- 底本
- Lucian, Vol. 2. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1915.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg021.humanitext-grc2:8-10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-27
门尼普斯讲述了自己因哲学家们关于宇宙起源和神明存在等充满矛盾的教义而深感困惑,并解释了他为了寻找真理,如何亲自动手制作鸟翼并尝试飞向天空。
Μένιππος τὴν μὲν γὰρ ἐναντιότητα τῶν λόγων ὁπόση ῥᾴδιον καταμαθεῖν. καὶ σκόπει πρὸς Διός, εἰ ἐν γειτόνων1 ἐστὶ τὰ δόγματα καὶ μὴ πάμπολυ διεστηκότα· πρῶτα μὲν γὰρ αὐτοῖς ἡ περὶ τοῦ κόσμου γνώμη διάφορος, εἴ γε τοῖς μὲν ἀγέννητός τε καὶ ἀνώλεθρος εἶναι δοκεῖ, οἱ δὲ καὶ τὸν δημιουργὸν αὐτοῦ καὶ τῆς κατασκευῆς τὸν τρόπον εἰπεῖν ἐτόλμησαν· οὓς καὶ μάλιστα ἐθαύμαζον2 θεὸν μέν τινα τεχνίτην τῶν ὅλων ἐφιστάντας, οὐ προστιθέντας δὲ οὔτε ὅθεν ἥκων οὔτε ὅπου ἑστὼς ἕκαστα ἐτεκταίνετο, καίτοι πρό γε τῆς τοῦ παντὸς γενέσεως ἀδύνατον καὶ χρόνον καὶ τόπον ἐπινοεῖν. Ἕταιρος μάλα τινάς, ὦ Μένιππε, τολμητὰς καὶ θαυματοποιοὺς ἄνδρας λέγεις. Μένιππος τί δʼ εἰ ἀκούσειας, ὦ θαυμάσιε, περί τε ἰδεῶν καὶ ἀσωμάτων ἃ διεξέρχονται ἢ τοὺς περὶ τοῦ πέρατός τε καὶ ἀπείρου λόγους; καὶ γὰρ αὖ καὶ αὕτη νεανικὴ αὐτοῖς ἡ μάχη, τοῖς μὲν τέλει τὸ πᾶν περιγράφουσι, τοῖς δὲ ἀτελὲς τοῦτο εἶναι ὑπολαμβάνουσιν· οὐ μὴν ἀλλὰ καὶ παμπόλλους τινὰς εἶναι τοὺς κόσμους ἀπεφαίνοντο καὶ τῶν ὡς περὶ ἑνὸς αὐτῶν διαλεγομένων κατεγίνωσκον. ἕτερος δέ τις οὐκ εἰρηνικὸς ἀνὴρ πόλεμον τῶν ὅλων πατέρα εἶναι ἐδόξαζε.
门尼普斯: 因为要了解他们的论点有多大矛盾是很容易的。凭宙斯起誓,你且看看他们的教义是互为邻里,还是相去甚远!首先,他们关于宇宙的看法截然不同:在一些人看来,宇宙是无生且不灭的,而另一些人甚至敢于说明其创造者及构建方式。我最惊叹的是后者,他们把某位神明确立为万物的工匠,却既没有说明他从何处而来,也没有说明他站在哪里建造各物,尽管在万物生成之前,连时间和空间都是无法想象的。 友人: 门尼普斯,你说的这些真是一帮胆大包天、装神弄鬼的人。 门尼普斯: 我奇妙的朋友,要是你听听他们阐述的理念和无体物,或者关于极限和无限的言论,你又会怎么想?因为他们在这方面的争斗也是非常激烈的,一些人认为万物有边界,另一些人则认为宇宙是无限的。不仅如此,他们还声称有无数个宇宙,并谴责那些把宇宙当作只有一个来讨论的人。还有另一个不爱好和平的人,认为战争是万物之父。
