← 琉善

哲学学派的拍卖

§6-9

毕达哥拉斯成交与狄奥根尼登场

毕达哥拉斯解释了关于蚕豆的禁忌原因,并在展露其黄金大腿后被意大利买主们以十个米纳合资买下。随后,锡诺普的狄奥根尼登场,宣扬他艰苦朴素的生活方式、世界公民的身份以及对弟子进行的严酷训练。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6

Ἀγοράστης ἀλλὰ τάδε μὲν ἱκανῶς. τὰ δʼ ἀμφὶ δίαιταν ὁποῖός τις εἶ; Πυθαγόρας ἐμψυχήϊον μὲν οὐδὲ ἓν σιτέομαι, τὰ δὲ ἄλλα πλὴν κυάμων. Ἀγοράστης τίνος ἕνεκα; ἢ μυσάττῃ τοὺς κυάμους; Πυθαγόρας οὔκ, ἀλλὰ ἱροί εἰσι καὶ θωυμαστὴ αὐτέων ἡ φύσις· πρῶτον μὲν γὰρ τὸ πᾶν γονή1 εἰσι, καὶ ἢν ἀποδύσῃς κύαμον ἔτι χλωρὸν ἐόντα, ὄψεαι τοῖσιν ἀνδρείοισι μορίοισιν ἐμφερέα τὴν φυήν· ἑψηθέντα δὲ ἢν ἀφῇς ἐς τὴν σεληναίην νυξὶ μεμετρημένῃσιν, αἷμα ποιήσεις. τὸ δὲ μέζον, Ἀθηναίοισι νόμος κυάμοισι τὰς ἀρχὰς αἱρέεσθαι. Ἀγοράστης καλῶς πάντα ἔφης καὶ ἱεροπρεπῶς. ἀλλὰ ἀπόδυθι, καὶ γυμνὸν γάρ σε ἰδεῖν βούλομαι. ὦ Ἡράκλεις, χρυσοῦς αὐτῷ ὁ μηρός ἐστι. θεός, οὐ βροτός τις εἶναι φαίνεται· ὥστε ὠνήσομαι πάντως αὐτόν. πόσου τοῦτον ἀποκηρύττεις; Ἑρμῆς δέκα μνῶν. Ἀγοράστης ἔχω τοσούτου λαβών. Ζεύς γράφε τοῦ ὠνησαμένου τοὔνομα καὶ ὅθεν ἐστίν. Ἑρμῆς Ἰταλιώτης, ὦ Ζεῦ, δοκεῖ τις εἶναι τῶν ἀμφὶ Κρότωνα καὶ Τάραντα καὶ τὴν ταύτῃ Ἑλλάδα· καίτοι οὐχ εἷς, ἀλλὰ τριακόσιοι σχεδὸν ἐώνηνται κατὰ κοινὸν αὐτόν. Ζεύς Ἀπαγέτωσαν· ἄλλον παράγωμεν.

买主: 这些已经足够了。那么关于饮食,你是怎样的人? 毕达哥拉斯: 我有生命的任何东西都不吃,但其他的都吃,除了蚕豆。 买主: 为了什么?或者你讨厌蚕豆? 毕达哥拉斯: 不,而是它们是神圣的,其天性令人惊奇。因为首先它们全然是种子,如果你剥开一个还是绿色的蚕豆,你会看见它的形状像男子的生殖器;而如果把它煮熟后,在限定的若干个夜晚里置于月光下,你会制造出血液。更重大的是,雅典人的法律是用蚕豆来推选官职。 买主: 你说得都很好,而且具有神圣的派头。不过脱掉衣服吧,我想看看你光着身子的样子。噢,赫拉克勒斯,他的大腿是金子做的!他看起来像是一个神,而不是凡人。因此我一定要买下他。你开价多少竞卖他? 赫尔墨斯: 十个米纳。 买主: 这个价钱我要了。 宙斯: 写下买主的名字和他的出身地。 赫尔墨斯: 宙斯,他似乎是个意大利希腊人,是克罗托内、塔兰托以及那一带希腊地区的居民之一;然而,不是一个人,而是差不多三百人共同买下了他。 宙斯: 让他们带走他吧;我们带另一个上来。

