- 底本
- Lucian, Vol. 3. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1921.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg026.humanitext-grc2:22-25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-27
伊壁鸠鲁与斯多葛的诉讼以“快乐”获胜告告终,但斯多葛向宙斯提出上诉。随后,涉及其他哲学学派的诉讼因延期、原告逃跑或缺席而被处理,最后针对叙利亚撰稿人的“辩论术”诉讼即将开始。
Στοά μηδαμῶς, ἀλλʼ ὀλίγα μοι συνερωτῆσαι ἐπιτρέψατε. Ἐπίκουρος Ἐρώτησον· ἀποκρινοῦμαι γάρ. Στοά κακὸν ἡγῇ τὸν πόνον; Ἐπίκουρος ναί. Στοά τὴν ἡδονὴν δὲ ἀγαθόν; Ἐπίκουρος πάνυ μὲν οὖν. Στοά τί δέ; οἶσθα τί διάφορον καὶ ἀδιάφορον καὶ προηγμένον καὶ ἀποπροηγμένον; Ἐπίκουρος μάλιστα. Ἑρμῆς οὔ φασιν, ὦ Στοά, συνιέναι οἱ δικασταὶ τὰ δισύλλαβα1 ταῦτα ἐρωτήματα· ὥστε ἡσυχίαν ἄγετε. ψηφοφοροῦσι γάρ. Στοά καὶ μὴν ἐκράτησα ἄν, εἰ συνηρώτησα ἐν τῷ τρίτῳ τῶν ἀναποδείκτων σχήματι.2 Δίκη τίς ὑπερέσχεν; Ἑρμῆς πάσαις ἡ Ἡδονή. Στοά ἐφίημι ἐπὶ τὸν Δία. Δίκη τύχῃ τῇ ἀγαθῇ. σὺ δὲ ἄλλους κάλει.
斯多葛:绝非如此,但请允许我提出几个问题。 伊壁鸠鲁:问吧,我会回答的。 斯多葛:你认为劳苦是恶吗? 伊壁鸠鲁:是的。 斯多葛:而快乐是善吗? 伊壁鸠鲁:当然。 斯多葛:那么这个呢?你可知道什么是“有别的”、“无别的”、“首选的”和“次选的”吗? 伊壁鸠鲁:非常清楚。 赫尔墨斯:斯多葛,裁判官们说他们听不懂这些双音节的复杂问题;所以安静些吧。因为他们正在投票呢。 斯多葛:然而,如果我用第三种不可论证的形式完成问答,我本可以获胜的。 正义:谁胜出了? 赫尔墨斯:快乐获得了全票。 斯多葛:我向宙斯上诉。 正义:祝你好运。你,去传唤其他人。
Ἑρμῆς περὶ Ἀριστίππου Ἀρετὴ καὶ Τρυφή, καὶ Ἀρίστιππος δὲ αὐτὸς παρέστω. Ἀρετή προτέραν ἐμὲ χρὴ τὴν Ἀρετὴν λέγειν· ἐμὸς γάρ ἐστιν Ἀρίστιππος, ὡς δηλοῦσιν οἱ λόγοι καὶ τὰ ἔργα. Τρυφή οὐ μὲν οὖν, ἀλλʼ ἐμὲ τὴν Τρυφήν· ἐμὸς γὰρ ὁ ἀνήρ, ὡς ἔστιν ὁρᾶν ἀπὸ τῶν στεφάνων καὶ τῆς πορφυρίδος καὶ τῶν μύρων. Δίκη μὴ φιλονεικεῖτε· ὑπερκείσεται γὰρ καὶ αὕτη ἡ δίκη ἔστʼ ἂν ὁ Ζεὺς δικάσῃ περὶ τοῦ Διονυσίου· παραπλήσιον γάρ τι καὶ τοῦτο ἔοικεν εἶναι. ὥστʼ ἐὰν μὲν ἡ Ἡδονὴ κρατήσῃ, καὶ τὸν Ἀρίστιππον ἕξει ἡ Τρυφή· νικώσης δὲ αὖ τῆς Στοᾶς, καὶ οὗτος ἔσται τῆς Ἀρετῆς κεκριμένος. ὥστε ἄλλοι παρέστωσαν. τὸ δεῖνα3 μέντοι, μὴ λαμβανέτωσαν οὗτοι τὸ δικαστικόν· ἀδίκαστος γὰρ ἡ δίκη μεμένηκεν αὐτοῖς. Ἑρμῆς μάτην οὖν ἀνεληλυθότες ὦσι γέροντες ἄνδρες οὕτω μακρὰν τὴν ἀνάβασιν; Δίκη ἱκανόν, εἰ τριτημόριον λάβοιεν. ἄπιτε, μὴ ἀγανακτεῖτε, αὖθις δικάσετε.
