- 底本
- Lucian, Vol. 2. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1915.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg022.humanitext-grc2:30-35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-27
赫尔墨斯与普路托斯抵达阿提卡,遇到了在贫困及其美德伙伴陪伴下生活的提蒙。虽然贫困最终离去,但对神和人皆怀有极度仇恨的提蒙仍激烈地拒绝了赫尔墨斯给予他的财富。
Πλοῦτος θάρρει τούτου γε ἕνεκα· ἐν τῇ γῇ αὐτὸν ἀεὶ καταλείπων ἀνέρχομαι πρὸς ὑμᾶς ἐπισκήψας ἔνδον μένειν ἐπικλεισάμενον τὴν θύραν,1 ἀνοίγειν δὲ μηδενί, ἢν μὴ ἐμοῦ ἀκούσῃ βοήσαντος. Ἑρμῆς οὐκοῦν ἐπιβαίνωμεν ἤδη τῆς Ἀττικῆς· καί μοι ἕπου ἐχόμενος τῆς χλαμύδος, ἄχρι ἂν πρὸς τὴν ἐσχατιὰν ἀφίκωμαι. Πλοῦτος εὖ ποιεῖς, ὦ Ἑρμῆ, χειραγωγῶν· ἐπεὶ ἤν γε ἀπολίπῃς με, Ὑπερβόλῳ τάχα ἢ Κλέωνι ἐμπεσοῦμαι περινοστῶν. ἀλλὰ τίς ὁ ψόφος οὗτός ἐστιν καθάπερ σιδήρου πρὸς λίθον;
普路托斯:在这方面你放心好了。我总是把他留在地里,然后到你们那里去,并叮嘱他留在屋里锁上门,除非听到我呼喊,否则谁来也不准开门。 赫尔墨斯:那么,我们现在就踏上阿提卡吧。跟着我,抓住我的外衣,直到我到达边界。 普路托斯:你牵着我的手带路真是太好了,赫尔墨斯。因为如果你丢下我,我四处游荡,很快就会撞上许波波洛斯或克里昂。不过,这像铁撞击石头的声音是什么?
Ἑρμῆς ὁ Τίμων οὑτοσὶ σκάπτει πλησίον ὀρεινὸν καὶ ὑπόλιθον γήδιον. παπαί, καὶ ἡ Πενία πάρεστι καὶ ὁ Πόνος ἐκεῖνος, ἡ Καρτερία τε καὶ ἡ Σοφία καὶ ἡ Ἀνδρεία καὶ ὁ τοιοῦτος ὄχλος τῶν ὑπὸ τῷ Λιμῷ ταττομένων ἁπάντων, πολὺ ἀμείνους τῶν σῶν δορυφόρων. Πλοῦτος τί οὖν οὐκ ἀπαλλαττόμεθα, ὦ Ἑρμῆ, τὴν ταχίστην; οὐ γὰρ ἄν τι ἡμεῖς δράσαιμεν ἀξιόλογον πρὸς ἄνδρα ὑπὸ τηλικούτου στρατοπέδου περιεσχημένον. Ἑρμῆς ἄλλως ἔδοξε τῷ Διί· μὴ ἀποδειλιῶμεν οὖν.
