← 琉善

美尼普斯或亡灵书

§1-2

自阴间归来与友人重逢

门尼普斯身穿异服从阴间归来并与友人重逢。在痛斥地上的不道德现象后,门尼普斯正欲透露阴间针对富人通过的新法令,友人却拦住他,要求其先讲述下阴间的缘起和经过。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1

Μένιππος ὦ χαῖρε μέλαθρον πρόπυλά θʼ ἑστίας ἐμῆς, ὡς ἄσμενός ς’ ἐσεῖδον ἐς φάος μολών. Φίλος οὐ Μένιππος οὗτός ἐστιν ὁ κύων; οὐ μὲν οὖν ἄλλος, εἰ μὴ ἐγὼ παραβλέπω· Μένιππος ὅλος. τί οὖν αὐτῷ βούλεται1 τὸ ἀλλόκοτον τοῦ σχήματος, πῖλος καὶ λύρα καὶ λεοντῆ; πλὴν ἀλλὰ προσιτέον γε αὐτῷ. χαῖρε, ὦ Μένιππε· πόθεν ἡμῖν ἀφῖξαι; πολὺς γὰρ χρόνος οὐ πέφηνας ἐν τῇ πόλει. Μένιππος ἥκω νεκρῶν κευθμῶνα καὶ σκότου πύλας λιπών, ἵνʼ Ἅιδης χωρὶς ᾤκισται θεῶν. Φίλος Ἡράκλεις, ἐλελήθει Μένιππος ἡμᾶς ἀποθανών,2 κᾆτα ἐξ ὑπαρχῆς ἀναβεβίωκεν; Μένιππος οὔκ, ἀλλʼ ἔτʼ ἔμπνουν Ἀΐδης μʼ ἐδέξατο. Φίλος τίς δὴ αἰτία σοι τῆς καινῆς καὶ παραδόξου ταύτης ἀποδημίας; Μένιππος νεότης μʼ ἐπῆρε καὶ θράσος τοῦ νοῦ πλέον. Φίλος παῦσαι, μακάριε, τραγῳδῶν καὶ λέγε οὑτωσί πως ἁπλῶς καταβὰς ἀπὸ τῶν ἰαμβείων, τίς ἡ στολή; τί σοι τῆς κάτω πορείας ἐδέησεν; ἄλλως γὰρ οὐχ ἡδεῖά τις οὐδὲ ἀσπάσιος ἡ ὁδός. Μένιππος ὦ φιλότης, χρειώ με κατήγαγεν εἰς Ἀΐδαο ψυχῇ χρησόμενον Θηβαίου Τειρεσίαο. Φίλος οὗτος, ἀλλʼ ἦ παραπαίεις· οὐ γὰρ ἂν οὕτως ἐμμέτρως ἐρραψῴδεις3 πρὸς ἄνδρας φίλους. Μένιππος μὴ θαυμάσῃς, ὦ ἑταῖρε· νεωστὶ γὰρ Εὐριπίδῃ καὶ Ὁμήρῳ συγγενόμενος οὐκ οἶδʼ ὅπως ἀνεπλήσθην τῶν ἐπῶν καὶ αὐτόματά μοι τὰ μέτρα ἐπὶ τὸ στόμα ἔρχεται.

