- 底本
- Lucian, Vol. 2. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1915.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg022.humanitext-grc2:55-58
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-27
提蒙严厉指责哲学家色拉叙克勒斯的贪婪与虚伪,并用铁锹痛打了他。接着,他登上岩石用石头砸跑了其他围拢过来的谄媚者。
Τίμων μεμψίμοιρος ἀεί, κἂν τὸν πλακοῦντα ὅλον ἢ τὸν σῦν μόνος τῶν ἄλλων λάβῃ, ὅ τι περ λιχνείας καὶ ἀπληστίας ὄφελος,1 μέθυσος καὶ πάροινος οὐκ ἄχρι ᾠδῆς καὶ ὀρχηστύος μόνον, ἀλλὰ καὶ λοιδορίας καὶ ὀργῆς. προσέτι καὶ λόγοι πολλοὶ ἐπὶ τῇ κύλικι, τότε δὴ καὶ μάλιστα, περὶ σωφροσύνης καὶ κοσμιότητος· καὶ ταῦτά φησιν ἤδη ὑπὸ τοῦ ἀκράτου πονήρως ἔχων καὶ ὑποτραυλίζων γελοίως· εἶτα ἔμετος ἐπὶ τούτοις· καὶ τὸ τελευταῖον, ἀράμενοί τινες ἐκφέρουσιν αὐτὸν ἐκ τοῦ συμποσίου τῆς αὐλητρίδος ἀμφοτέραις ἐπειλημμένον.2 πλὴν ἀλλὰ καὶ νήφων οὐδενὶ τῶν πρωτείων παραχωρήσειεν ἂν ψεύσματος ἕνεκα ἢ θρασύτητος ἢ φιλαργυρίας· ἀλλὰ καὶ κολάκων ἐστὶ τὰ πρῶτα καὶ ἐπιορκεῖ προχειρότατα, καὶ ἡ γοητεία προηγεῖται καὶ ἡ ἀναισχυντία παρομαρτεῖ, καὶ ὅλως πάνσοφόν τι χρῆμα καὶ πανταχόθεν ἀκριβὲς καὶ ποικίλως ἐντελές. οἰμώξεται τοιγαροῦν οὐκ εἰς μακρὰν χρηστὸς ὤν. τί τοῦτο; παπαί, χρόνιος ἡμῖν Θρασυκλῆς.
提蒙 他总是怨天尤人,即使他独占了整块蛋糕或整头猪——这些贪食和贪婪的极致化身。他酗酒且醉酒失态,不仅是在唱歌跳舞时,更是在谩骂和发怒时。此外,他在酒杯旁还有长篇大论,尤其是那时,谈论着节制与端庄;而且他是在已经被烈酒灌得不省人事、口齿不清得可笑时说这些话的;随后便以此吐得一塌糊涂。最后,几个人把他抬着送出宴会,他双手还紧紧抱着吹笛女。然而,即便是在清醒时,在撒谎、厚颜无耻和贪财方面,他也绝不把首位让给任何人;相反,他是谄媚者中的佼佼者,极易背誓,欺诈打头阵,不要脸紧随其后。总而言之,他是一个无所不通的家伙,方方面面都精明透顶,花样百出地完美。因此,由于他是如此“高尚”的人,他很快就要倒霉了。这是怎么回事?哎呀,色拉叙克勒斯这老家伙总算在我们面前露面了。
Θρασυκλῆς οὐ κατὰ ταὐτά, ὦ Τίμων, τοῖς πολλοῖς τούτοις ἀφῖγμαι, οἵπερ τὸν πλοῦτόν σου τεθηπότες ἀργυρίου καὶ χρυσίου καὶ δείπνων πολυτελῶν ἐλπίδι συνδεδραμήκασι, πολλὴν τὴν κολακείαν ἐπιδειξόμενοι πρὸς ἄνδρα οἷον σὲ ἁπλοϊκὸν καὶ τῶν ὄντων κοινωνικόν· οἶσθα γὰρ ὡς μᾶζα μὲν ἐμοὶ δεῖπνον ἱκανόν, ὄψον δὲ ἥδιστον θύμον ἢ κάρδαμον ἢ εἴ ποτε τρυφῴην, ὀλίγον τῶν ἁλῶν· ποτὸν δὲ ἡ ἐννεάκρουνος· ὁ δὲ τρίβων οὗτος ἧς βούλει πορφυρίδος ἀμείνων. τὸ χρυσίον μὲν γὰρ οὐδὲν τιμιώτερον τῶν ἐν τοῖς αἰγιαλοῖς ψηφίδων μοι δοκεῖ. σοῦ δὲ αὐτοῦ χάριν ἐστάλην, ὡς μὴ διαφθείρῃ σε τὸ κάκιστον τοῦτο καὶ ἐπιβουλότατον κτῆμα ὁ πλοῦτος, ὁ πολλοῖς πολλάκις αἴτιος ἀνηκέστων συμφορῶν γεγενημένος· εἰ γάρ μοι πείθοιο, μάλιστα μὲν ὅλον ἐς τὴν θάλατταν ἐμβαλεῖς αὐτὸν οὐδὲν ἀναγκαῖον ἀνδρὶ ἀγαθῷ ὄντα καὶ τὸν φιλοσοφίας πλοῦτον ὁρᾶν δυναμένῳ· μὴ μέντοι ἐς βάθος, ὦγαθέ, ἀλλʼ ὅσον ἐς βουβῶνας ἐπεμβὰς ὀλίγον πρὸ τῆς κυματωγῆς, ἐμοῦ ὁρῶντος μόνου·
色拉叙克勒斯 提蒙,我来这里可不像这群凡夫俗子。他们惊羡于你的财富,抱着获得金银和奢华晚餐的期望奔凑而来,对像你这样单纯、乐于分享财产的人大献阴勤。因为你知道,对我而言,一块大麦面包就是足够的晚餐,最美味的配菜是百里香或水芹,或者如果我想奢侈一下,就加一点盐;饮料则是九泉之水;而这件旧斗篷比你想要的任何紫衣都要好。因为黄金在我看来,并不比海滩上的小石子更有价值。我是为了你本人而来的,免得财富这最坏、最阴险的财产腐蚀了你,它常常是许多人遭受无可挽回的灾难的祸首。因为如果你听我的话,最好把财富全部扔进大海里,这对于一个能够看到哲学财富的好人来说是毫无必要的——不过,好朋友,不用扔到深处,只需走到齐股深的水里,就在波浪掀起的前方,只有我一个人看着。
Θρασυκλῆς εἰ δὲ μὴ τοῦτο βούλει, σὺ δὲ ἄλλον τρόπον ἀμείνω κατὰ τάχος ἐκφόρησον αὐτὸν ἐκ τῆς οἰκίας μηδʼ ὀβολὸν αὑτῷ ἀνείς, διαδιδοὺς ἅπασι τοῖς δεομένοις, ᾧ μὲν πέντε δραχμάς, ᾧ δὲ μνᾶν, ᾧ δὲ ἡμιτάλαντον· εἰ δέ τις φιλόσοφος εἴη, διμοιρίαν ἢ τριμοιρίαν φέρεσθαι δίκαιος· ἐμοὶ δέ — καίτοι οὐκ ἐμαυτοῦ χάριν αἰτῶ, ἀλλʼ ὅπως μεταδῶ τῶν ἑταίρων τοῖς δεομένοις — ἱκανὸν εἰ ταυτηνὶ τὴν πήραν ἐμπλήσας παράσχοις οὐδὲ ὅλους δύο μεδίμνους χωροῦσαν Αἰγινητικούς. ὀλιγαρκῆ δὲ καὶ μέτριον χρὴ εἶναι τὸν φιλοσοφοῦντα καὶ μηδὲν ὑπὲρ τὴν πήραν φρονεῖν. Τίμων ἐπαινῶ ταῦτά σου, ὦ Θρασύκλεις· πρὸ δʼ οὖν τῆς πήρας, εἰ δοκεῖ, φέρε σοι τὴν κεφαλὴν ἐμπλήσω κονδύλων ἐπιμετρήσας τῇ δικέλλῃ. Θρασυκλῆς ὦ δημοκρατία καὶ νόμοι, παιόμεθα ὑπὸ τοῦ καταράτου ἐν ἐλευθέρᾳ τῇ πόλει. Τίμων τί ἀγανακτεῖς, ὦγαθέ; μῶν παρακέκρουσμαί σε;3 καὶ μὴν ἐπεμβαλῶ χοίνικας ὑπὲρ τὸ μέτρον τέτταρας.