赫尔墨斯:这是提蒙在附近挖掘一块多石的山间荒地。啊,贫困也在场,还有那个著名的劳苦、忍耐、智慧、勇敢,以及所有在饥饿手下排成队列的这类人群,他们可比你的那些卫兵好得多。 普路托斯:赫尔墨斯,那我们为什么不尽快离开呢?面对一个被如此大军包围的人,我们做不出什么有成效的事。 赫尔墨斯:宙斯的决定并非如此,所以我们不要胆怯。
Πενία ποῖ τοῦτον ἀπάγεις, ὦ Ἀργειφόντα, χειραγωγῶν; Ἑρμῆς ἐπὶ τουτονὶ τὸν Τίμωνα ἐπέμφθημεν ὑπὸ τοῦ Διός. Πενία νῦν ὁ Πλοῦτος ἐπὶ Τίμωνα, ὁπότε αὐτὸν ἐγὼ κακῶς ἔχοντα ὑπὸ τῆς Τρυφῆς παραλαβοῦσα, τουτοισὶ παραδοῦσα, τῇ Σοφίᾳ καὶ τῷ Πόνῳ, γενναῖον ἄνδρα καὶ πολλοῦ ἄξιον ἀπέδειξα;2 οὕτως ἄρα εὐκαταφρόνητος ὑμῖν ἡ Πενία δοκῶ καὶ εὐαδίκητος, ὥσθʼ ὃ μόνον κτῆμα εἶχον ἀφαιρεῖσθαί με, ἀκριβῶς πρὸς ἀρετὴν ἐξειργασμένον, ἵνα αὖθις ὁ Πλοῦτος παραλαβὼν αὐτὸν Ὕβρει καὶ Τύφῳ ἐγχειρίσας ὅμοιον τῷ πάλαι μαλθακὸν καὶ ἀγεννῆ καὶ ἀνόητον ἀποφήνας ἀποδῷ πάλιν ἐμοὶ ῥάκος ἤδη γεγενημένον; Ἑρμῆς ἔδοξε ταῦτα, ὦ Πενία, τῷ Διί·
贫困:阿耳戈斯杀手,你牵着他的手要带到哪里去? 赫尔墨斯:我们是被宙斯派到这里的提蒙这儿来的。 贫困:现在要把普路托斯送给提蒙?而我之前在他被奢侈折磨得奄奄一息时接管了他,把他交给了这里的智慧和劳苦,使他成为一个高尚、有价值的人。在你们眼里,贫困就这么好欺负和容易受伤害吗?以至于要夺走我唯一拥有的、已被精心打造成具备美德的财富,好让普路托斯再次接管他,把他交到傲慢和虚荣的手中,使他变得像以前那样软弱、卑贱、愚蠢,然后等他变成一堆破烂时再扔回给我? 赫尔墨斯:贫困啊,这是宙斯的决定。
Πενία ἀπέρχομαι· καὶ ὑμεῖς δέ, ὦ Πόνε καὶ Σοφία καὶ οἱ λοιποί, ἀκολουθεῖτέ μοι. οὗτος δὲ τάχα εἴσεται, οἵαν με οὖσαν ἀπολείψει, ἀγαθὴν συνεργὸν καὶ διδάσκαλον τῶν ἀρίστων, ᾗ συνὼν ὑγιεινὸς μὲν τὸ σῶμα, ἐρρωμένος δὲ τὴν γνώμην διετέλεσεν, ἀνδρὸς βίον ζῶν καὶ πρὸς αὑτὸν ἀποβλέπων, τὰ δὲ περιττὰ καὶ πολλὰ ταῦτα, ὥσπερ ἐστίν, ἀλλότρια ὑπολαμβάνων. Ἑρμῆς ἀπέρχονται· ἡμεῖς δὲ προσίωμεν αὐτῷ.
贫困:我走了。劳苦、智慧,还有其余的人,跟我走。而他很快就会知道,他所离开的是一个怎样的我——一个良伴和最优秀事物的导师。与我相伴时,他身体健康,意志坚强,过着男子汉的生活,只关注自己,而把那些多余且繁多的东西视为外物,事实也正是如此。 赫尔墨斯:他们走了。我们走近他吧。
Τίμων τίνες ἐστέ, ὦ κατάρατοι; ἢ τί βουλόμενοι δεῦρο ἥκετε ἄνδρα ἐργάτην καὶ μισθοφόρον ἐνοχλήσοντες; ἀλλʼ οὐ χαίροντες ἄπιτε μιαροὶ πάντες ὄντες· ἐγὼ γὰρ ὑμᾶς αὐτίκα μάλα βάλλων τοῖς βώλοις καὶ τοῖς λίθοις συντρίψω. Ἑρμῆς μηδαμῶς, ὦ Τίμων, μὴ βάλῃς· οὐ γὰρ ἀνθρώπους ὄντας βαλεῖς, ἀλλʼ ἐγὼ μὲν Ἑρμῆς εἰμι, οὑτοσὶ δὲ ὁ Πλοῦτος· ἔπεμψε δὲ ὁ Ζεὺς ἐπακούσας τῶν εὐχῶν, ὥστε ἀγαθῇ τύχῃ δέχου τὸν ὄλβον ἀποστὰς τῶν πόνων. Τίμων καὶ ὑμεῖς οἰμώξεσθε ἤδη καίτοι θεοὶ ὄντες, ὥς φατε· πάντας γὰρ ἅμα καὶ ἀνθρώπους καὶ θεοὺς μισῶ, τουτονὶ δὲ τὸν τυφλόν, ὅστις ἂν ᾖ, καὶ ἐπιτρίψειν μοι δοκῶ τῇ δικέλλῃ. Πλοῦτος ἀπίωμεν, ὦ Ἑρμῆ, πρὸς τοῦ Διός, μελαγχολᾶν γὰρ ὁ ἄνθρωπος οὐ μετρίως μοι δοκεῖ, μή τι κακὸν ἀπέλθω προσλαβών.
