← 琉善

寄生是一种艺术

§8-10

寄生术的目的即快乐与最高善

西盟通过海难的类比论证了寄生术是一门真正的技术而非单纯的能力或无技术,并将其目的定义为快乐。他随后引用荷马的诗句,论证寄食者的生活优于斯多葛派和伊壁鸠鲁派所追求的最高善。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8

Σίμων καὶ μὴν οὐδὲ τοιοῦτόν τί ἐστιν ἡ παρασιτικὴ ὁποῖον τὸ κάλλος καὶ ἡ ἰσχύς, ὥστε τέχνην μὲν μὴ δοκεῖν αὐτήν,1 δύναμιν δέ τινα τοιαύτην. Τυχιάδης ἀληθῆ λέγεις. Σίμων ἀλλὰ μέντοι οὐδὲ ἀτεχνία ἐστίν· ἡ γὰρ ἀτεχνία οὐδέποτε οὐδὲν κατορθοῖ τῷ κεκτημένῳ. φέρε γάρ, εἰ ἐπιτρέψειας σὺ σεαυτῷ ναῦν ἐν θαλάττῃ καὶ χειμῶνι μὴ ἐπιστάμενος κυβερνᾶν, σωθείης ἄν; <Τυχιάδης> <οὐδαμῶς.> <Σίμων> <τί δʼ, εἰ ἵππους ἐπιτραφθείη τις2 μὴ ἐπιστάμενος ἠνιοχεῖν;> Τυχιάδης οὐδʼ οὗτος. Σίμων τί δή ποτε, ἢ τῷ μὴ ἔχειν τέχνην, διʼ ἧς δυνήσεται σώζειν ἑαυτόν; Τυχιάδης καὶ μάλα. Σίμων οὐκοῦν καὶ παράσιτος ὑπὸ τῆς παρασιτικῆς, εἴπερ ἦν ἀτεχνία, οὐκ ἂν ἐσώζετο; Τυχιάδης ναί. Σίμων οὐκοῦν τέχνῃ σώζεται, ἀτεχνίᾳ δὲ οὔ; Τυχιάδης πάνυ μὲν οὖν. Σίμων τέχνη ἄρα ἐστὶν ἡ παρασιτική. Τυχιάδης τέχνη, ὡς ἔοικεν. Σίμων καὶ μὴν κυβερνήτας μὲν ἀγαθοὺς ναυαγίᾳ περιπεσόντας καὶ ἡνιόχους τεχνίτας ἐκπεσόντας τῶν δίφρων οἶδα ἐγὼ πολλάκις, καὶ τοὺς μὲν συντριβέντας, τοὺς δὲ καὶ πάμπαν διαφθαρέντας, παρασίτου δὲ ναυάγιον οὐδὲ εἷς ἔχοι τοιοῦτον εἰπεῖν. οὐκοῦν εἰ μήτε ἀτεχνία ἐστὶν ἡ παρασιτικὴ μήτε δύναμις, σύστημα δέ τι ἐκ καταλήψεων γεγυμνασμένων, τέχνη δῆλον ὅτι διωμολόγηται ἡμῖν σήμερον.

西盟 而且,寄生术确实不是像美貌和力量那样的东西,以至于让人觉得它不是一门手艺,而是一种那样的能力。 提基阿德斯 你说的对。 西盟 但是,它也绝不是缺乏手艺(无技术);因为无技术决不能为拥有它的人成全任何事。来吧,如果你在不懂得操舵的情况下,在海上的风暴中将一艘船托付给自己,你会得救吗? <提基阿德斯> <绝不。> <西盟> <那么,如果有人在不懂得驾车的情况下被托付了马匹呢?>提基阿德斯 这个人也不会。 西盟 这究竟是为什么,难道不是因为没有能借以拯救自己的手艺吗? 提基阿德斯 非常如此。 西盟 那么,如果寄生术是无技术,寄食者难道就不会被寄生术拯救了吗? 提基阿德斯 是的。 西盟 那么,他是靠手艺得救,而不是靠无技术得救了? 提基阿德斯 确实如此。 西盟 所以寄生术是一门手艺。 提基阿德斯 看来是一门手艺。 西盟 而且,我经常知道优秀的舵手遭遇船难,有手艺的御者从车上跌落,有的被摔碎,有的则完全毁灭,但谁也说不出寄食者有这样的船难。 所以,既然寄生术既不是无技术也不是能力,而是一种经过训练的认识体系,那么显而易见,今天我们已经达成一致,它是一门手艺。

