνθρονον Ἡφαίστῳ καὶ Ἡρακλῆϊ ἄνακτι."
至于塞阿格奈斯,据我的一个同伴日前向我报告,他曾宣称连西比拉也预言过这些事;因为他甚至凭记忆背诵了这些诗句: “但是,当普罗透斯,这位所有犬儒中最杰出的人, 在雷霆万钧的宙斯圣地里燃起大火, 跳入火焰,前往遥远的奥林匹斯山时, 彼时,我命令所有吃着大地果实的人们, 共同敬拜这位夜间出行的最伟大英雄, 与赫菲斯托斯和赫拉克勒斯国王同登宝座者。”
ταῦτα μὲν Θεαγένης Σιβύλλης ἀκηκοέναι φησίν. ἐγὼ δὲ Βάκιδος αὐτῷ χρησμὸν ὑπὲρ τούτων ἐρῶ· φησὶν δὲ ὁ Βάκις οὕτω, σφόδρα εὖ ἐπειπών, "Ἀλλʼ ὁπόταν Κυνικὸς πολυώνυμος ἐς φλόγα πολλὴν πηδήσῃ δόξης ὑπʼ ἐρινύι θυμὸν ὀρινθείς, δὴ τότε τοὺς ἄλλους κυναλώπεκας, οἵ οἱ ἕπονται, μιμεῖσθαι χρὴ πότμον ἀποιχομένοιο λύκοιο. ὃς δέ κε δειλὸς ἐὼν φεύγῃ μένος Ἡφαίστοιο, λάεσσιν βαλέειν τοῦτον τάχα πάντας Ἀχαιούς, ὡς μὴ ψυχρὸς ἐὼν θερμηγορέειν ἐπιχειρῇ4 χρυσῷ σαξάμενος πήρην μάλα πολλὰ δανείζων, ἐν καλαῖς Πάτραισιν ἔχων τρὶς πέντε τάλαντα." τί ὑμῖν δοκεῖ, ἄνδρες; ἆρα φαυλότερος χρησμολόγος ὁ Βάκις τῆς Σιβύλλης εἶναι; ὥστε ὥρα τοῖς θαυμαστοῖς τούτοις ὁμιληταῖς τοῦ Πρωτέως περισκοπεῖν ἔνθα ἑαυτοὺς ἐξαερώσουσιν· τοῦτο γὰρ τὴν καῦσιν καλοῦσιν.
这些确实是塞阿格奈斯自称从西比拉那里听到的。但我将向你们讲述巴基斯关于这些事的预言;巴基斯说得非常中肯,他是这样说的: “但是,当那多名的犬儒跳入熊熊火焰, 其心智被名声的复仇女神所激狂时, 彼时,跟随他的其他狐狸狗们, 必须效仿那离去之狼的命运。 凡是胆怯、逃避赫菲斯托斯威力的人, 让所有阿开亚人迅速用石头砸他, 免得他以冰冷的心却试图说出狂热的话, 用黄金塞满他的行囊,四处借出巨款, 并在美丽的帕特雷拥有十五塔兰同的财产。” 诸位,你们怎么看?巴基斯难道是个比西比拉更差的预言者吗?因此,是时候让普罗透斯这些令人惊叹的同伴们四处寻找一个可以将自己“气化”的地方了;因为他们就是这样称呼他们的火刑的。
- 25ὥσπερ οὐκ ἐνὸν
ἐνόν 是无人称动词 ἔνεστι(可能、存在)的现在分词中性单数宾格,与 ὥσπερ 连用,构成宾格绝对独立结构,意为“仿佛……是不可能存在的”。
- 25οὐκ ἀπʼ ἐλπίδος
意为“并非意料之外”,即“完全在意料之中”。它支配带有否定词 μή 的不定式 ἀναπηδήσασθαι,字面意思是“他(因受热)不跳出来并非意料之外”(即完全可以预料到他会跳出来)。
- 28μαρτύρομαι δὲ ἦ μὴν
动词 μαρτύρομαι(见证、起誓)在此引入带有未来不定式 ἀποδειχθήσεσθαι 的宾格加不定式结构,并伴有强烈的誓言小词 ἦ μὴν,意为“我敢起誓,他的祭司们将会被任命”。
- 30ὡς μὴ ψυχρὸς ἐὼν θερμηγορέειν ἐπιχειρῇ
ὡς μή 后接虚拟语气 ἐπιχειρῇ,引导否定目的或结果从句,意为“免得他以冰冷(ψυχρός)的心,却企图说出狂热(θερμηγορέειν)的话”。这里利用了“冰冷”与“热烈言说”的鲜明对比。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 译文 1 处