§7

Ἑρμῆς βούλει τὸν αὐχμῶντα ἐκεῖνον, τὸν Ποντικόν; Ζεύς πάνυ μὲν οὖν. Ἑρμῆς οὗτος ὁ τὴν πήραν ἐξηρτημένος, ὁ ἐξωμίας, ἐλθὲ καὶ περίιθι ἐν κύκλῳ τὸ συνέδριον. βίον ἀνδρικὸν πωλῶ, βίον ἄριστον καὶ γεννικόν, βίον ἐλεύθερον· τίς ὠνήσεται; Ἀγοράστης ὁ κῆρυξ πῶς ἔφης σύ; πωλεῖς τὸν ἐλεύθερον; Ἑρμῆς ἔγωγε. Ἀγοράστης εἶτʼ οὐ δέδιας μή σοι δικάσηται ἀνδραποδισμοῦ2 ἢ καὶ προκαλέσηταί σε εἰς Ἄρειον πάγον; Ἑρμῆς οὐδὲν αὐτῷ μέλει τῆς πράσεως· οἴεται γὰρ εἶναι παντάπασιν ἐλεύθερος. Ἀγοράστης τί δʼ ἄν τις αὐτῷ χρήσαιτο ῥυπῶντι καὶ οὕτω κακοδαιμόνως διακειμένῳ; πλὴν εἰ μὴ σκαπανέα γε καὶ ὑδροφόρον αὐτὸν ἀποδεικτέον. Ἑρμῆς οὐ μόνον, ἀλλὰ καὶ ἢν θυρωρὸν αὐτὸν ἐπιστήσῃς, πολὺ πιστοτέρῳ χρήσῃ τῶν κυνῶν. ἀμέλει κύων αὐτῷ καὶ τὸ ὄνομα. Ἀγοράστης ποδαπὸς δέ ἐστιν ἢ τίνα τὴν ἄσκησιν ἐπαγγέλλεται; Ἑρμῆς αὐτὸν ἐροῦ· κάλλιον γὰρ οὕτω ποιεῖν. Ἀγοράστης δέδια τὸ σκυθρωπὸν αὐτοῦ καὶ κατηφές, μή με ὑλακτήσῃ προσελθόντα ἢ καὶ νὴ Δία δάκῃ γε. οὐχ ὁρᾷς ὡς διῆρται τὸ ξύλον καὶ συνέσπακε τὰς ὀφρῦς καὶ ἀπειλητικόν τι καὶ χολῶδες ὑποβλέπει; Ἑρμῆς μὴ δέδιθι· τιθασὸς γάρ ἐστι.

赫尔墨斯: 你想要那个脏兮兮的、黑海来的人吗? 宙斯: 当然可以。 赫尔墨斯: 你,那个挎着背囊、穿着单肩外衣的人,过来绕着会场走一圈。我拍卖一个有男子气概的生活,一个极好而高贵的生活,一个自由的生活!谁要买? 买主: 宣讲官,你刚才说什么?你拍卖自由人? 赫尔墨斯: 正是我。 买主: 那你就不怕他因拐卖自由人为奴而起诉你,或者把你传唤到阿雷奥帕古斯吗? 赫尔墨斯: 他根本不在乎这次拍卖;因为他认为自己完全是自由的。 买主: 一个脏兮兮且处于如此悲惨境地的人,谁能拿他来派什么用场?除非是要把他当成掘地工或挑水工。 赫尔墨斯: 不仅如此,如果你安排他做门卫,你会发现他比狗还要忠实得多。当然,‘狗’正是他的名字。 买主: 他是哪里人,宣称奉行什么样的修行? 赫尔墨斯: 你自己问他吧,因为这样更好。 买主: 我害怕他那阴沉、低垂的神色,担心我走近时他会朝我狂吠,甚至,凭着宙斯起誓,咬我一口!你没看见他挥舞着木棒,皱着眉头,用威胁和愤怒的眼神斜眼看人吗? 赫尔墨斯: 别怕,他是驯服的。

§8

Ἀγοράστης τὸ πρῶτον, ὦ βέλτιστε, ποδαπὸς εἶ; Διογένης παντοδαπός. Ἀγοράστης πῶς λέγεις; Διογένης τοῦ κόσμου πολίτην ὁρᾷς. Ἀγοράστης ζηλοῖς δὲ δὴ τίνα; Διογένης τὸν Ἡρακλέα. Ἀγοράστης τί οὖν οὐχὶ καὶ λεοντῆν ἀμπέχῃ; τὸ μὲν γὰρ ξύλον ἔοικας αὐτῷ. Διογένης τουτί μοι λεοντῆ, τὸ τριβώνιον. στρατεύομαι δὲ ὥσπερ ἐκεῖνος ἐπὶ τὰς ἡδονάς, οὐ κελευστός, ἀλλὰ ἑκούσιος, ἐκκαθᾶραι τὸν βίον προαιρούμενος. Ἀγοράστης εὖ γε τῆς προαιρέσεως. ἀλλὰ τί μάλιστα εἰδέναι σε φῶμεν; ἢ τίνα τὴν τέχνην ἔχεις; Διογένης ἐλευθερωτής εἰμι τῶν ἀνθρώπων καὶ ἰατρὸς τῶν παθῶν· τὸ δὲ ὅλον ἀληθείας καὶ παρρησίας προφήτης εἶναι βούλομαι.