§9

Τυχιάδης ὅσον ἐκ τούτου εἰκάζω· ἀλλʼ ἐκεῖνο, ὅπως καὶ ὅρον ἡμῖν τινα γενναῖον ἀποδῷς τῆς παρασιτικῆς. Σίμων ὀρθῶς σύ γε λέγων. δοκεῖ γὰρ δή μοι οὕτως ἂν μάλιστα ὡρίσθαι· παρασιτική ἐστιν τέχνη ποτέων καὶ βρωτέων3 καὶ τῶν διὰ ταῦτα λεκτέων καὶ πρακτέων, τέλος δὲ αὐτῆς τὸ ἡδύ. Τυχιάδης ὑπέρευγέ μοι δοκεῖς ὁρίσασθαι τὴν σεαυτοῦ τέχνην· ἀλλʼ ἐκεῖνο σκόπει, μὴ πρὸς ἐνίους τῶν φιλοσόφων μάχη σοι περὶ τοῦ τέλους ᾖ. Σίμων καὶ μὴν ἀπόχρη γε εἴπερ ἔσται τὸ αὐτὸ τέλος εὐδαιμονίας καὶ παρασιτικῆς.

提基阿德斯 从这里推测确实如此。但关于那点,请你也给我们给出一个关于寄生术的体面定义。 西盟 你说得很对。在我看来,它最好这样被定义:寄生术是一门关于饮和食、以及为了这些而该说的话和该做的事的手艺,而它的目的是快乐。 提基阿德斯 你似乎把自己的手艺定义得极其出色;但你要考虑那一点,免得因为目的而与某些哲学家发生争论。 西盟 只要幸福的目的与寄生术的目的相同,那就足够了。

§10

Σίμων φανεῖται δὲ οὕτως· ὁ γὰρ σοφὸς Ὅμηρος τὸν τοῦ παρασίτου βίον θαυμάζων ὡς ἄρα μακάριος καὶ ζηλωτὸς εἴη μόνος, οὕτω φησίν· "οὐ γὰρ ἔγωγέ τί φημι τέλος χαριέστερον εἶναι, ἢ ὅτʼ ἂν εὐφροσύνη μὲν ἔχῃ κάτα δῆμον ἅπαντα, δαιτυμόνες δʼ ἀνὰ δώματʼ ἀκουάζωνται ἀοιδοῦ ἥμενοι ἑξείης, παρὰ δὲ πλήθωσι τράπεζαι σίτου καὶ κρειῶν, μέθυ δʼ ἐκ κρητῆρος ἀφύσσων οἰνοχόος φορέῃσι καὶ ἐγχείῃ δεπάεσσι." καὶ ὡς οὐχ ἱκανῶς ταῦτα θαυμάζων μᾶλλον τὴν αὑτοῦ γνώμην ποιεῖ φανερωτέραν εὖ λέγων· "τοῦτό τί μοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται εἶναι," οὐχ ἕτερόν τι, ἐξ ὧν φησιν, ἢ τὸ παρασιτεῖν εὔδαιμον νομίζων. καὶ μὴν οὐδὲ τῷ τυχόντι ἀνδρὶ περιτέθεικε τούτους τοὺς λόγους, ἀλλὰ τῷ σοφωτάτῳ τῶν ὅλων. καίτοι γε εἴπερ ἐβούλετο Ὀδυσσεὺς τὸ κατὰ τοὺς Στωϊκοὺς ἐπαινεῖν τέλος, ἐδύνατο ταυτὶ λέγειν ὅτε τὸν Φιλοκτήτην ἀνήγαγεν ἐκ τῆς Λήμνου, ὅτε τὸ Ἴλιον ἐξεπόρθησεν, ὅτε τοὺς Ἕλληνας φεύγοντας κατέσχεν, ὅτε εἰς Τροίαν εἰσῆλθεν ἑαυτὸν μαστιγώσας καὶ κακὰ καὶ Στωϊκὰ ῥάκη ἐνδύς· ἀλλὰ τότε οὐκ εἶπε τοῦτο τέλος χαριέστερον. ἀλλὰ μὴν καὶ ἐν τῷ τῶν Ἐπικουρείων βίῳ γενόμενος αὖθις παρὰ τῇ Καλυψοῖ, ὅτε αὐτῷ ὑπῆρχεν ἐν ἀργίᾳ τε βιοτεύειν καὶ τρυφᾶν καὶ βινεῖν τὴν Ἄτλαντος θυγατέρα καὶ κινεῖν πάσας τὰς λείας κινήσεις,4 οὐδὲ τότε εἶπε τοῦτο τὸ τέλος χαριέστερον, ἀλλὰ τὸν τῶν παρασίτων βίον. ἐκαλοῦντο δὲ δαιτυμόνες οἱ παράσιτοι τότε. πῶς οὖν λέγει; πάλιν γὰρ ἄξιον ἀναμνησθῆναι τῶν ἐπῶν· οὐδὲν γὰρ οἷον ἀκούειν αὐτῶν πολλάκις λεγομένων· δαιτυμόνες καθήμενοι ἑξείης· καί· "παρὰ δὲ πλήθωσι τράπεζαι σίτου καὶ κρειῶν."

