- 底本
- Lucian, Vol. 3. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1921.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg031.humanitext-grc2:37-40
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
提希阿得斯因无法再忍受尤克拉底等人的荒诞迷信故事而选择离席。在与菲洛克莱斯的交谈中,他指出,要抵御这些谎言的毒害,“真理”与“正确的理性”是最好的解毒剂。
Τυχιάδης οὐ παύσεσθε, ἦν δʼ ἐγώ, τὰ τοιαῦτα τερατολογοῦντες γέροντες ἄνδρες; εἰ δὲ μή, ἀλλὰ κἂν1 τούτων γε τῶν μειρακίων ἕνεκα εἰς ἄλλον τινὰ καιρὸν ὑπερβάλλεσθε τὰς παραδόξους ταύτας καὶ φοβερὰς διηγήσεις, μή πως λάθωσιν ἡμῖν ἐμπλησθέντες2 δειμάτων καὶ ἀλλοκότων μυθολογημάτων. φείδεσθαι οὖν χρὴ αὐτῶν μηδὲ τοιαῦτα ἐθίζειν ἀκούειν, ἃ διὰ παντὸς τοῦ βίου συνόντα ἐνοχλήσει καὶ ψοφοδεεῖς ποιήσει ποικίλης τῆς δεισιδαιμονίας ἐμπιπλάντα, Τυχιάδης εὖ γε ὑπέμνησας, ἦ δʼ ὃς ὁ Εὐκράτης, εἰπὼν τὴν δεισιδαιμονίαν. τί γάρ σοι, ὦ Τυχιάδη, περὶ τῶν τοιούτων δοκεῖ, λέγω δὴ χρησμῶν καὶ θεσφάτων καὶ ὅσα θεοφορούμενοί τινες ἀναβοῶσιν ἢ ἐξ ἀδύτων ἀκούεται ἢ παρθένος ἔμμετρα φθεγγομένη προθεσπίζει τὰ μέλλοντα; ἢ δηλαδὴ καὶ τοῖς τοιούτοις ἀπιστήσεις; ἐγὼ δὲ ὅτι μὲν καὶ δακτύλιόν τινα ἱερὸν ἔχω Ἀπόλλωνος τοῦ Πυθίου εἰκόνα ἐκτυποῦντα τὴν σφραγῖδα καὶ οὗτος ὁ Ἀπόλλων φθέγγεται πρὸς ἐμέ, οὐ λέγω, μή σοι ἄπιστα δόξω περὶ ἐμαυτοῦ μεγαλαυχεῖσθαι· ἃ δὲ Ἀμφιλόχου τε ἤκουσα ἐν Μαλλῷ, τοῦ ἥρωος ὕπαρ διαλεχθέντος μοι καὶ συμβουλεύσαντος περὶ τῶν ἐμῶν, καὶ ἃ εἶδον αὐτός, ἐθέλω ὑμῖν εἰπεῖν, εἶτα ἑξῆς ἃ ἐν Περγάμῳ εἶδον καὶ ἃ ἤκουσα ἐν Πατάροις. Ὁπότε γὰρ ἐξ Αἰγύπτου ἐπανῄειν οἴκαδε ἀκούων τὸ ἐν Μαλλῷ τοῦτο μαντεῖον ἐπιφανέστατόν τε καὶ ἀληθέστατον εἶναι καὶ χρᾶν ἐναργῶς πρὸς ἔπος ἀποκρινόμενον οἷς ἂν ἐγγράψας τις εἰς τὸ γραμματεῖον παραδῷ τῷ προφήτῃ, καλῶς ἔχειν ἡγησάμην ἐν παράπλῳ πειραθῆναι τοῦ χρηστηρίου καί τι περὶ τῶν μελλόντων συμβουλεύσασθαι τῷ θεῷ —
