← 琉善

双重起诉或陪审法庭

§13-15

学派审判的开始与酩酊诉阿卡德米亚

狄刻和赫耳墨斯开启了涉及哲学学派与拟人化概念的诉讼审判,由于“酩酊”因醉酒无法发言,擅长辩论相反立场的“阿卡德米亚”同意同时担任原被告两方的辩护人。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13

Ἑρμῆς ἄγε, ὦ Δίκη, προσκαλῶμεν. Δίκη εὖ λέγεις. ἀθρόοι γοῦν, ὡς ὁρᾷς, προσίασι θορυβοῦντες, ὥσπερ οἱ σφῆκες περιβομβοῦντες τὴν ἄκραν. Ἀθηναῖος εἴληφά σε, ὦ κατάρατε. Ἄλλος1 συκοφαντεῖς. Ἄλλος2 δώσεις ποτὲ ἤδη τὴν δίκην. Ἄλλος3 ἐξελέγξω σε δεινὰ εἰργασμένον. Ἄλλος4 ἐμοὶ πρώτῳ ἀποκλήρωσον. Ἄλλος5 ἕπου, μιαρέ, πρὸς τὸ δικαστήριον. Ἄλλος6 μὴ ἄγχε με. Δίκη οἶσθα ὃ δράσωμεν,1 ὦ Ἑρμῆ; τὰς μὲν ἄλλας δίκας εἰς τὴν αὔριον ὑπερβαλώμεθα, τήμερον δὲ κληρῶμεν τὰς τοιαύτας ὁπόσαι τέχναις ἢ βίοις ἢ ἐπιστήμαις2 πρὸς ἄνδρας εἰσὶν ἐπηγγελμέναι. καί μοι ταύτας ἀνάδος τῶν γραφῶν. Ἑρμῆς μέθη κατὰ τῆς Ἀκαδημείας περὶ Πολέμωνος ἀνδραποδισμοῦ. Δίκη ἑπτὰ κλήρωσον. Ἑρμῆς ἡ Στοὰ κατὰ τῆς Ἡδονῆς ἀδικίας, ὅτι τὸν ἐραστὴν αὐτῆς Διονύσιον ἀπεβουκόλησεν. Δίκη πέντε ἱκανοί. Ἑρμῆς περὶ Ἀριστίππου Τρυφὴ πρὸς Ἀρετήν. Δίκη πέντε καὶ τούτοις δικασάτωσαν. Ἑρμῆς Ἀργυραμοιβικὴ δρασμοῦ Διογένει. Δίκη τρεῖς ἀποκλήρου μόνους. Ἑρμῆς γραφικὴ κατὰ Πύρρωνος λιποταξίου. Δίκη ἐννέα κρινάτωσαν.

赫耳墨斯 来吧,狄刻,让我们传唤吧。 狄刻 说得对。如你所见,他们正成群结队地喧闹着走来,就像在山顶周围嗡嗡叫的黄蜂一样。 雅典人 抓住你了,你这该死的家伙! 另一人1你这是在诬告。 另一人2你现在终于要受到惩罚了。 另一人3我要指控你犯下了可怕的罪行。 另一人4先给我抽签吧。 另一人5跟我去法庭,你这肮脏的家伙! 另一人6别勒着我! 狄刻 赫耳墨斯,你知道我们该怎么做吗?让我们把其他的诉讼推迟到明天,今天只抽签审理那些由技艺、生活方式或科学对人类提起的诉讼。把这些起诉状交给我。 赫耳墨斯 “酩酊”起诉“阿卡德米亚”,关于拐卖波勒蒙一案。 狄刻 抽签选出七人。 赫耳墨斯 “斯多葛”起诉“快乐”的不正当行为,因为她拐走了她的情人狄奥尼修斯。 狄刻 五人就够了。 赫耳墨斯 关于阿里斯提波:“奢华”起诉“美德”。 狄刻 让五个人也来审理这个案子。 赫耳墨斯 “兑换商”起诉迪奥根尼逃亡一案。 狄刻 只抽签三人。 赫耳墨斯 “绘画”起诉皮浪擅离职守。 狄刻 让九个人来裁决。