Μένιππος περὶ μὲν γὰρ τῶν θεῶν τί χρὴ καὶ λέγειν; ὅπου τοῖς μὲν ἀριθμός τις ὁ θεὸς ἦν, οἱ δὲ κατὰ χηνῶν καὶ κυνῶν καὶ πλατάνων ἐπώμνυντο. καὶ οἱ μὲν τοὺς ἄλλους ἅπαντας θεοὺς ἀπελάσαντες ἑνὶ μόνῳ τὴν τῶν ὅλων ἀρχὴν ἀπένεμον, ὥστε ἠρέμα καὶ ἄχθεσθαί με τοσαύτην ἀπορίαν θεῶν ἀκούοντα· οἱ δʼ ἔμπαλιν ἐπιδαψιλευόμενοι πολλούς τε αὐτοὺς ἀπέφαινον καὶ διελόμενοι τὸν μέν τινα πρῶτον θεὸν ἐπεκάλουν, τοῖς δὲ τὰ δεύτερα καὶ τρίτα ἔνεμον τῆς θειότητος· ἔτι δὲ οἱ μὲν ἀσώματόν τι καὶ ἄμορφον ἡγοῦντο εἶναι τὸ θεῖον, οἱ δὲ ὡς περὶ σώματος αὐτοῦ διενοοῦντο. εἶτα καὶ προνοεῖν τῶν καθʼ ἡμᾶς πραγμάτων οὐ πᾶσιν ἐδόκουν οἱ θεοί, ἀλλʼ ἦσάν τινες οἱ τῆς συμπάσης ἐπιμελείας αὐτοὺς ἀφιέντες, ὥσπερ ἡμεῖς εἰώθαμεν ἀπολύειν τῶν λειτουργιῶν τοὺς παρηβηκότας· οὐδὲν γὰρ ὅτι μὴ3 τοῖς κωμικοῖς δορυφορήμασιν ἐοικότας αὐτοὺς εἰσάγουσιν. ἔνιοι δὲ ταῦτα πάντα ὑπερβάντες οὐδὲ τὴν ἀρχὴν εἶναι θεούς τινας ἐπίστευον, ἀλλʼ ἀδέσποτον καὶ ἀνηγεμόνευτον φέρεσθαι τὸν κόσμον ἀπελίμπανον.
门尼普斯: 关于神明又有什么好说的呢?在一些人那里,神是某种数字;而另一些人则对着鹅、狗和悬铃木起誓。还有一些人排斥了所有其他神明,将万物的统治权独归于一位,以至于我听到神明如此匮乏时,心中不禁暗自不悦;而另一些人则相反,慷慨地展示了许多神,并分门别类,称某一位为第一神,而将神性的第二、第三等次分给其他神。此外,一些人认为神圣之物是无体无形的,另一些人则认为它是有形体的。再者,神明似乎也并非被所有人认为在关照我们的事务,而是有一些人免除了神明的一切照料,就像我们习惯于免除年迈者的公共服务一样。因为他们把神明抬出来,无非是像喜剧中不说话的侍从一样。而另一些人则超越了这一切,甚至根本不相信有神明存在,而是任由宇宙在无主无导的状态下漂流。
Μένιππος τοιγάρτοι ταῦτα ἀκούων ἀπιστεῖν μὲν οὐκ ἐτόλμων ὑψιβρεμέταις τε καὶ ἠϋγενείοις ἀνδράσιν· οὐ μὴν εἶχόν γε ὅπη τῶν λόγων τραπόμενος ἀνεπίληπτόν τι αὐτῶν εὕροιμι καὶ ὑπὸ θατέρου μηδαμῆ περιτρεπόμενον. ὥστε δὴ τὸ Ὁμηρικὸν ἐκεῖνο ἀτεχνῶς ἔπασχον· πολλάκις μὲν γὰρ ἂν ὥρμησα πιστεύειν τινὶ αὐτῶν, "ἕτερος δέ με θυμὸς ἔρυκεν." Ἐφʼ οἷς ἅπασιν ἀμηχανῶν ἐπὶ γῆς μὲν ἀκούσεσθαί τι περὶ τούτων ἀληθὲς ἀπεγίνωσκον, μίαν δὲ τῆς συμπάσης ἀπορίας ἀπαλλαγὴν ᾤμην ἔσεσθαι, εἰ αὐτὸς πτερωθείς πως ἀνέλθοιμι εἰς τὸν οὐρανόν. τούτου δέ μοι παρεῖχε τὴν