- 底本
- Lucian, Vol. 3. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1921.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg030.humanitext-grc2:1-2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-25
提基阿德斯与西蒙的对话。提基阿德斯责问西蒙为何没有任何谋生手艺,而西蒙则自豪地宣称自己精通一门高尚的手艺——“寄生术”,并为其正当性进行辩护。
Τυχιάδης τί ποτε ἄρα, ὦ Σίμων, οἱ μὲν ἄλλοι ἄνθρωποι καὶ ἐλεύθεροι καὶ δοῦλοι τέχνην ἕκαστός τινα ἐπίστανται διʼ ἧς αὑτοῖς τέ εἰσιν καὶ ἄλλῳ χρήσιμοι, σὺ δέ, ὡς ἔοικεν, ἔργον οὐδὲν ἔχεις διʼ οὗ ἄν τι ἢ αὐτὸς ἀπόναιο ἢ ἄλλῳ μεταδοίης;1 Σίμων πῶς τοῦτο ἐρωτᾷς, ὦ Τυχιάδη; οὐδέπω οἶδα. πειρῶ δὴ σαφέστερον ἐρωτᾶν. Τυχιάδης ἔστιν ἥντινα τυγχάνεις ἐπιστάμενος τέχνην, οἷον μουσικήν; Σίμων μὰ Δία. Τυχιάδης Τί δέ, ἰατρικήν; Σίμων οὐδὲ ταύτην. Τυχιάδης ἀλλὰ γεωμετρίαν; Σίμων οὐδαμῶς. Τυχιάδης τί δέ, ῥητορικήν; φιλοσοφίας μὲν γὰρ τοσοῦτον ἀπέχεις ὅσον καὶ ἡ κακία. Σίμων ἐγὼ μέν, εἰ οἷόν τε εἶναι, καὶ πλεῖον. ὥστε μὴ δόκει τοῦτο καθάπερ ἀγνοοῦντι ὀνειδίσαι· φημὶ γὰρ κακὸς εἶναι καὶ χείρων ἢ σὺ δοκεῖς. Τυχιάδης ναί. ἀλλὰ ταύτας μὲν ἴσως τὰς τέχνας οὐκ ἐξέμαθες διὰ μέγεθος αὐτῶν καὶ δυσκολίαν, τῶν δὲ δημοτικῶν τινα, τεκτονικὴν ἢ σκυτοτομικήν; καὶ γὰρ οὐδὲ τἄλλα οὕτως ἔχει σοι, ὡς μὴ καὶ τοιαύτης ἂν δεηθῆναι τέχνης.2 Σίμων ὀρθῶς λέγεις, ὦ Τυχιάδη· ἀλλʼ οὐδὲ γὰρ τούτων οὐδεμιᾶς ἐπιστήμων εἰμί. Τυχιάδης τίνος οὖν ἑτέρας; Σίμων τίνος; ὡς ἐγὼ οἶμαι, γενναίας· ἣν εἰ μάθοις, καὶ σὲ ἐπαινέσειν οἴομαι. ἔργῳ μὲν οὖν κατορθοῦν φημι ἤδη, εἰ δέ σοι καὶ λόγῳ, οὐκ ἔχω εἰπεῖν. Τυχιάδης τίνα ταύτην; Σίμων οὔπω μοι δοκῶ τοὺς περὶ ταύτην ἐκμεμελετηκέναι λόγους. ὥστε ὅτι τέχνην μέν τινα ἐπίσταμαι, ὑπάρχει ἤδη σοι γιγνώσκειν καὶ μὴ διὰ τοῦτο χαλεπῶς μοι ἔχειν· ἥντινα δέ, αὖθις ἀκούσῃ. Τυχιάδης ἀλλʼ οὐκ ἀνέξομαι. Σίμων τό γε τῆς τέχνης παράδοξον ἴσως φανεῖταί σοι ἀκούσαντι. Τυχιάδης καὶ μὴν διὰ τοῦτο σπουδάζω μαθεῖν. Σίμων εἰσαῦθις, ὦ Τυχιάδη. Τυχιάδης μηδαμῶς, ἀλλʼ ἤδη λέγε, εἰ μή περ ἄρα αἰσχύνῃ. Σίμων ἡ παρασιτική.