西盟 这将会显而易见。因为贤明的荷马赞叹寄食者的生活,认为唯有它才是真正幸福和令人羡慕的,他是这样说的: “因为我确实认为没有比这更令人愉悦的目的了:当喜悦充满整个城邦,客人们在殿堂里依次坐着倾听歌者的声音,他们身旁的桌上摆满了面包和肉,执壶者从混酒器中汲出酒来,巡回倒入杯中。” 而且,仿佛这还不足以表达他的赞叹,他通过很好地说道: “这在我心中似乎是最美好的事,”从而使他自己的观点更加明显,从他所说的话来看,他认为寄生就是幸福,此外别无其他。而且,他并没有把这些话放在普通人身上,而是放在了所有人中最聪明的人身上。然而,如果奥德修斯想要赞美斯多葛派的目的,他本可以在把菲洛克特特斯从雷姆诺斯带回来时,在攻陷伊利翁时,在拦住逃跑的希腊人时,或者在鞭打自己、穿着恶劣且像斯多葛派一样的破烂衣服进入特洛伊时,说这些话。但当时他并没有说这是更令人愉悦的目的。而且,即使他再次在卡吕普索那里过着伊壁鸠鲁派的生活,当时他可以在闲散中度日,享受奢华,与阿特拉斯的女儿同床共寝,并引起所有平滑的运动,甚至在那个时候他也没有说这个目的是更令人愉悦的,而是说寄食者的生活。当时寄食者被称为客人。那么他是怎么说的?再次记住这些诗句是值得的;因为没有什么能比经常听到它们被诵读更好的了: “客人们依次坐着,”以及: “他们身旁的桌上摆满了面包和肉。”

语法注4 条
  1. 8ὥστε τέχνην μὲν μὴ δοκεῖν αὐτήν

    连词 ὥστε 引导结果状语从句,后接不定式 δοκεῖν。代词宾格 αὐτήν 作该不定式的逻辑主语,指代主句主语 ἡ παρασιτική(寄生术)。

  2. 8εἰ ἵππους ἐπιτραφθείη τις

    主动语态中意为“将某物(宾格)委托给某人(与格)”的动词 ἐπιτρέπω 在此处变为被动语态。因此,被委托的对象 ἵππους(马)仍保持宾格,而接受委托的人 τις 则成为主格主语。

  3. 9τέχνη ποτέων καὶ βρωτέων

    修饰名词 τέχνη 的一系列宾格性(客观)属格。ποτέων 和 βρωτέων 是表示饮用和食用之物的形容词中性复数属格,随后的 λεκτέων 和 πρακτέων 为动形容词属格,均用以指明该手艺的对象。

  4. 10κινεῖν πάσας τὰς λείας κινήσεις

    由动词 κινεῖν 与其同源名词 κινήσεις 构成的同源宾格结构。这幽默地模仿了伊壁鸠鲁派将快乐定义为“平滑运动”(λεία κίνησις)的学说,以此来描绘奥德修斯在女仙处的隐逸生活。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-11-15)
  • 2026-11-15 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0062.tlg030.humanitext-grc2:8-10