赫尔墨斯:关于阿里斯提波,该由“美德”和“奢华”出庭了;阿里斯提波本人也请到场。 美德:应当由我,“美德”,先发言;因为阿里斯提波是属于我的,正如他的言论和行为所表明的那样。 奢华:绝非如此,应该由我,“奢华”先说;因为这个男人是属于我的,这从他的花冠、紫袍和香水就可以看出来。 正义:不要争吵了;这桩诉讼也将延期,直到宙斯对迪奥尼修斯案做出判决;因为这桩案子似乎也十分相似。因此,如果“快乐”获胜,“奢华”也将拥有阿里斯提波;但如果斯多葛获胜,他也会被判定属于“美德”。所以让其他人出庭吧。不过,有一点要注意,不要让这些人领取裁判津贴;因为对他们来说,这场审判仍未做出判决。 赫尔墨斯:那么,这些老年人白白爬了这么长的山路吗? 正义:如果他们能拿到三分之一就足够了。走吧,不要生气,你们下次再审判。
Ἑρμῆς Διογένη Σινωπέα παρεῖναι καιρός, καὶ σὺ ἡ Ἀργυραμοιβικὴ λέγε. Διογένης καὶ μὴν ἄν γε μὴ παύσηται ἐνοχλοῦσα, ὦ Δίκη, οὐκέτι δρασμοῦ4 δικάσεταί μοι, ἀλλὰ πολλῶν καὶ βαθέων τραυμάτων· ἐγὼ γὰρ αὐτίκα μάλα πατάξας τῷ ξύλῳ — Δίκη τί τοῦτο; πέφευγεν ἡ Ἀργυραμοιβική, ὁ δὲ διώκει ἐπηρμένος τὸ βάκτρον. οὐ μέτριόν τι κακὸν ἡ ἀθλία ἔοικε λήψεσθαι. τὸν Πύρρωνα κήρυττε.
赫尔墨斯:该是锡诺普的第欧根尼出庭的时候了,而你,“兑换业”,请说吧。 第欧根尼:说实在的,正义啊,如果她不停止纠缠我,她就再也不能以逃亡罪起诉我,而要以多处深重的伤势起诉我了;因为我马上就要用木棍揍她——正义:这是怎么回事?“兑换业”逃跑了,而他正举着手杖在后面追。那个可怜的女人看来要遭受不小的灾难了。传唤皮浪。
Ἑρμῆς ἀλλʼ ἡ μὲν Γραφικὴ πάρεστιν, ὦ Δίκη, ὁ Πύρρων δὲ οὐδὲ τὴν ἀρχὴν ἀνελήλυθεν, καὶ ἐῴκει τοῦτο πράξειν. Δίκη διὰ τί, ὦ Ἑρμῆ; Ἑρμῆς ὅτι οὐδὲν ἡγεῖται κριτήριον ἀληθὲς εἶναι. Δίκη τοιγαροῦν ἐρήμην5 αὐτοῦ καταδικασάτωσαν. τὸν λογογράφον ἤδη κάλει τὸν Σύρον. καίτοι πρῴην ἀπηνέχθησαν κατʼ αὐτοῦ αἱ γραφαί, καὶ οὐδὲν ἤπειγεν ἤδη κεκρίσθαι. πλὴν ἀλλʼ ἐπεὶ ἔδοξεν, προτέραν εἰσάγαγε τῆς Ῥητορικῆς τὴν δίκην. βαβαί, ὅσοι συνεληλύθασιν ἐπὶ τὴν ἀκρόασιν. Ἑρμῆς εἰκότως, ὦ Δίκη· τό τε γὰρ μὴ ἕωλον εἶναι τὴν κρίσιν, ἀλλὰ καινὴν καὶ ξένην, χθές, ὥσπερ ἔφης, ἐπηγγελμένην, καὶ τὸ ἐλπίζειν ἀκούσεσθαι Ῥητορικῆς μὲν καὶ Διαλόγου ἐν τῷ μέρει κατηγορούντων, ἀπολογουμένου δὲ πρὸς ἀμφοτέρους τοῦ Σύρου, τοῦτο πολλοὺς ἐπήγαγε τῷ δικαστηρίῳ. πλὴν ἀλλὰ ἄρξαι ποτέ, ὦ Ῥητορική, τῶν λόγων.
赫尔墨斯:但是,正义啊,“绘画”确实到场了,而皮浪却根本连山都没有上;看来他注定会这样做。 正义:为什么呢,赫尔墨斯? 赫尔墨斯:因为他认为没有任何标准是真实的。 正义:那么就缺席判他有罪吧。现在传唤那个叙利亚撰稿人。尽管针对他的起诉书是前天才提交的,本没有必要现在就做出判决。不过,既然已经决定了,就先引入“辩论术”的诉讼吧。天哪,聚集来旁听的人真多啊! 赫尔墨斯:理所当然,正义;因为这场审判不仅不陈旧,反而新奇独特,正如你所说,是昨天才宣布的,而且人们期望听到“辩论术”和“对话”轮流控告,而那个叙利亚人同时对两者进行申辩,这吸引了许多人来到法廷。不过,开始你的发言吧,辩论术。
- 22τὰ δισύλλαβα
意为“双音节的”形容词。这里用来嘲讽斯多葛派所偏爱的那种极其简短而形式主义的逻辑问答,在普通裁判官看来,这不过是些难以理解的、咬文嚼字的诡辩。
- 22τῷ τρίτῳ τῶν ἀναποδείκτων σχήματι
指斯多葛派命题逻辑中五个“不可论证的”(基本推理)式中的第三式(形式为:“不能既是A又是B;确是A;因此不是B”)。斯多葛以此显摆其逻辑技巧,并作为自己败诉的借口。
- 23τὸ δεῖνα
相当于“对了”、“顺便说一下”或“注意”的口语化插入语,用于吸引注意力。这里正义突然想到并插话说明一项新指示(不给陪审员发放裁判津贴)。
- 24δρασμοῦ
名词 δρασμός(“逃亡”)的属格,表示诉讼的罪名。这里“兑换业”原本像起诉逃亡奴隶一样起诉第欧根尼,而第欧根尼则威胁说,如果她继续纠缠,诉讼罪名将变成他即将用木棍打出的“深重伤势”(人身伤害罪)。
- 25ἐρήμην
形容词 ἐρῆμος(“空虚的、不在场的”)的阴性单数宾格,省略了名词 δίκην(“诉讼”),构成固定短语,意为“进行缺席判决”。这对应了皮浪因怀疑主义立场(认为不存在真理标准)而拒绝出庭的情况。
