- 底本
- Lucian, Vol. 2. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1915.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg023.humanitext-grc2:6-8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-25
卡戎抱怨在高度看不清人类的活动。赫耳墨斯用荷马的咒语治好了他的视力,两人随后观察了著名的运动员米隆扛牛的场景,并感叹他不可避免的死亡。
Χάρων ὁρῶ γῆν πολλὴν καὶ λίμνην τινὰ μεγάλην περιρρέουσαν καὶ ὄρη καὶ ποταμοὺς τοῦ Κωκυτοῦ καὶ Πυριφλεγέθοντος μείζονας καὶ ἀνθρώπους πάνυ σμικροὺς καί τινας φωλεοὺς αὐτῶν. Ἑρμῆς πόλεις ἐκεῖναί εἰσιν οὓς φωλεοὺς εἶναι νομίζεις. Χάρων οἶσθα οὖν, ὦ Ἑρμῆ, ὡς οὐδὲν ἡμῖν πέπρακται, ἀλλὰ μάτην τὸν Παρνασσὸν αὐτῇ Κασταλίᾳ1 καὶ τὴν Οἴτην καὶ τὰ ἄλλα ὄρη μετεκινήσαμεν; Ἑρμῆς ὅτι τί;2 Χάρων οὐδὲν ἀκριβὲς ἐγὼ γοῦν ἀπὸ τοῦ ὑψηλοῦ ὁρῶ· ἐδεόμην δὲ οὐ πόλεις καὶ ὄρη αὐτὸ μόνον ὥσπερ ἐν γραφαῖς ὁρᾶν, ἀλλὰ τοὺς ἀνθρώπους αὐτοὺς καὶ ἃ πράττουσι καὶ οἷα λέγουσιν. ὥσπερ ὅτε με τὸ πρῶτον ἐντυχὼν εἶδες γελῶντα καὶ ἤρου γε ὅ τι γελῴην, ἀκούσας τινὸς ἥσθην εἰς ὑπερβολήν. Ἑρμῆς τί δὲ τοῦτο ἦν; Χάρων ἐπὶ δεῖπνον, οἶμαι, κληθείς τις ὑπό τινος τῶν φίλων ἐς τὴν ὑστεραίαν, μάλιστα ἥξω, ἔφη, καὶ μεταξὺ λέγοντος ἀπὸ τοῦ τέγους κεραμὶς ἐμπεσοῦσα οὐκ οἶδʼ ὅτου κινήσαντος ἀπέκτεινεν αὐτόν. ἐγέλασα οὖν οὐκ ἐπιτελέσαντος τὴν ὑπόσχεσιν. ἔοικα δὲ καὶ νῦν ὑποκαταβήσεσθαι, ὡς μᾶλλον βλέποιμι καὶ ἀκούοιμι.
卡戎 我看见许多土地,和一圈流淌着的巨大湖泊,还有比科塞特斯河和皮里弗勒格同河还要高大的山脉和河流,以及极小的人类和他们的某种巢穴。 赫耳墨斯 那些你认为是巢穴的东西,其实是城市。 卡戎 那么,赫耳墨斯,你可知道我们什么也没做成,反而白白把帕纳塞斯山连同卡斯塔利亚泉,以及奥伊特山和其余的山都移过来了吗? 赫耳墨斯 因为什么? 卡戎 至少从高处看,我什么也看不清。我想要的不是像在画里那样仅仅看到城市和山脉,而是看到人类自己,以及他们所做的事和所说的话。就像你第一次遇到我、看到我笑并问我笑什么时那样,我听了一个人的话,感到无比快活。 赫耳墨斯 那是什么事呢? 卡戎 我想,有一个人被他的一位朋友邀请去吃第二天的晚餐,他说:“我一定去。”就在他说话时,一片瓦片从屋顶掉下来,不知被谁碰了一下,把他砸死了。我笑是因为他没有履行诺言。现在看来,我也该往下走一走,好让我看得更清、听得更准。