门尼普斯 啊,向你致敬,我的家门与炉灶前廊!我重见光明,是多么欣喜地瞻望着你。 友人 这不是那只“狗”门尼普斯吗?不,绝不是别人,除非我的眼睛看花了。正是门尼普斯本人。但他这身怪异的打扮——一顶毡帽、一把里拉琴和一件狮皮,究竟是什么意思?不管怎样,我还是得迎上去。你好,门尼普斯!你从哪里回到我们这儿来的?你已经好久没有在城里露面了。 门尼普斯 我离开死者的幽谷与黑暗的门户,从那远离诸神的哈迪斯居所归来。 友人 赫拉克勒斯啊!我们竟然不知道门尼普斯已经死了,而他如今又重新复活过来了吗? 门尼普斯 非也,而是当我尚存一息之时,哈迪斯便接纳了我。 友人 你这次新奇而又不可思议的旅程,究竟是什么原因? 门尼普斯 年轻气盛驱使着我,而心中的狂妄更是火上浇油。 友人 得了吧,老兄,别再演悲剧了!请从你的三音步格律诗里走下来,用普普通通的大白话告诉我:这身行头是怎么回事?你为什么非要去阴间走一趟?因为不管怎么说,那条路既不令人愉快,也不讨人喜欢。 门尼普斯 挚友啊,需要逼迫我降入哈迪斯的阴府,去向底比斯人提瑞西阿斯的亡魂祈求神示。 友人 喂,老兄,你莫非是疯了?否则你不会对自己的朋友如此合乎韵律地朗诵诗句。 门尼普斯 不要惊讶,我的朋友。因为我最近刚与欧里庇得斯和荷马相处过,不知怎地,脑子里装满了史诗,韵律便自然而然地涌上我的嘴边。

§2

Μένιππος ἀτὰρ εἰπέ μοι, πῶς τὰ ὑπὲρ γῆς ἔχει καὶ τί ποιοῦσιν οἱ ἐν τῇ πόλει; Φίλος καινὸν οὐδέν, ἀλλʼ οἷα καὶ πρὸ τοῦ· ἁρπάζουσιν, ἐπιορκοῦσιν, τοκογλυφοῦσιν, ὀβολοστατοῦσιν. Μένιππος ἄθλιοι καὶ κακοδαίμονες· οὐ γὰρ ἴσασιν οἷα ἔναγχος κεκύρωται παρὰ τοῖς κάτω καὶ οἷα κεχειροτόνηται τὰ ψηφίσματα κατὰ τῶν πλουσίων, ἃ μὰ τὸν Κέρβερον οὐδεμία μηχανὴ τὸ διαφυγεῖν αὐτούς.4 Φίλος τί φής; δέδοκταί τι νεώτερον τοῖς κάτω περὶ τῶν ἐνθάδε; Μένιππος νὴ Δία, καὶ πολλά γε· ἀλλʼ οὐ θέμις ἐκφέρειν αὐτὰ πρὸς ἅπαντας οὐδὲ ἐξαγορεύειν τὰ ἀπόρρητα, μὴ καί τις ἡμᾶς γράψηται γραφὴν ἀσεβείας ἐπὶ τοῦ Ῥαδαμάνθυος. Φίλος μηδαμῶς, ὦ Μένιππε, πρὸς τοῦ Διός, μὴ φθονήσῃς τῶν λόγων φίλῳ ἀνδρί· πρὸς γὰρ εἰδότα σιωπᾶν ἐρεῖς,5 τά τʼ ἄλλα καὶ πρὸς μεμυημένον. Μένιππος χαλεπὸν μὲν ἐπιτάττεις τὸ ἐπίταγμα καὶ οὐ πάντῃ εὐσεβές· πλὴν ἀλλὰ σοῦ γε ἕνεκα τολμητέον. ἔδοξε δὴ τοὺς πλουσίους τούτους καὶ πολυχρημάτους καὶ τὸ χρυσίον κατάκλειστον ὥσπερ τὴν Δανάην φυλάττοντας — Φίλος μὴ πρότερον εἴπῃς, ὦγαθέ, τὰ δεδογμένα πρὶν ἐκεῖνα διελθεῖν ἃ μάλιστʼ ἂν ἡδέως ἀκούσαιμί σου, τίς ἡ ἐπίνοιά σοι τῆς καθόδου ἐγένετο, τίς δʼ ὁ τῆς πορείας ἡγεμών, εἶθʼ ἑξῆς ἅ τε εἶδες ἅ τε ἤκουσας παρʼ αὐτοῖς· εἰκὸς γὰρ δὴ φιλόκαλον ὄντα σε μηδὲν τῶν ἀξίων θέας ἢ ἀκοῆς παραλιπεῖν.

