← 琉善

双重起诉或陪审法庭

§3-7

诉讼审理的决定与正义女神狄刻的派遣

宙斯和赫耳墨斯决定为积压已久的诉讼开庭,并派正义女神狄刻返回人间分配案。尽管狄刻担心地上哲学家的虚伪,但宙斯鼓励并催促她启程。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3

Ζεύς ὥστε ἡδέως ἂν ἐροίμην τοὺς φιλοσόφους, οἳ μόνους τοὺς θεοὺς εὐδαιμονίζουσιν, πότε καὶ σχολάζειν ἡμᾶς τῷ νέκταρι καὶ τῇ ἀμβροσίᾳ νομίζουσι μυρία ὅσα ἔχοντας πράγματα. Ἰδού γέ τοι ὑπʼ ἀσχολίας τοσαύτας ἑώλους δίκας φυλάττομεν ἀποκειμένας ὑπʼ εὐρῶτος ἤδη καὶ ἀραχνίων διεφθαρμένας, καὶ μάλιστα ὁπόσαι ταῖς ἐπιστήμαις καὶ τέχναις πρὸς ἀνθρώπους τινὰς συνεστᾶσιν, πάνυ παλαιὰς ἐνίας αὐτῶν. οἱ δὲ κεκράγασιν ἁπανταχόθεν καὶ ἀγανακτοῦσιν καὶ τὴν δίκην ἐπιβοῶνται κἀμὲ τῆς βραδυτῆτος αἰτιῶνται, ἀγνοοῦντες ὡς οὐκ ὀλιγωρίᾳ τὰς κρίσεις ὑπερημέρους συνέβη γενέσθαι, ἀλλʼ ὑπὸ τῆς εὐδαιμονίας ᾗ συνεῖναι ἡμᾶς ὑπολαμβάνουσιν. τοῦτο γὰρ τὴν ἀσχολίαν καλοῦσιν.

宙斯 因此,我很想问问那些只把神明奉为福乐者的哲学家们,在拥有无数繁多事务的情况下,他们认为我们什么时候有闲暇去享用神餐和神酒。 瞧啊,正是因为没有闲暇,我们积压了这么多陈年旧案,早已被霉菌和蜘蛛网损毁,尤其是那些某些学科和技艺针对某些人提起的诉讼,其中有些已经极其古老。而人们从四面八方叫嚷抗议,呼唤正义,并指责我拖延,却不知道判决迟延并不是因为怠慢,而是因为他们认为我们所拥有的“幸福”。因为这就是他们所说的“闲暇”。

§4

Ἑρμῆς καὐτός, ὦ Ζεῦ, πολλὰ τοιαῦτα ἐπὶ τῆς γῆς ἀκούων δυσχεραινόντων λέγειν πρὸς σὲ οὐκ ἐτόλμων. ἐπεὶ δὲ σὺ περὶ τούτων τοὺς λόγους ἐνέβαλες, καὶ δὴ λέγω. πάνυ ἀγανακτοῦσιν, ὦ πάτερ, καὶ σχετλιάζουσιν καὶ εἰς τὸ φανερὸν μὲν οὐ τολμῶσι λέγειν, ὑποτονθορύζουσι δὲ συγκεκυφότες αἰτιώμενοι τὸν χρόνον· οὓς ἔδει πάλαι τὰ καθʼ αὑτοὺς εἰδότας στέργειν1 ἕκαστον τοῖς δεδικασμένοις. Ζεύς τί οὖν, ὦ Ἑρμῆ, δοκεῖ; προτίθεμεν αὐτοῖς ἀγορὰν δικῶν, ἢ θέλεις εἰς νέωτα παραγγελοῦμεν; Ἑρμῆς οὐ μὲν οὖν, ἀλλὰ ἤδη προθῶμεν. Ζεύς οὕτω ποίει· σὺ μὲν κήρυττε καταπτάμενος ὅτι ἀγορὰ δικῶν ἔσται κατὰ τάδε. πάντας ὁπόσοι τὰς γραφὰς ἀπενηνόχασιν, ἥκειν τήμερον εἰς Ἄρειον πάγον, ἐκεῖ δὲ τὴν μὲν Δίκην ἀποκληροῦν σφίσι τὰ δικαστήρια κατὰ λόγον τῶν τιμημάτων ἐξ ἁπάντων Ἀθηναίων· εἰ δέ τις ἄδικον οἴοιτο γεγενῆσθαι τὴν κρίσιν, ἐξεῖναι ἐφέντι ἐπʼ ἐμὲ δικάζεσθαι ἐξ ὑπαρχῆς, ὡς εἰ μηδὲ τὸ παράπαν ἐδεδίκαστο. σὺ δέ, ὦ θύγατερ, καθεζομένη παρὰ τὰς σεμνὰς θεὰς ἀποκλήρου τὰς δίκας καὶ ἐπισκόπει τοὺς δικάζοντας.

