- 底本
- Lucian, Vol. 4. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg037.humanitext-grc2:21-23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-25
导师传授了如何在演讲后利用亲信朋友进行自我吹嘘,以及如何彻底嘲笑和贬低其他发言者的技巧。此外,他还建议在私生活中放纵于赌博、放荡甚至男色等各种恶习,以此培养成功雄辩家所必需的极度不要脸和胆量。
οἱ φίλοι δὲ ἀναπηδάτωσαν ἀεὶ καὶ μισθὸν τῶν δείπνων ἀποτινέτωσαν, εἴ ποτε αἴσθοιντό σε καταπεσούμενον, χεῖρα ὀρέγοντες καὶ παρέχοντες εὑρεῖν τὸ λεχθησόμενον ἐν τοῖς μεταξὺ τῶν ἐπαίνων διαλείμμασι· καὶ γὰρ αὖ καὶ τοῦδε μελέτω σοι τὸν χορὸν ἔχειν οἰκεῖον καὶ συνᾴδοντα. ταῦτα μέν σοι τὰ ἐν τοῖς λόγοις. μετὰ ταῦτα δὲ προϊόντα σε δορυφορείτωσαν ἐγκεκαλυμμένον αὐτὸν καὶ περὶ ὧν ἔφης μεταξὺ διαλαμβάνοντα. καὶ ἤν τις ἐντύχῃ, θαυμάσια περὶ σαυτοῦ λέγε καὶ ὑπερεπαίνει καὶ ἐπαχθὴς γίγνου αὐτῷ. τί γὰρ ὁ Παιανιεὺς πρὸς ἐμὲ; καί, πρὸς ἕνα ἴσως μοι τῶν παλαιῶν ὁ ἀγών καὶ τὰ τοιαῦτα.
你的朋友应当随时跳起来,以此偿还他们的饭钱,如果他们察觉到你即将气馁,就向你伸出援手,在赞美声的间歇中,为你提供寻找接下来该说什么的机会;因为,你确实也必须注意这一点:要拥有一个属于你自己的、齐声合唱的歌队。以上是你在言论中的做法。在此之后,当你走出门时,让他们像保镖一样护送你,你本人则蒙着头,一路上谈论你刚才所说的内容。如果遇到任何人,你要说关于自己的奇妙之事,过分夸耀自己,让他感到厌烦,说: “因为那派亚尼亚人相比于我算得了什么呢?” 以及, “我的竞争对手也许只是古人中的一个” 等等。
ὃ δὲ μέγιστον καὶ πρὸς τὸ εὐδοκιμεῖν ἀναγκαιότατον ὀλίγου δεῖν1 παρέλιπον, ἁπάντων καταγέλα τῶν λεγόντων. καὶ ἢν μέν τις καλῶς εἴπῃ, ἀλλότρια καὶ οὐχ ἑαυτοῦ δεικνύειν δοκείτω· ἢν δὲ μετρίως ἐλεγχθῇ, πάντα ἔστω ἐπιλήψιμα. καὶ ἐν ταῖς ἀκροάσεσι μετὰ πάντας εἰσιέναι χρή, ἐπίσημον γάρ· καὶ σιωπησάντων ἁπάντων ξένον τινὰ ἔπαινον ἐπειπεῖν τὰς ἀκοὰς τῶν παρόντων ἐπιστρέψοντα καὶ ἐνοχλήσοντα, ὡς ναυτιᾶν ἅπαντας ἐπὶ τῷ φορτικῷ τῶν ὀνομάτων καὶ ἐπιφράττεσθαι τὰ ὦτα. καὶ ἐπισείσῃς δὲ μὴ πολλάκις τὴν χεῖρα, εὐτελὲς γάρ, μηδʼ ἀναστῇς, πλὴν ἅπαξ γε ἢ δὶς τὸ πλεῖστον. ὑπομειδία δὲ τὰ πολλὰ καὶ δῆλος γίγνου μὴ ἀρεσκόμενος τοῖς λεγομένοις. ἀμφιλαφεῖς δὲ αἱ ἀφορμαὶ τῶν μέμψεων τοῖς συκοφαντικοῖς τὰ ὦτα. τὰ δ’ ἄλλα χρὴ θαρρεῖν· ἡ τόλμα γὰρ καὶ ἡ ἀναισχυντία καὶ ψεῦδος πρόχειρον καὶ ὅρκος ἐπʼ ἄκροις ἀεὶ τοῖς χείλεσι καὶ φθόνος πρὸς ἅπαντας καὶ μῖσος καὶ βλασφημία καὶ διαβολαὶ πιθαναί — ταῦτά σε ἀοίδιμον ἐν βραχεῖ καὶ περίβλεπτον ἀποφανεῖ.