ἐλπίδα μάλιστα μὲν ἡ ἐπιθυμία καὶ ὁ λογοποιὸς Αἴσωπος ἀετοῖς καὶ κανθάροις, ἐνίοτε καὶ καμήλοις βάσιμον ἀποφαίνων τὸν οὐρανόν. αὐτὸν μὲν οὖν πτεροφυῆσαί ποτε οὐδεμιᾷ μηχανῇ δυνατὸν εἶναί μοι κατεφαίνετο· εἰ δὲ γυπὸς ἢ ἀετοῦ περιθείμην πτερά—ταῦτα γὰρ μόνα ἂν διαρκέσαι πρὸς μέγεθος ἀνθρωπίνου σώματος — τάχα ἄν μοι τὴν πεῖραν προχωρῆσαι.4 καὶ δὴ συλλαβὼν τὰ ὄρνεα θατέρου μὲν τὴν δεξιὰν πτέρυγα, τοῦ γυπὸς δὲ τὴν ἑτέραν ἀπέτεμον εὖ μάλα· εἶτα διαδήσας καὶ κατὰ τοὺς ὤμους τελαμῶσι καρτεροῖς ἁρμοσάμενος καὶ πρὸς ἄκροις τοῖς ὠκυπτέροις λαβάς τινας ταῖς χερσὶ παρασκευάσας ἐπειρώμην ἐμαυτοῦ τὸ πρῶτον ἀναπηδῶν καὶ ταῖς χερσὶν ὑπηρετῶν καὶ ὥσπερ οἱ χῆνες ἔτι χαμαιπετῶς ἐπαιρόμενος καὶ ἀκροβατῶν ἅμα μετὰ τῆς πτήσεως· ἐπεὶ δὲ ὑπήκουέ μοι τὸ χρῆμα, τολμηρότερον ἤδη τῆς πείρας ἡπτόμην, καὶ ἀνελθὼν ἐπὶ τὴν ἀκρόπολιν ἀφῆκα ἐμαυτὸν κατὰ τοῦ κρημνοῦ φέρων ἐς αὐτὸ τὸ θέατρον.
门尼普斯: 因此,听到这些,我虽不敢不相信那些声音如雷、胡须茂密的学者,但我实在不知道该转向他们论点的哪一方面,才能找到一处无懈可击、绝不被另一方推翻的主张。结果,我简直体验到了荷马的那句诗:因为我常常冲动地想要相信他们中的某一个,“但另一个心意却拉住了我。” 在这一切面前无计可施,我放弃了在地上听到关于这些事情的真理的希望,我认为要摆脱这所有的困惑,唯一的办法就是我自己想办法长出翅膀,飞上天空。对此,最能给我带来希望的是我的渴望,以及寓言作家伊索,他指出天对于鹰、金龟子、甚至有时对于骆驼也是可以通行的。要让我自己长出羽翼,这在任何方法下看来都是不可能的。但如果我戴上秃鹰或鹰的翅膀——因为只有这些翅膀才够大,能承受人类身体的重量——也许我的尝试会成功。于是,我捕获了这些鸟,把其中一只的右翼和秃鹰的另一只翼非常利落地剪了下来。然后,我用结实的带子将它们绑在肩膀上固定好,并在飞羽末端为双手准备了握把,开始尝试。起初我只是向上跳跃,用手作辅助,像鹅一样在地上低飞,在飞行的同时用脚尖点地。当这套装备听从我使唤后,我便开始进行更大胆的尝试:我登上卫城,从峭壁上飞身跃下,直接向着剧场降落。
- 8ἐν γειτόνων
前置词 ἐν 置于属格复数 γειτόνων(邻居)之前的这一表达,是省略了如 οἴκοις(住所)等名词的惯用句式,意为“紧邻、极近”。
- 8οὓς καὶ μάλιστα ἐθαύμαζον
关系代词 οὓς 的先行词是前句的 οἱ δέ(主张有创造者的人)。随后的宾格分词 ἐφιστάντας 和 οὐ προστιθέντας 作为描述性分词,用以说明让他们成为惊叹对象的原因和状态。
- 9οὐδὲν γὰρ ὅτι μή
这是 οὐδὲν ἄλλο ὅτι μή(除……之外没有别的东西)的缩略惯用表达,意为“无非是”、“仅仅是”。
- 10τάχα ἄν μοι τὴν πεῖραν προχωρῆσαι
语气词 ἄν 与不定式 προχωρῆσαι 结合,表示在依附于默示的思考动词的间接引语中的某种潜在可能性(相当于 ἂν προχωρήσειε,“可能会成功”)。