赫耳墨斯 我自己在地上听到许多这些不满者的抱怨,宙斯啊,但我以前不敢向您提起。既然您提到了这个话题,那我就直说了。父亲,他们非常愤怒和抱怨,虽然不敢公开说出来,但他们低着头窃窃私语,怪罪时间拖得太长。这些人本该早早明白自己的处境,安于既定的判决。 宙斯 那么,赫耳墨斯,你认为该怎么办?我们是现在就为他们安排诉讼的开庭日,还是你想让我们通知到明年? 赫耳墨斯 决不,我们现在就开庭吧。 宙斯 那就这样做。你飞下去宣告:诉讼开庭期将如下安排。凡是递交了诉状的人,今天都要到阿雷奥帕戈斯集合,正义(狄刻)将在那里根据诉讼金额的比例,从所有雅典人中为他们抽签分配法庭。如果有人认为判决不公,允许他向我提起上诉,重新审理,就当完全没有判决过一样。而你,女儿,坐在敬畏的女神们身旁,抽签分配诉讼并监督法官们。

§5

Δίκη αὖθις εἰς τὴν γῆν, ἵνʼ ἐξελαυνομένη πρὸς αὐτῶν δραπετεύω πάλιν ἐκ τοῦ βίου τὴν Ἀδικίαν ἐπιγελῶσαν οὐ φέρουσα; Ζεύς χρηστὰ ἐλπίζειν σε δεῖ· πάντως γὰρ ἤδη πεπείκασιν αὐτοὺς οἱ φιλόσοφοι σὲ τῆς Ἀδικίας προτιμᾶν, καὶ μάλιστα ὁ τοῦ Σωφρονίσκου τὸ δίκαιον ὑπερεπαινέσας καὶ ἀγαθῶν τὸ μέγιστον ἀποφήνας. Δίκη Πάνυ γοῦν ὃν φὴς αὐτὸν ἐκεῖνον ὤνησαν οἱ περὶ ἐμοῦ λόγοι, ὃς παραδοθεὶς τοῖς ἕνδεκα καὶ εἰς τὸ δεσμωτήριον ἐμπεσὼν ἔπιεν ἄθλιος τοῦ κωνείου, μηδὲ τὸν ἀλεκτρυόνα τῷ Ἀσκληπιῷ ἀποδεδωκώς· παρὰ τοσοῦτον ὑπερέσχον οἱ κατήγοροι τἀναντία περὶ τῆς Ἀδικίας φιλοσοφοῦντες.

狄刻 又要回到地上吗?难道要让我再次被他们驱逐,因无法忍受不正义(阿狄刻亚)的嘲笑而再次逃离人间? 宙斯 你应该抱有好的期望。因为哲学家们如今已经完全说服了他们,让他们重你而轻不正义。尤其是那位索夫罗尼斯科斯之子,他极力赞美正义,并宣称它是最大的善。 狄刻 确实,你说的那个人的确从关于我的言论中大获其益,他被移交给十一人委员会,关进监狱,可怜地喝下了毒参汁,甚至还没来得及向阿斯克勒庇俄斯献祭一只公鸡。那些在相反方向上为不正义辩护的控告者,就是这样压倒了他的。