§14

Ἑρμῆς βούλει καὶ ταύτας ἀποκληρῶμεν, ὦ Δίκη, τὰς δύο, τὰς πρῴην ἀπενηνεγμένας κατὰ τοῦ ῥήτορος; Δίκη τὰς παλαιὰς πρότερον διανύσωμεν· αὗται δὲ εἰς ὕστερον δεδικάσονται. Ἑρμῆς καὶ μὴν ὅμοιαί γε καὶ αὗται καὶ τὸ ἔγκλημα, εἰ καὶ νεαρόν, ἀλλὰ παραπλήσιον τοῖς προαποκεκληρωμένοις· ὥστε ἐν τούτοις δικασθῆναι ἄξιον. Δίκη ἔοικας, ὦ Ἑρμῆ, χαριζομένῳ τὴν δέησιν. ἀποκληρῶμεν δʼ ὅμως, εἰ δοκεῖ, πλὴν ἀλλὰ ταύτας μόνας· ἱκαναὶ γὰρ αἱ ἀποκεκληρωμέναι. δὸς τὰς γραφάς. Ἑρμῆς ῥητορικὴ κακώσεως τῷ Σύρῳ·3 διάλογος τῷ αὐτῷ ὕβρεως. Δίκη τίς δὲ οὗτός ἐστιν; οὐ γὰρ ἐγγέγραπται τοὔνομα. Ἑρμῆς οὕτως ἀποκλήρου, τῷ ῥήτορι τῷ Σύρῳ· κωλύσει γὰρ οὐδὲν καὶ ἄνευ τοῦ ὀνόματος. Δίκη ἰδοῦ, καὶ τὰς ὑπερορίους ἤδη Ἀθήνησιν ἐν Ἀρείῳ πάγῳ ἀποκληρώσομεν, ἃς ὑπὲρ τὸν Εὐφράτην καλῶς εἶχε δεδικάσθαι; πλὴν ἀλλὰ κλήρου ἕνδεκα τοὺς αὐτοὺς ἑκατέρᾳ τῶν δικῶν. Ἑρμῆς εὖ γε, ὦ Δίκη, φείδῃ μὴ πολὺ ἀναλίσκεσθαι τὸ δικαστικόν.

赫耳墨斯 狄刻,你希望我们把前几天针对那位修辞学家的两桩诉讼也一并抽签吗? 狄刻 先把旧案审结吧,这些案子以后再审。 赫耳墨斯 可是这两桩案子和控告也很相似,虽然是新案,但与刚才抽签的那些非常相近。因此,它们应当在这些案子中一起审理。 狄刻 赫耳墨斯,你似乎想满足他们的请求。不过,既然你觉得好,那就抽签吧,但仅限于这两桩;因为已经抽好的已经足够了。把起诉状给我。 赫耳墨斯 “修辞学”起诉那个叙利亚人虐待;“对话”起诉同一个人侮辱。 狄刻 但这个人是谁?因为上面没有写名字。 赫耳墨斯 就这样抽签吧,“给那个叙利亚修辞学家”;因为没有名字也完全没有妨碍。 狄刻 瞧啊,难道我们现在还要在雅典的阿雷奥帕古斯抽签审理境外的诉讼吗,这些案子本来在幼发拉底河彼岸审理才妥当?不过,还是给这两桩诉讼各抽签选出相同的十一名裁判员吧。 赫耳墨斯 好极了,狄刻,你真省事,免得花太多裁判费。