提希阿得斯 “你们这些老年人,难道不能停止,”我说,“讲这些荒诞怪异的故事吗?如果不能,至少为了这些年轻人的缘故,请把这些离奇和可怕的叙述推迟到别的时刻,免得他们不知不觉地充满了恐惧和古怪的神话。因此,必须爱护他们,不要让他们习惯于听此类事情,这些事情将终生伴随并困扰他们,让他们充满各种迷信而变得胆小怕事。”提希阿得斯 “‘你提到迷信,真是提醒得好,’ 尤克拉底说, ‘因为提希阿得斯,你对这类事情怎么看?我指的是神谕、神示,以及那些受神启示者的大喊大叫,或者是从密室中听到的声音,或者是处女用格律诗吟诵并预言未来的事?难道你连这些事情也都不信吗?至于我自己拥有一枚刻有皮提亚阿波罗画像作为印章的神圣戒指,并且这位阿波罗还会向我说话的事,我就不提了,免得你觉得我是在夸耀关于自己的不可思议的事。但是我在马洛斯从安菲洛科斯那里听到的——那位英雄在清醒状态下与我交谈并对我的事务提出建议——以及我自己亲眼看到的事,我倒想对你们讲讲,然后接着讲我在佩尔加蒙看到的事,以及在帕塔拉听到的事。 当我从埃及返回家乡时,听说马洛斯的这个神谕所最显赫也最真实,只要有人把问题写在木板上交割给先知,它就会清晰地、针对提问字句给出回答,因此我认为,在航行顺道拜访时尝试一下这个神谕所,并就未来的事向神明请教,是很好的——’”
Τυχιάδης ταῦτα ἔτι τοῦ Εὐκράτους λέγοντος ἰδὼν οἷ τὸ πρᾶγμα προχωρήσειν ἔμελλε καὶ ὡς οὐ μικρᾶς ἐνήρχετο τῆς περὶ τὰ χρηστήρια τραγῳδίας, οὐ δοκιμάσας μόνος ἀντιλέγειν ἅπασιν, ἀπολιπὼν αὐτὸν ἔτι διαπλέοντα3 ἐξ Αἰγύπτου εἰς τὴν Μαλλόν — καὶ γὰρ συνίειν ὅτι μοι ἄχθονται παρόντι καθάπερ ἀντισοφιστῇ τῶν ψευσμάτων — ἀλλʼ ἐγὼ ἄπειμι, ἔφην, Λεόντιχον ἀναζητήσων· δέομαι γάρ τι αὐτῷ συγγενέσθαι. ὑμεῖς δὲ ἐπείπερ οὐχ ἱκανὰ ἡγεῖσθε τὰ ἀνθρώπινα εἶναι, καὶ αὐτοὺς ἤδη τοὺς θεοὺς καλεῖτε συνεπιληψομένους ὑμῖν τῶν μυθολογουμένων καὶ ἅμα λέγων ἐξῄειν. οἱ δὲ ἄσμενοι ἐλευθερίας λαβόμενοι εἱστίων, ὡς τὸ εἰκός, αὑτοὺς καὶ ἐνεφοροῦντο τῶν ψευσμάτων. τοιαῦτά σοι, ὦ Φιλόκλεις, παρὰ Εὐκράτει ἀκούσας περίειμι νὴ τὸν Δία ὥσπερ οἱ τοῦ γλεύκους πιόντες ἐμπεφυσημένος τὴν γαστέρα ἐμέτου δεόμενος. ἡδέως δʼ ἄν ποθεν ἐπὶ πολλῷ ἐπριάμην ληθεδανόν τι φάρμακον ὧν ἤκουσα, ὡς μή τι κακὸν ἐργάσηταί με ἡ μνήμη αὐτῶν ἐνοικουροῦσα· τέρατα γοῦν καὶ δαίμονας καὶ Ἑκάτας ὁρᾶν μοι δοκῶ.