而最重要、对于获得名望最不可或缺的一点,我差点漏掉了:嘲笑所有发言的人。如果有人讲得好,就让他看起来像是在展示别人的财产,而不是他自己的;如果他有些许破绽被抓住,那一切就都是值得谴责的。在听讲时,你必须在所有人之后入场,因为这引人注目;当所有人都安静下来时,你要加上某种奇妙的赞美,以吸引在场者的耳朵并打扰他们,以至于所有人对词藻的粗鄙感到作呕并塞住耳朵。不要频繁挥手,因为这很俗气,也不要站起来,最多一两次。你大部分时间要微笑,显出你对所说的话很不满意。对于那些中伤的耳朵来说,责难的借口是极为丰富的。其余的事情你大可放心;因为大胆、不要脸、随口的谎言、随时在嘴唇边缘的誓言、对所有人的嫉妒、仇恨、亵渎和动听的中伤——这些会在短时间内让你名扬四海,成为瞩目的焦点。
τοιαῦτα μὲν τὰ φανερὰ καὶ τὰ ἔξω. ἰδίᾳ δὲ πάντα πράγματα ποιεῖν σοι δεδόχθω, κυβεύειν μεθύσκεσθαι λαγνεύειν μοιχεύειν, ἢ αὐχεῖν γε, κἂν μὴ ποιῇς, καὶ πρὸς ἅπαντας λέγειν καὶ γραμματεῖα ὑποδεικνύναι ὑπὸ γυναικῶν δῆθεν γραφέντα. καλὸς γὰρ εἶναι θέλε καὶ σοὶ μελέτω ὑπὸ τῶν γυναικῶν σπουδάζεσθαι δοκεῖν· εἰς τὴν ῥητορικὴν γὰρ καὶ τοῦτο ἀνοίσουσιν οἱ πολλοί, ὡς διὰ τοῦτό σου καὶ ἄχρι τῆς γυναικωνίτιδος εὐδοκιμοῦντος.2 καὶ τὸ δεῖνα3 δέ, μὴ αἰδεσθῇς, εἰ καὶ πρὸς ἀνδρῶν ἐπὶ τῷ ἑτέρῳ4 ἐρᾶσθαι δοκοίης, καὶ ταῦτα γενειήτης ἢ καὶ νὴ Δία φαλακρὸς ἤδη ὤν. ἀλλʼ ἔστωσαν οἱ καὶ ἐπὶ τούτῳ συνόντες· ἢν δὲ μὴ ὦσιν, οἰκέται ἱκανοί. πολλὰ γὰρ καὶ ἐκ τοῦ τοιούτου πρὸς τὴν ῥητορικὴν χρήσιμα παραγίγνεται· πλείων ἡ ἀναισχυντία καὶ θράσος. ὁρᾷς ὡς λαλίστεραι αἱ γυναῖκες καὶ λοιδοροῦνται περιττῶς καὶ ὑπὲρ τοὺς ἄνδρας; εἰ δὴ τὰ ὅμοια πάσχοις, καὶ ταῦτα διοίσεις τῶν ἄλλων. καὶ μὴν καὶ πιττοῦσθαι χρή, μάλιστα μὲν τὰ πάντα, εἰ δὲ μή, πάντως ἐκεῖνα. καὶ αὐτὸ δέ σοι τὸ στόμα πρὸς ἅπαντα ὁμοίως κεχηνέτω, καὶ ἡ γλῶττα ὑπηρετείτω καὶ πρὸς τοὺς λόγους καὶ πρὸς τὰ ἄλλα ὁπόσα ἂν δύνηται. δύναται δὲ οὐ σολοικίζειν μόνον καὶ βαρβαρίζειν οὐδὲ ληρεῖν ἢ ἐπιορκεῖν ἢ λοιδορεῖσθαι ἢ διαβάλλειν καὶ ψεύδεσθαι, ἀλλὰ καὶ νύκτωρ τι ἄλλο ὑποτελεῖν, καὶ μάλιστα ἢν πρὸς οὕτω πολλοὺς τοὺς ἔρωτας μὴ διαρκέσῃς. πάντα αὐτή γε ἐπιστάσθω καὶ γονιμωτέρα γιγνέσθω καὶ μηδὲν ἀποστρεφέσθω.
以上是公开和外在的事情。在私下里,你必须决定做尽一切荒唐事:赌博、酗酒、纵欲、通奸,或者,即使你没做,也要以此自夸,向所有人宣扬,并展示仿佛是女人写给你的信。因为你要渴望成为美男子,并注意让自己看起来深受女性追捧;因为大众也会把这也归功于你的修辞学,认为你因此名声远播,直至深闺。还有一件事,即使你看起来被男人以被动的方式喜爱,也不要觉得羞耻,哪怕你长着胡子,或者凭宙斯起誓,已经是个秃子。相反,要让那些为了这个目的而与你交往的人存在;如果没有,家奴也就足够了。因为从这种事情中也能得到许多对修辞学有用的东西:更多的不要脸和胆量。你看到女人是如何更加多嘴,并且比男人更过度地相互辱骂的吗?如果你承受同样的事情,你在这方面也会胜过他人。此外,还要用松脂脱毛,最好是全身,如果不行,也必须绝对脱掉阴部。你的嘴本身也必须对一切事物同样张开,你的舌头既要为言论服务,也要为它所能做的其他一切事情服务。它所能做的,不仅是犯语法错误和用词不当,也不仅是说废话、发假誓、辱骂、中伤和撒谎,还可以在夜间履行某种其他的服务,特别是如果你无法应付如此多的情人的话。让舌头本身通晓一切,变得更加丰产,并且不要拒绝任何事情。
- 22ὀλίγου δεῖν
属格 ὀλίγου 与不定式 δεῖν 构成的习语,作为副词性短语修饰主动词(此处为 παρέλιπον,“我漏掉了”),表示“几乎”、“差一点就……”。
- 23ὡς ... εὐδοκιμοῦντος
由连词 ὡς 引导的属格绝对结构(σου ... εὐδοκιμοῦντος)。此处的 ὡς 表示主观原因或大众(οἱ πολλοί)的想法(“理由是……”、“被认为……”),而非客观事实。
- 23τὸ δεῖνα
不定代词 δεῖνα(某某、某事)的中性单数宾格形式。在此用作叹词性的惯用表达(“对了”、“还有那件事”),在祈使句前引入一个新的或令人吃惊的话题。
- 23ἐπὶ τῷ ἑτέρῳ
意为“在另一方(角色/方面)”。在男性间的同性恋语境中,指与主动方相对的被动方(即女性化角色),这与紧随其后的被动语态不定式 ἐρᾶσθαι(“被爱”)相呼应。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 译文 1 处