提基阿德斯 西蒙,究竟是为什么,其他所有人,无论自由人还是奴隶,各自都懂得一门手艺,借此既能自给,又能服务他人,而你似乎却没有任何工作,能借此让自己获益或与他人分享? 西蒙 提基阿德斯,你为什么要这样问?我还不太明白。请试着问得更清楚些。 提基阿德斯 有没有哪门你碰巧懂得的手艺,比如音乐? 西蒙 凭宙斯发誓,没有。 提基阿德斯 那么,医学呢? 西蒙 也没有。 提基阿德斯 那几何学呢? 西蒙 绝无。 提基阿德斯 那么,修辞学呢?因为你离哲学,就像恶行离哲学一样远。 西蒙 我嘛,如果可能的话,甚至还要更远。所以请不要像责备无知者那样以此来责备我;因为我自己承认,我比你想象的还要糟糕和差劲。 提基阿德斯 是的。但是,也许你是因为这些手艺庞大而艰难才没有学,那么普通手艺里的一种呢,比如木工或鞋匠活?因为你其他方面的境遇,也不至于好到不需要这样一门手艺。 西蒙 你说的很对,提基阿德斯;但这些手艺中我同样一无所知。 提基阿德斯 那又是其他的什么呢? 西蒙 是什么?依我看,是一门高尚的手艺;你若了解了,我想你也会称赞的。在实际行动中,我敢说我现在已经成功运用了,但是否也能用言语向你说明,我还说不准。 提基阿德斯 这是什么手艺? 西蒙 我觉得自己还没有充分练习关于这门手艺的论说。因此,我已经懂得某种手艺这件事,你应该先予以承认,不要因此对我有成见;至于是什么手艺,你稍后就会听到。 提基阿德斯 但我等不及了。 西蒙 这门手艺的奇特之处,你听了也许会感到惊讶。 提基阿德斯 正因如此,我才急于了解。 西蒙 改天吧,提基阿德斯。 提基阿德斯 千万别,现在就说,除非你觉得羞愧。 西蒙 寄生术。
Τυχιάδης κᾆτα εἰ μὴ μαίνοιτό τις, ὦ Σίμων, τέχνην ταύτην φαίη ἄν; Σίμων ἔγωγε· εἰ δέ σοι μαίνεσθαι δοκῶ, τοῦ μηδεμίαν ἄλλην ἐπίστασθαι τέχνην αἰτίαν εἶναί μοι τὴν μανίαν δόκει καί με τῶν ἐγκλημάτων ἤδη ἀφίει. φασὶ γὰρ τὴν δαίμονα ταύτην τὰ μὲν ἄλλα χαλεπὴν εἶναι τοῖς ἔχουσι, παραιτεῖσθαι δὲ τῶν ἁμαρτημάτων αὐτοὺς3 ὥσπερ διδάσκαλον ἢ παιδαγωγὸν τούτων ἀναδεχομένην εἰς αὑτὴν τὰς αἰτίας. Τυχιάδης οὐκοῦν, ὦ Σίμων, ἡ παρασιτικὴ τέχνη ἐστί; Σίμων τέχνη γάρ, κἀγὼ ταύτης δημιουργός. Τυχιάδης καὶ σὺ ἄρα παράσιτος; Σίμων πάνυ ὠνείδισας, ὦ Τυχιάδη. Τυχιάδης ἀλλʼ οὐκ ἐρυθριᾷς παράσιτον σαυτὸν καλῶν; Σίμων οὐδαμῶς· αἰσχυνοίμην γὰρ ἄν, εἰ μὴ λέγοιμι. Τυχιάδης καὶ νὴ Δία ὁπόταν σε βουλώμεθα γνωρίζειν τῶν οὐκ ἐπισταμένων τῳ, ὅτε χρῄζοι μαθεῖν, ὁ παράσιτος δῆλον ὅτι φήσομεν εὖ λέγοντες; Σίμων πολὺ μᾶλλον τοῦτο λέγοντες ἐμὲ ἢ Φειδίαν ἀγαλματοποιόν· χαίρω γὰρ τῇ τέχνῃ οὐδέν τι ἧττον ἢ Φειδίας ἔχαιρε τῷ Διί. Τυχιάδης καὶ μὴν ἐκεῖνό μοι σκοποῦντι προοῖσται γέλως πάμπολυς. Σίμων τὸ ποῖον; Τυχιάδης εἴ γε καὶ ταῖς ἐπιστολαῖς ἄνωθεν ὥσπερ ἔθος ἐπιγράφοιμεν, Σίμωνι παρασίτῳ. Σίμων καὶ μὴν ἂν ἐμοὶ μᾶλλον χαρίζοιο ἢ Δίωνι ἐπιγράφων φιλοσόφῳ.