§15

Δίκη οἱ πρῶτοι καθιζέτωσαν τῇ Ἀκαδημείᾳ καὶ τῇ Μέθῃ· σὺ δὲ τὸ ὕδωρ ἔγχει. προτέρα δὲ σὺ λέγε ἡ Μέθη. τί σιγᾷ καὶ διανεύει; μάθε, ὦ Ἑρμῆ, προσελθών. Ἑρμῆς οὐ δύναμαι, φησί, τὸν ἀγῶνα εἰπεῖν ὑπὸ τοῦ ἀκράτου τὴν γλῶτταν πεπεδημένη,4 μὴ γέλωτα ὄφλω5 ἐν τῷ δικαστηρίῳ. μόλις δὲ καὶ ἕστηκεν, ὡς ὁρᾷς. Δίκη οὐκοῦν συνήγορον ἀναβιβασάσθω τῶν κοινῶν τούτων τινά· πολλοὶ γὰρ οἱ κἂν ἐπὶ τριωβόλῳ διαρραγῆναι ἕτοιμοι. Ἑρμῆς ἀλλʼ οὐδὲ εἷς ἐθελήσει ἔν γε τῷ φανερῷ συναγορεῦσαι Μέθῃ. πλὴν εὐγνώμονά γε ταῦτα ἔοικεν ἀξιοῦν. Δίκη τὰ ποῖα; Ἑρμῆς ἡ Ἀκαδήμεια πρὸς ἀμφοτέρους ἀεὶ παρεσκεύασται τοὺς λόγους καὶ τοῦτʼ ἀσκεῖ τἀναντία καλῶς δύνασθαι λέγειν. αὕτη τοίνυν, φησίν, ὑπὲρ ἐμοῦ πρότερον εἰπάτω, εἶτα ὕστερον ὑπὲρ ἑαυτῆς ἐρεῖ. Δίκη καινὰ μὲν ταῦτα, εἰπὲ δὲ ὅμως, ὦ Ἀκαδήμεια, τὸν λόγον ἑκάτερον, ἐπεί σοι ῥᾴδιον.

狄刻 第一组裁判员请为“阿卡德米亚”和“酩酊”的案子就座。你把水倒入水钟。原告“酩酊”,你先发言。她为什么沉默并摇头示意?赫耳墨斯,你走上前去问一下。 赫耳墨斯 她说:“我无法为这场诉讼发言,因为我的舌头被纯酒麻痹了,免得在法庭上沦为笑柄。”如你所见,她连站都快站不稳了。 狄刻 那么就让她从这些普通辩护人中请一位登台吧;因为有很多人,哪怕为了三个奥博尔,也准备好了声嘶力竭地去辩护。 赫耳墨斯 但是,至少在公开场合,没有一个人会愿意为“酩酊”辩护。不过,她似乎提出了合情合理的要求。 狄刻 什么样的要求? 赫耳墨斯 “阿卡德米亚总是对论点的两面都做好了准备,并且练习这一点,即能够极好地论证相反的观点。因此,”她说,“让她先代表我发言,然后她再为自己辩护。” 狄刻 这可真是闻所未闻,但阿卡德米亚,既然这工作对你来说轻而易举,你就把两边的辩词都说了吧。

语法注5 条
  1. 13οἶσθα ὃ δράσωμεν

    δράσωμεν(动词 δράω 的第一人称复数不定过去时主动语态虚拟语气)在由关系代词 ὃ 引导的间接疑问式从句中用作商榷虚拟语气(deliberative subjunctive),该从句充当主句动词 οἶσθα 的宾语,意为“你知道我们应当做什么吗”。

  2. 13τέχναις ἢ βίοις ἢ ἐπιστήμαις

    此处的与格与完成时被动语态动词 εἰσὶν ἐπηγγελμέναι 连用,用作行为者与格(dative of agent),表示“由各种技艺、生活方式或科学所提起的(诉讼)”。

  3. 14κακώσεως τῷ Σύρῳ

    κακώσεως 是表示控告罪名的属格(“虐待罪”),而 τῷ Σύρῳ 是与格,表示诉讼的对象(“针对叙利亚人”)。此处用与格代替了古典希腊语中更为常见的 κατά 支配属格的结构。

  4. 15τὴν γλῶτταν πεπεδημένη

    τὴν γλῶτταν(宾格)是关系或限定宾格(accusative of respect/specification),修饰完成时被动语态分词 πεπεδημένη,表示“在舌头方面被束缚(即舌头僵硬不听使唤)”。

  5. 15μὴ γέλωτα ὄφλω

    ὄφλω 是动词 ὀφλισκάνω 的第一人称单数不定过去时主动语态虚拟语气。由否定连接词 μὴ 引导,构成表示否定目的或担忧的从句(“免得我在法庭上沦为笑柄”)。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)urn:cts:greekLit:tlg0062.tlg026.humanitext-grc2:13-15