§6

Ζεύς ξένα ἔτι τοῖς πολλοῖς τὰ τῆς φιλοσοφίας ἦν τότε, καὶ ὀλίγοι ἦσαν οἱ φιλοσοφοῦντες, ὥστε εἰκότως εἰς τὸν Ἄνυτον καὶ Μέλητον ἔρρεπεν τὰ δικαστήρια. τὸ δὲ νῦν εἶναι,2 οὐχ ὁρᾷς ὅσοι τρίβωνες καὶ βακτηρίαι καὶ πῆραι; καὶ ἁπανταχοῦ πώγων βαθὺς καὶ βιβλίον ἐν τῇ ἀριστερᾷ, καὶ πάντες ὑπὲρ σοῦ φιλοσοφοῦσι, μεστοὶ δὲ οἱ περίπατοι κατὰ ἴλας καὶ φάλαγγας ἀλλήλοις ἀπαντώντων, καὶ οὐδεὶς ὅστις οὐ τρόφιμος τῆς ἀρετῆς εἶναι δοκεῖν βούλεται. πολλοὶ γοῦν τὰς τέχνας ἀφέντες ἃς εἶχον τέως, ἐπὶ τὴν πήραν ᾄξαντες καὶ τὸ τριβώνιον, καὶ τὸ σῶμα πρὸς τὸν ἥλιον εἰς τὸ Αἰθιοπικὸν ἐπιχράναντες αὐτοσχέδιοι φιλόσοφοι ἐκ σκυτοτόμων ἢ τεκτόνων περινοστοῦσι σὲ καὶ τὴν σὴν ἀρετὴν ἐπαινοῦντες. ὥστε κατὰ τὴν παροιμίαν, θᾶττον ἄν τις ἐν πλοίῳ πεσὼν διαμάρτοι ξύλου ἢ ἔνθα ἂν ἀπίδῃ ὁ ὀφθαλμός, ἀπορήσει3 φιλοσόφου.

宙斯 在那个时候,哲学对大众来说还是新鲜事物,研究哲学的人也很少,所以法庭自然倾向于阿尼图斯和美勒托斯。但是现在,难道你没看到有多少粗毛斗篷、手杖和背囊吗?到处都是浓密的胡须,左手里拿着书,人人都在为你而哲学。游步道上满是成群结队、排成方阵相遇的人,没有一个人不想显得自己是美德的门徒。许多人甚至放弃了他们原有的手艺,争先恐后地拿起了背囊和粗毛斗篷,把身体在太阳下晒得像埃塞俄比亚人一样黑,从鞋匠或木匠摇身一变成为即席哲学家,到处游荡,赞美你和你的美德。因此,正如谚语所说,人在船里摔倒,宁可漏掉一块木板,也绝不会在眼睛所及之处找不到一个哲学家。

§7

Δίκη καὶ μὴν οὗτοί με, ὦ Ζεῦ, δεδίττονται πρὸς ἀλλήλους ἐρίζοντες καὶ ἀγνωμονοῦντες ἐν αὐτοῖς οἷς περὶ ἐμοῦ διεξέρχονται. φασὶ δὲ καὶ τοὺς πλείστους αὐτῶν ἐν μὲν τοῖς λόγοις προσποιεῖσθαί με, ἐπὶ δὲ τῶν πραγμάτων μηδὲ τὸ παράπαν εἰς τὴν οἰκίαν παραδέχεσθαι, ἀλλὰ δήλους εἶναι ἀποκλείσοντας ἢν ἀφίκωμαί ποτε αὐτοῖς ἐπὶ τὰς θύρας· πάλαι γὰρ τὴν Ἀδικίαν προεπεξενῶσθαι αὐτοῖς. Ζεύς οὐ πάντες, ὦ θύγατερ, μοχθηροί εἰσιν· ἱκανὸν δὲ κἂν ἐνίοις τισὶν χρηστοῖς ἐντύχῃς. ἀλλʼ ἄπιτε ἤδη, ὡς κἂν ὀλίγαι τήμερον ἐκδικασθῶσιν.

狄刻 可是,宙斯,这些人让我害怕,他们互相争吵,在关于我的长篇大论中表现得毫无理智。据说他们中的大多数人在言辞上假装拥护我,但在实际行动中,根本不让我进他们的家门,如果我走到他们的门口,他们显然会把我关在门外。因为他们早就把不正义当作贵宾款待了。 宙斯 女儿,并非所有人都是邪恶的。只要你能遇到一些好人就足够了。但现在你们走吧,这样今天至少能判决几桩案子。

语法注3 条
  1. 4ἔδει πάλαι ... στέργειν

    直陈式过去未完成时 ἔδει 结合不定式 στέργειν,表示过去未实现的义务(“本应该……却未……”)。

  2. 6τὸ δὲ νῦν εἶναι

    不定式 εἶναι 带有中性单数宾格冠词,作为绝对不定式作状语使用,意为“至于现在”或“目前”。

  3. 6θᾶττον ἄν τις ... διαμάρτοι ... ἢ ... ἀπορήσει

    带有 ἄν 的潜在祈愿神情(διαμάρτοι)表示假设的可能性(“人们宁可……也不会……”)。此处用以强调地上哲学家的数量之多,极其常见。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)urn:cts:greekLit:tlg0062.tlg026.humanitext-grc2:3-7