提基阿德斯 那么,除非是疯子,西蒙,谁会说这是手艺呢? 西蒙 我就会。如果我让你觉得疯了,那就请把我的疯狂看作是我不懂其他任何手艺的原因,并现在就免除对我的指责吧。因为人们说,这位女神虽然在其他方面对占有她的人很残酷,但会为他们的过错求情,像老师或启蒙之师一样,把责任揽在自己身上。 提基阿德斯 那么,西蒙,寄生术是一门手艺吗? 西蒙 当然是手艺,而我就是这门手艺的匠人。 提基阿德斯 那么你就是个寄生者了? 西蒙 你真是太侮辱人了,提基阿德斯。 提基阿德斯 但你称自己为寄生者,难道不感到羞耻吗? 西蒙 绝不。因为如果我不这么说,我才会感到羞耻。 提基阿德斯 凭宙斯发誓,每当我们要向那些不认识你的人介绍你,而对方想知道时,我们若称你为“寄生者”,这显然就是说对了,是吗? 西蒙 说我是寄生者,比称菲迪亚斯为雕刻家要合适得多;因为我对自己手艺的喜爱,绝不亚于菲迪亚斯对他所雕刻的宙斯的喜爱。 提基阿德斯 然而,当我考虑到那一点时,不禁哈哈大笑起来。 西蒙 哪一点? 提基阿德斯 如果我们按照习惯在信件的抬头写上:“致寄生者西蒙”。 西蒙 可是,如果你这样写给我,会比写给迪翁“哲学家”更让我高兴。
- 1διʼ οὗ ἄν τι ἢ αὐτὸς ἀπόναιο ἢ ἄλλῳ μεταδοίης
在关系代词引导的从句 διʼ οὗ 中,过去时(不定过去时)祈愿语气 ἀπόναιο(源自 ἀπονίναμαι“获益”,第二人称单数关身祈愿语气)与 μεταδοίης(源自 μεταδίδωμι“分享”,第二人称单数主动祈愿语气)同小词 ἄν 连用,构成潜在祈愿语气。
- 1ὡς μὴ καὶ τοιαύτης ἂν δεηθῆναι τέχνης
在引导结果从句的连词 ὡς 之后,过去时(不定过去时)不定式 δεηθῆναι(源自 δέομαι“需要”)与小词 ἄν 连用。这代表了原本在直陈语气中的潜在祈愿语气(ἂν δεηθείης)在 ὡς μή 加上不定式的结构中被同化为不定式,表达了一种潜在或假设的语气。
- 2παραιτεῖσθαι δὲ τῶν ἁμαρτημάτων αὐτοὺς
动词 παραιτεῖσθαι(意为“代为求情、免除”)以疯狂女神(τὴν δαίμονα)为主语。它以 αὐτούς(受疯狂支配的人)为宾格,以 τῶν ἁμαρτημάτων(所犯的过错)为属格(表示分离或免除),意为“就他们的过错为他们求情并免除他们的罪责”。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(2 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 注 1 处
- 2026-09-21 AI校阅 — 注 1 处