买主: 首先,我的好人,你是哪里人? 狄奥根尼: 无处不是。 买主: 这话怎讲? 狄奥根尼: 你正在看着一个世界公民。 买主: 那么,你效仿谁呢? 狄奥根尼: 赫拉克勒斯。 买主: 那你为什么不披上狮子皮呢?因为在木棒上你确实挺像他。 狄奥根尼: 这件破旧的外衣就是我的狮子皮。我像他一样向快乐宣战,不是受人命令,而是自愿的,志在净化生命。 买主: 真是好志向!不过,我们应该说你最懂得什么?或者你有什么手艺? 狄奥根尼: 我是人类的解放者,也是激情的医生。总而言之,我想做真理和坦率言论的先知。

§9

Ἀγοράστης εὖ γε, ὦ προφῆτα· ἢν δὲ πρίωμαί σε, τίνα με τὸν τρόπον διασκήσεις; Διογένης πρῶτον μὲν παραλαβών σε καὶ ἀποδύσας τὴν τρυφὴν καὶ ἀπορίᾳ συγκατακλείσας τριβώνιον περιβαλῶ, μετὰ δὲ πονεῖν καὶ κάμνειν καταναγκάσω χαμαὶ καθεύδοντα καὶ ὕδωρ πίνοντα καὶ ὧν ἔτυχεν ἐμπιμπλάμενον, τὰ δὲ χρήματα, ἢν ἔχῃς, ἐμοὶ πειθόμενος εἰς τὴν θάλατταν φέρων ἐμβαλεῖς,3 γάμου δὲ ἀμελήσεις καὶ παίδων καὶ πατρίδος, καὶ πάντα σοι ταῦτα λῆρος ἔσται, καὶ τὴν πατρῴαν οἰκίαν ἀπολιπὼν ἢ τάφον οἰκήσεις ἢ πυργίον ἔρημον ἢ καὶ πίθον· ἡ πήρα δέ σοι θέρμων ἔσται μεστὴ καὶ ὀπισθογράφων βιβλίων· καὶ οὕτως ἔχων εὐδαιμονέστερος εἶναι φήσεις τοῦ μεγάλου βασιλέως. ἢν μαστιγοῖ δέ τις ἢ στρεβλοῖ, τούτων οὐδὲν ἀνιαρὸν ἡγήσῃ. Ἀγοράστης πῶς τοῦτο φὴς τὸ μὴ ἀλγεῖν μαστιγούμενον; οὐ γὰρ χελώνης ἢ καράβου τὸ δέρμα περιβέβλημαι. Διογένης τὸ Εὐριπίδειον ἐκεῖνο ζηλώσεις μικρὸν ἐναλλάξας. Ἀγοράστης τὸ ποῖον; Διογένης ἡ φρήν σοι ἀλγήσει,4 ἡ δὲ γλῶσσα ἔσται ἀνάλγητος.

买主: 好极了,先知!如果我买下你,你用什么方式训练我? 狄奥根尼: 首先,我要接管你,剥去你的奢侈生活,把你关进贫穷中,给你披上一件破旧的外衣。然后,我将强迫你劳作,睡在地上,喝水,用随便什么到手的东西填饱肚子。如果你有钱,要听我的话,拿去扔进海里。你将不再理会婚姻、孩子和祖国,所有这些对你都将是废话。离开你祖辈的房屋,你将居住在坟墓里,或者荒废的塔楼,甚至是大木桶里。你的背囊里将装满羽扇豆和背面写满字的书。处于这种状态下,你将宣称自己比大王还要幸福。如果有人鞭打你或严刑拷打你,你将不会认为这些有什么痛苦。 买主: 你说被鞭打不觉得疼是什么意思?我可没有披着乌龟或龙虾的外壳。 狄奥根尼: 你只要稍微改变一下,去效仿欧里庇得斯的那个名句就行了。 买主: 哪一句? 狄奥根尼: 你的心会痛,但你的舌头将不会感到痛苦。

语法注4 条
  1. 6τὸ πᾶν γονή

    τὸ πᾶν 的修饰关系具有语法解释的空间。一种是将其作为副词解释为“完全、全然”(“它们全然是种子/生命之源”),另一种是作为名词解释为“宇宙、万物”(“它们是万物的种子”)。考虑到毕达哥拉斯学派极度强调蚕豆在生育和宇宙论上的本性,此处采用了副词性用法,但两种解释在语法上皆通。

  2. 7ἀνδραποδισμοῦ

    动词 δικάσηται(“起诉、提官司”)所带的“罪名属格”(或称诉讼原因属格),明确指出了将自由人卖为奴隶(拐卖罪)的罪名。

  3. 9ἐμοὶ πειθόμενος εἰς τὴν θάλατταν φέρων ἐμβαλεῖς

    两个分词 πειθόμενος 和 φέρων 共同修饰主动词的将来时直陈式 ἐμβαλεῖς。此处的将来时直陈式起到了强烈的命令或劝告作用(命令性将来时),表达相当于命令式的义务。

  4. 9ἡ φρήν σοι ἀλγήσει

    与格 σοι 作为“关系与格”(或称经验与格),指明了感受痛苦的主体。这句台词戏仿了欧里庇得斯《希波吕托斯》第612行的名句“舌头起誓了,而心未起誓”,将其巧妙地转用在感觉的痛苦与肉体的无感(在严刑下不呼痛)的对比中,语法上形成了对称的对比关系。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(3 处,最近 2026-11-15)
  • 2026-11-15 AI校阅 — 译文 1 处
  • 2026-09-21 AI校阅 — 译文 2 处
urn:cts:greekLit:tlg0062.tlg024.humanitext-grc2:6-9