Ἑρμῆς ἔχʼ ἀτρέμα· καὶ τοῦτο γὰρ ἐγὼ ἰάσομαί σοι καὶ ὀξυδερκέστατον ἐν βραχεῖ σε ἀποφανῶ παρʼ Ὁμήρου τινὰ καὶ πρὸς τοῦτο ἐπῳδὴν λαβών, κἀπειδὰν εἴπω τὰ ἔπη, μέμνησο μηκέτι ἀμβλυώττειν, ἀλλὰ σαφῶς πάντα ὁρᾶν. Χάρων λέγε μόνον. Ἑρμῆς "ἀχλὺν δʼ αὖ τοι ἀπʼ ὀφθαλμῶν ἕλον, ἣ πρὶν ἐπῆεν, ὄφρʼ εὖ γινώσκοις ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα." τί ἐστιν; ἤδη ὁρᾷς; Χάρων ὑπερφυῶς γε· τυφλὸς ὁ Λυγκεὺς ἐκεῖνος ὡς πρὸς ἐμέ·3 ὥστε σὺ τὸ ἐπὶ τούτῳ προσδίδασκέ με καὶ ἀποκρίνου ἐρωτῶντι. ἀλλὰ βούλει κατὰ τὸν Ὅμηρον κἀγὼ ἔρωμαί σε, ὡς μάθῃς οὐδʼ αὐτὸν ἀμελέτητον ὄντα με τῶν Ὁμήρου; Ἑρμῆς καὶ πόθεν σὺ ἔχεις τι τῶν ἐκείνου εἰδέναι, ναύτης ἀεὶ καὶ πρόσκωπος ὤν; Χάρων ὁρᾷς, ὀνειδιστικὸν τοῦτο εἰς τὴν τέχνην. ἐγὼ δὲ ὁπότε διεπόρθμευον αὐτὸν ἀποθανόντα, πολλὰ ῥαψῳδοῦντος ἀκούσας ἐνίων ἔτι μέμνημαι· καίτοι χειμὼν ἡμᾶς οὐ μικρὸς τότε κατελάμβανεν. ἐπεὶ γὰρ ἤρξατο ᾄδειν οὐ πάνυ αἴσιόν τινα ᾠδὴν τοῖς πλέουσιν, ὡς ὁ Ποσειδῶν συνήγαγε τὰς νεφέλας καὶ ἐτάραξε τὸν πόντον ὥσπερ τορύνην τινὰ ἐμβαλὼν τὴν τρίαιναν καὶ πάσας τὰς θυέλλας ὠρόθυνε καὶ ἄλλα πολλά, κυκῶν τὴν θάλατταν ὑπὸ τῶν ἐπῶν, χειμὼν ἄφνω καὶ γνόφος ἐμπεσὼν ὀλίγου δεῖν4 περιέτρεψεν ἡμῖν τὴν ναῦν· ὅτε περ καὶ ναυτιάσας ἐκεῖνος ἀπήμεσε τῶν ῥαψῳδιῶν τὰς πολλὰς αὐτῇ Σκύλλῃ καὶ Χαρύβδει καὶ Κύκλωπι. οὐ χαλεπὸν οὖν ἦν ἐκ τοσούτου ἐμέτου ὀλίγα γοῦν διαφυλάττειν.
赫耳墨斯 别动。这件事我也能给你治好,我从荷马那里借一句咒语,很快就能让你变得目力极佳。等我念完这几行诗,切记不要再视线模糊,而要清晰地看清一切。 卡戎 快念吧。 赫耳墨斯 “我已从你的双眼中,拂去那先前遮蔽的迷雾, 好让你能分清神明与凡人。” 怎么样?现在看见了吗? 卡戎 太神了。跟我相比,那个林叩斯简直是个瞎子。因此,接下来请教我,并回答我的提问。不过,你想不想让我用荷马的方式问你,好让你知道我也不是没学过荷马的诗? 赫耳墨斯 你一个当船夫、整天摇桨的人,怎么会知道他的诗句? 卡戎 瞧,你这是对行当的侮辱。他死后我渡他过河时,听见他朗诵了许多诗篇,至今还记得一些。要知道,当时我们还遇上了不小的风暴。因为当他开始唱一首对航海者来说极其不吉利的歌,唱到波塞冬如何聚集乌云,把三叉戟像搅拌棒一样伸进去搅动大海,唤起所有的狂风暴雨以及许多其他事情,用诗句搞得大海一片混乱时,突然间暴风雨和黑暗降临,几乎掀翻了我们的船。就在那时,他晕船吐出了大部分朗诵的诗篇,连同斯库拉、卡律布狄斯和独眼巨人一起。所以,从那么一大滩呕吐物里记住一小部分,并不算难。