色拉叙克勒斯 如果你不想这样,那就用另一种更好的方法,赶紧把财富搬出家门,自己一分钱也不留,分发给所有需要的人,给这个人五德拉克马,给那个人一米纳,给另一个半塔兰特。如果是哲学家,他理应分得两份或三份。至于我——虽然我不是为了自己索取,而是为了分给需要它的同伴们——你只要帮我装满这个口袋就行了,它连两个整埃吉纳麦斗都装不下。潜心哲学的人应该安分守己、适可而止,不应去想超出他那口袋以外的任何东西。 提蒙 色拉叙克勒斯,我赞赏你这些话。但在装满口袋之前,如果你同意,让我用铁锹精确地测量着,往你的头上装满拳头。 色拉叙克勒斯 啊,民主与法律!在自由的城邦里,我们竟然被这个该死的家伙殴打。 提蒙 你急什么,好朋友?难道我量错了你?那好,我就在规定分量之外再给你追加四合吧。
Τίμων ἀλλὰ τί τοῦτο; πολλοὶ συνέρχονται· Βλεψίας ἐκεῖνος καὶ Λάχης καὶ Γνίφων καὶ ὅλον τὸ σύνταγμα τῶν οἰμωξομένων. ὥστε τί οὐκ ἐπὶ τὴν πέτραν ταύτην ἀνελθὼν τὴν μὲν δίκελλαν ὀλίγον ἀναπαύω πάλαι πεπονηκυῖαν, αὐτὸς δὲ ὅτι πλείστους λίθους συμφορήσας ἐπιχαλαζῶ πόρρωθεν αὐτούς; Βλεψίας μὴ βάλλε, ὦ Τίμων· ἄπιμεν γάρ. Τίμων ἀλλʼ οὐκ ἀναιμωτί γε ὑμεῖς οὐδὲ ἄνευ τραυμάτων.
提蒙 可是,这是怎么回事?许多人聚过来了:那是布莱普西亚斯、拉克斯、格尼丰,还有整群准备挨揍大哭的家伙。那么,我为什么不上到这块岩石上,让这把劳碌已久的铁锹稍作休息,自己收集尽可能多的石头,从远处像冰雹一样砸向他们呢? 布莱普西亚斯 别扔了,提蒙!我们这就走。 提蒙 但是,你们可不能毫发无损、不带伤痕地离开。
- 55ὅ τι περ λιχνείας καὶ ἀπληστίας ὄφελος
关系代词 ὅ τι 与名词 ὄφελος 结合的习惯用法,意为“凡是属于贪食和贪婪之极致的事物”。此处 ὄφελος(益处、有用之物)带部分属格,用以表示质上的极致。
- 55τῆς αὐλητρίδος ἀμφοτέραις ἐπειλημμένον
ἀμφοτέραις 省略了阴性名词 χερσίν(双手)。动词 ἐπιλαμβάνομαι(抓住、抱住)为中动语态,意为“自己抓牢”,其支配的对象用属格(τῆς αὐλητρίδος),手段用与格(ἀμφοτέραις)。
- 57μῶν παρακέκρουσμαί σε;
动词 παρακρούω(通过敲击量器边缘来克扣分量、欺骗)的完成时中被动语态。此处隐喻在计量(击打次数)中克扣、欺骗,意为“难道我量错了你?”。代词对格 σε 作中动语态的直接宾语。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(2 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 注 2 处