提希阿得斯 当尤克拉底还在说这些话时,我看出了事情的走向,知道他正在上演一出关于神谕的大戏,我不认为独自一人反驳所有人是明智的,便在他还在从埃及航行向马洛斯的途中抛下了他——因为我确实察觉到他们厌恶我的存在,把我当成了反对他们谎言的竞争对手—— “但我得走了,”我说,“去寻找莱翁提科斯,因为我需要见他。既然你们认为凡人的事情还不够,甚至已经召请神明亲自来协助你们编造神话。” 我边说边走了出去。他们则高兴地重获自由,正如所料,他们尽情款待自己,饱餐着谎言。 菲洛克莱斯啊,在尤克拉底家听了这样的话,凭宙斯起誓,我现在走起路来就像喝了新酒的人一样,肚子胀鼓鼓的,想要呕吐。我真乐意在什么地方花大价钱买点忘忧药,忘掉我所听到的那些话,免得它们的记忆留存在我心里,害我生病。无论如何,我现在眼前仿佛总能看到怪物、幽灵和赫卡忒。
Φιλοκλῆς καὶ αὐτός, ὦ Τυχιάδη, τοιοῦτόν τι ἀπέλαυσα τῆς διηγήσεως. φασί γέ τοι μὴ μόνον λυττᾶν καὶ τὸ ὕδωρ φοβεῖσθαι ὁπόσους ἂν οἱ λυττῶντες κύνες δάκωσιν, ἀλλὰ κἄν τινα ὁ δηχθεὶς ἄνθρωπος δάκῃ, ἴσα τῷ κυνὶ δύναται τὸ δῆγμα, καὶ τὰ αὐτὰ κἀκεῖνος φοβεῖται. καὶ σὺ τοίνυν ἔοικας αὐτὸς ἐν Εὐκράτους δηχθεὶς ὑπὸ πολλῶν ψευσμάτων μεταδεδωκέναι κἀμοὶ τοῦ δήγματος· οὕτω δαιμόνων μοι τὴν ψυχὴν ἐνέπλησας. Τυχιάδης ἀλλὰ θαρρῶμεν, ὦ φιλότης, μέγα τῶν τοιούτων ἀλεξιφάρμακον ἔχοντες τὴν ἀλήθειαν4 καὶ τὸν ἐπὶ πᾶσι λόγον ὀρθόν, ᾧ χρωμένους ἡμᾶς μηδὲν μὴ ταράξῃ τῶν κενῶν καὶ ματαίων τούτων ψευσμάτων.
菲洛克莱斯 “提希阿得斯,我本人也从你的叙述中受到了类似的影响。正如人们所说,不仅被疯狗咬伤的人会发狂并害怕水,而且如果被咬伤的人再咬了其他人,那伤口的毒力就和疯狗一样,那人也会害怕同样的事情。因此,你自己在尤克拉底家被许多谎言咬伤,似乎也把这毒伤传给了我。因为你已经让我的灵魂充满了幽灵。” 提希阿得斯 “但是,我的朋友,让我们鼓起勇气吧,因为我们拥有抵御此类事物的伟大解毒剂——真理和对一切事物的正确理性。只要我们运用它,这些空洞而徒劳的谎言就绝不会扰乱我们。”
- 37εἰ δὲ μή, ἀλλὰ κἂν
省略了条件句结论的惯用表达。在 εἰ δὲ μή(否则)之后,跟着表示强烈让步或请求的 ἀλλὰ κἂν(至少,哪怕是),修饰命令式(此处为 ὑπερβάλλεσθε)。
- 37λάθωσιν ἡμῖν ἐμπλησθέντες
动词 λανθάνω 搭配分词(ἐμπλησθέντες)表示“不知不觉地做某事”的句型。与格的 ἡμῖν 为伦理与格(dativus ethicus),用以强调说话者的关切,意为“(违背我们的意愿地)”或“(让我们担心地)”。
- 39ἀπολιπὼν αὐτὸν ἔτι διαπλέοντα
现在分词单数宾格 διαπλέοντα 修饰 αὐτόν(指尤克拉底),意为“当他仍在(故事中从埃及向马洛斯)航行时”。此句型具有幽默的双关意味,对比了提希阿得斯离开现实房间、而尤克拉底在故事中继续其精神航行的画面。
- 40μέγα τῶν τοιούτων ἀλεξιφάρμακον ἔχοντες τὴν ἀλήθειαν
主格复数分词 ἔχοντες 修饰主语“我们”,用作伴随状况或原因分词。τὴν ἀλήθειαν(真理)是其直接宾语,而 μέγα τῶν τοιούτων ἀλεξιφάρμακον 则作为宾语补足语,意为“拥有真理作为抵御此类事物的伟大解毒剂”。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(2 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 译文 2 处