Χάρων εἰπὲ γάρ μοι· "τίς τʼ ἄρʼ ὅδʼ ἐστὶ πάχιστος ἀνὴρ ἠΰς τε μέγας τε, ἔξοχος ἀνθρώπων κεφαλὴν καὶ εὐρέας ὤμους;" Ἑρμῆς Μίλων οὗτος ὁ ἐκ Κρότωνος ἀθλητής. ἐπικροτοῦσι δʼ αὐτῷ οἱ Ἕλληνες, ὅτι τὸν ταῦρον ἀράμενος φέρει διὰ τοῦ σταδίου μέσου. Χάρων καὶ πόσῳ δικαιότερον ἂν ἐμέ, ὦ Ἑρμῆ, ἐπαινοῖεν, ὃς αὐτόν σοι τὸν Μίλωνα μετʼ ὀλίγοι συλλαβὼν ἐνθήσομαι ἐς τὸ σκαφίδιον, ὁπόταν ἥκῃ πρὸς ἡμᾶς ὑπὸ τοῦ ἀμαχωτάτου τῶν ἀνταγωνιστῶν καταπαλαισθεὶς τοῦ Θανάτου, μηδὲ συνεὶς ὅπως αὐτὸν ὑποσκελίζει; κᾆτα οἰμώξεται ἡμῖν δηλαδὴ μεμνημένος τῶν στεφάνων τούτων καὶ τοῦ κρότου· νῦν δὲ μέγα φρονεῖ θαυμαζόμενος ἐπὶ τῇ τοῦ ταύρου φορᾷ. τί δʼ οὖν; οἰηθῶμεν ἄρα ἐλπίζειν αὐτὸν καὶ τεθνήξεσθαί ποτε; Ἑρμῆς πόθεν ἐκεῖνος θανάτου νῦν μνημονεύσειεν ἂν ἐν ἀκμῇ τοσαύτῃ; Χάρων ἔα τοῦτον οὐκ εἰς μακρὰν γέλωτα ἡμῖν παρέξοντα ὁπόταν πλέῃ, μηδʼ ἐμπίδα οὐχ ὅπως5 ταῦρον ἔτι ἄρασθαι δυνάμενος.
卡戎 告诉我: “那人是谁,如此魁梧,既高大又强壮, 在众人之中,以头颅和宽阔的双肩出类拔萃?” 赫耳墨斯 这是来自克罗托内的运动员米隆。希腊人正向他喝彩,因为他扛起一头雄牛,正穿过体育场的中央。 卡戎 赫耳墨斯,人们赞美我该有多么合情合理啊!因为过不了多久,我就会把这个米隆抓起来塞进我的小船里,当他被最无法战胜的对手“死亡”摔倒、甚至不知道自己是如何被绊倒而来到我们这里的时候。然后,他一定会对我们哀叹,怀念这些花冠和喝彩。而现在他正因扛牛而受人瞩目、得意洋洋。那么,你认为他会预料到自己有一天也会死吗? 赫耳墨斯 在如此鼎盛的时期,他现在怎么会想到死亡呢? 卡戎 别理他了,用不了多久,他乘船时就会给我们带来笑料,到时候他连一只蚊子都别想扛起,更不用说雄牛了。
- 6αὐτῇ Κασταλίᾳ
随伴与格。代词 αὐτός, αὐτή, αὐτό 的与格形式直接修饰一个与格名词,表示“连同……”、“连并……”的惯用用法。这里指将帕纳塞斯山连同卡斯塔利亚泉水一起移动。
- 6ὅτι τί;
口语化的疑问表达,字面意思是“因为什么?”。相当于“怎么说?”或“为什么?”,用于对对方的前言提出疑问、追问原因。
- 7ὡς πρὸς ἐμέ
表示比较或标准的 ὡς 与带宾格的前置词 πρὸς 的结合,意为“与我相比”或“对我而言”。此处指即使是拥有极强视力的神话英雄林叩斯,与现在的“我”相比也如同瞎子。
- 7ὀλίγου δεῖν
这是一个惯用的不定式短语,利用了 ὀλίγος 的属格和 δεῖ 的不定式 δεῖν,意为“几乎”、“差一点就”。它在句中起副词作用,修饰主句动词(此处为 περιέτρεψεν)。
- 8οὐχ ὅπως
意为“别说……”、“岂能……”的惯用词组。用于强烈对比,此处表示“连蚊子都(抱不起),更不用说雄牛了”。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(3 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 译文 1 处
- 2026-09-21 AI校阅 — 译文 2 处