门尼普斯 不过请告诉我,地上的情况如何?城里的人们在做些什么? 友人 没什么新鲜事,还是和以前一样:抢劫、起假誓、放高利贷、斤斤计较分毫。 门尼普斯 可怜而又不幸的家伙们!因为他们不知道,阴间最近通过了怎样的法令,又投票通过了怎样针对富人的决议——凭着刻耳柏洛斯起誓,他们绝无任何办法可以逃脱。 友人 你说什么?阴间对这里的人做出了什么新的决定吗? 门尼普斯 正是,凭宙斯起誓,而且还不少呢!但是,把这些事情向所有人公开,或者泄露秘密,是不合神律的,免得有人在拉达曼迪斯面前控告我们犯有不敬神罪。 友人 千万别这样,门尼普斯,凭宙斯起誓,不要吝惜对朋友说这些话。因为你是在对一个懂得保持沉默的人说话,更何况是一个已经入过密仪的人。 门尼普斯 你给我的任务确实困难,而且也不完全虔敬;不过,看在你的份上,我还是必须冒一次险。决定是这样的:那些富有、多金、像达那厄一样把黄金紧锁起来看守的人—— 友人 好人呐,在说出决议之前,请先别急,先谈谈我最想听你说的那些事吧:你下阴府的念头是怎么产生的,谁是你的旅途向导,然后依次说说你在他们那里看到和听到的一切。因为像你这样热爱美好事物的人,想必不会遗漏任何值得一看或一听的东西。

语法注5 条
  1. 1τί οὖν αὐτῷ βούλεται

    动词 βούλομαι 与人称与格(αὐτῷ)及作主语的主格名词短语(τὸ ἀλλόκοτον τοῦ σχήματος)连用时,构成一种惯用法,意为“(某人)意在图谋/意味着(某事)”。此处意为“他穿成这副怪样,到底是什么意思?”

  2. 1ἐλελήθει Μένιππος ἡμᾶς ἀποθανών

    动词 λανθάνω 连用分词(此处为过去完成时 ἐλελήθει 与不定过去时分词 ἀποθανών)的句式,意为“主语做某事而(宾格人称)未察觉”。直译为“门尼普斯已经死去而我们未曾察觉”,即“我们竟然不知道门尼普斯已经死了”。

  3. 1οὐ γὰρ ἂν ... ἐρραψῴδεις

    小词 ἄν 与直陈式过去时(此处为未完成过去时 ἐρραψῴδεις)连用,构成与现在事实相反的虚拟条件句的主句。上下文省略了条件从句(如“如果你没疯的话”),表示“(否则)你不会如此合乎韵律地诵诗”。

  4. 2οὐδεμία μηχανὴ τὸ διαφυγεῖν αὐτούς

    在以 ἃ(先行词为 ψηφίσματα)引导的关系从句中,定冠词不定式短语 τὸ διαφυγεῖν αὐτούς 与名词短语 οὐδεμία μηχανὴ(没有任何办法)构成同位语关系,说明其具体内容。αὐτούς 是不定式的逻辑主语(富人们),而 διαφυγεῖν 的宾语则为关系代词 ἃ。

  5. 2πρὸς γὰρ εἰδότα σιωπᾶν ἐρεῖς

    介词 πρός 在此表示“向(某人说话)”。εἰδότα 是 动词 οἶδα 的阳性单数宾格完成时分词,与不定式 σιωπᾶν(保持沉默)连用,在此起到名词性作用,意为“一个懂得保持沉默的人(即能够保守秘密的人)”。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(4 处,最近 2026-11-15)
  • 2026-11-15 AI校阅 — 注 1 处
  • 2026-09-21 AI校阅 — 注 1 处
  • 2026-09-21 AI校阅 — 译文 2 处
urn:cts:greekLit:tlg0062.tlg035.humanitext-grc2:1-2