提蒙:你们是谁,该死的家伙?你们到这里来有什么意图,要打扰一个劳动和靠佣工度日的人?但你们这些无耻之徒一个也别想高兴地回去。我马上就要用泥块和石头把你们砸得粉碎。 赫尔墨斯:千万不要,提蒙,别扔。你扔的不是凡人,我是赫尔墨斯,这位是普路托斯。宙斯听到了你的祈祷而派我们来,所以接受这好运吧,停止劳作,收下这财富。 提蒙:即使你们像自己所说的那样是神,你们现在也要倒霉了。因为我同时憎恨所有的凡人和神明,至于这个瞎子,不管他是谁,我想用我的锄头砸碎他。 普路托斯:赫尔墨斯,因着宙斯的名义,我们走吧。这个人看起来疯得不轻,免得我留在这里倒霉。
Ἑρμῆς μηδὲν σκαιόν, ὦ Τίμων, ἀλλὰ τὸ πάνυ τοῦτο ἄγριον καὶ τραχὺ καταβαλὼν προτείνας τὼ χεῖρε λάμβανε τὴν ἀγαθὴν τύχην καὶ πλούτει πάλιν καὶ ἴσθι Ἀθηναίων τὰ πρῶτα καὶ ὑπερόρα τῶν ἀχαρίστων ἐκείνων μόνος αὐτὸς εὐδαιμονῶν. Τίμων οὐδὲν ὑμῶν δέομαι· μὴ ἐνοχλεῖτέ μοι· ἱκανὸς ἐμοὶ πλοῦτος ἡ δίκελλα, τὰ δʼ ἄλλα εὐδαιμονέστατός εἰμι μηδενός μοι πλησιάζοντος. Ἑρμῆς οὕτως, ὦ τάν, ἀπανθρώπως; "τόνδε φέρω Διὶ μῦθον ἀπηνέα τε κρατερόν τε;3" καὶ μὴν εἰκὸς ἦν μισάνθρωπον μὲν εἶναί σε τοσαῦτα ὑπʼ αὐτῶν δεινὰ πεπονθότα, μισόθεον δὲ μηδαμῶς, οὕτως ἐπιμελουμένων σου τῶν θεῶν.
赫尔墨斯:提蒙,不要做傻事,放下你那极其野蛮粗暴的态度,伸出双手接受好运,重新富裕起来,成为雅典的首要人物,独自享受幸福,鄙视那些忘恩负义的人。 提蒙:我一点也不需要你们,别打扰我。锄头就是我足够的财富,至于其他,只要没人接近我,我就是最幸福的。 赫尔墨斯:朋友,你就如此不近人情吗? “难道我要把这无情而强硬的话带给宙斯吗?” 然而,你受了他们那么多罪,成为一个仇视人类的人是很自然的,但既然神明对你如此关照,你绝不该成为一个仇视神明的人。
- 30ἐπισκήψας ἔνδον μένειν ἐπικλεισάμενον τὴν θύραν
在表示命令的动词 ἐπισκήψας 之后的不定式结构中,分词 ἐπικλεισάμενον 采用宾格。这是因为不定式 μένειν 的逻辑主语(即“宝藏” αὐτόν)被视为宾格。虽然可以将其解释为主格分词(与 ἐπισκήψας 的主语一致),但采用宾格分词修饰不定式的逻辑主语是更符合此类间接命令句特征的常规语法判断。
- 32ὁπότε αὐτὸν ἐγὼ κακῶς ἔχοντα ὑπὸ τῆς Τρυφῆς παραλαβοῦσα ... ἀπέδειξα
连词 ὁπότε 在此处不仅表示时间(当……之时),还带有一种原因或让步的语气(既然……,即便……)。它将“我曾经把他培养成高尚的人”这一事实与“现在却要把普路托斯送给他”做对比,突出了贫困对于这一不公正决定的强烈抗议。
- 35τόνδε φέρω Διὶ μῦθον ἀπηνέα τε κρατερόν τε;
此处直接引用了荷马史诗(《伊利亚特》第15卷第202行)的诗句。赫尔墨斯借用此诗句,以一种自嘲和戏剧化的方式,表明自己作为传令使者将要把提蒙无情的话语带回给宙斯。在语境中作为疑问句插入。
