- 底本
- Lucian, Vol. 2. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1915.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg021.humanitext-grc2:30-34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-27
宙斯在众神大会上强烈谴责虚伪的哲学家和不敬神的伊壁鸠鲁派,并发誓在明年春天消灭他们。同时,他下令剥夺门尼普斯的双翼并将他遣送回地面,门尼普斯平安返回后向朋友讲述完了这段天界经历。
Μένιππος τοιοῦτοι δὲ ὄντες ἀνθρώπων μὲν ἁπάντων καταφρονοῦσι, περὶ θεῶν δὲ ἀλλόκοτα διεξέρχονται· καὶ συνάγοντες εὐεξαπάτητα μειράκια τήν τε πολυθρύλητον ἀρετὴν τραγῳδοῦσι καὶ τὰς τῶν λόγων ἀπορίας ἐκδιδάσκουσι, καὶ πρὸς μὲν τοὺς μαθητὰς καρτερίαν ἀεὶ καὶ σωφροσύνην καὶ τὸ αὐταρκὲς ἐπαινοῦσι καὶ πλούτου καὶ ἡδονῆς καταπτύουσι, μόνοι δὲ καὶ καθʼ ἑαυτοὺς γενόμενοι τί ἂν λέγοι τις1 ὅσα μὲν ἐσθίουσιν, ὅσα δὲ ἀφροδισιάζουσιν, ὅπως δὲ περιλείχουσι τῶν ὀβολῶν τὸν ῥύπον; τὸ δὲ πάντων δεινότατον, ὅτι μηδὲν αὐτοὶ μήτε κοινὸν μήτε ἴδιον ἐπιτελοῦντες, ἀλλʼ ἀχρεῖοι καὶ περιττοὶ καθεστῶτες "οὔτε ποτʼ ἐν πολέμῳ ἐναρίθμιοι οὔτʼ ἐνὶ βουλῇ," ὅμως τῶν ἄλλων κατηγοροῦσι καὶ λόγους τινὰς πικροὺς συμφορήσαντες καὶ λοιδορίας καινὰς ἐκμεμελετηκότες ἐπιτιμῶσι καὶ ὀνειδίζουσι τοῖς πλησίον, καὶ οὗτος αὐτῶν τὰ πρῶτα φέρεσθαι δοκεῖ ὃς ἂν μεγαλοφωνότατός τε ᾖ καὶ ἰταμώτατος καὶ πρὸς τὰς βλασφημίας θρασύτατος.
门尼普斯 他们正是这样的人,却瞧不起所有的人,对神明高谈阔论着各种荒诞不经的学说。他们聚集起那些容易上当受骗的年轻人,把那名声在外的“美德”大肆吹嘘,传授那些逻辑上的难题;他们虽然在弟子面前总是赞美坚忍、节制和自给自足,对财富和享乐唾弃不已,但当他们独处时,谁能说得清他们吃得有多么多,纵欲有多么深,又是如何舐食着微薄钱财上的污垢呢? 而最可怕的是,他们自己无论在公事还是私事上都毫无建树,成了无用且多余的累赘,“无论在战场上,还是在议事会中,都未曾算作一员,”却依然指责他人,拼凑一些刻薄的话语,精心演练新奇的谩骂,去责备和羞辱邻人。在他们之中,似乎谁的声音最大、最不要脸、诽谤起来最胆大妄为,谁就被认为是最优秀的。
Μένιππος καίτοι τὸν διατεινόμενον αὐτὸν καὶ βοῶντα καὶ κατηγοροῦντα τῶν ἄλλων ἢν ἔρῃ, σὺ δὲ δὴ τί πράττων τυγχάνεις2 ἢ τί φῶμεν πρὸς θεῶν σε πρὸς τὸν βίον συντελεῖν; φαίη ἄν, εἰ τὰ δίκαια καὶ ἀληθῆ θέλοι λέγειν, ὅτι πλεῖν μὲν ἢ γεωργεῖν ἢ στρατεύεσθαι ἤ τινα τέχνην μετιέναι περιττὸν εἶναί μοι δοκεῖ, κέκραγα δὲ καὶ αὐχμῶ καὶ ψυχρολουτῶ καὶ ἀνυπόδητος τοῦ χειμῶνος περιέρχομαι καὶ τρίβωνα ῥυπαρὸν περιβέβλημαι καὶ ὥσπερ ὁ Μῶμος τὰ ὑπὸ τῶν ἄλλων γιγνόμενα συκοφαντῶ, καὶ εἰ μέν τις ὠψώνηκε τῶν πλουσίων πολυτελῶς ἢ ἑταίραν ἔχει, τοῦτο πολυπραγμονῶ καὶ ἀγανακτῶ, εἰ δὲ τῶν φίλων τις ἢ ἑταίρων κατάκειται νοσῶν ἐπικουρίας τε καὶ θεραπείας δεόμενος, ἀγνοῶ. Τοιαῦτα μέν ἐστιν ὑμῖν, ὦ θεοί, ταῦτα τὰ θρέμματα.
门尼普斯 然而,如果有人去问那极力争辩、大喊大叫并指责他人的人: “那么,你到底在做些什么?或者,看在神明的份上,我们该说你为生活贡献了什么?” 如果他愿意说出公正和真实的话,他会回答说: “航海、耕作、服兵役或从事某种手艺,在我看来都是多余的;而我只是大喊大叫、不修边幅、洗冷水澡、冬天赤脚走动、披着一件肮脏的粗斗篷,并且像莫摩斯一样,对他人所做的事百般挑剔。如果哪个富人买办了昂贵的食品或者养了情妇,我就管起闲事并愤愤不平;但如果我的朋友或同伴中有人卧病在床,需要帮助和照料,我却不闻不问。” 众神啊,你们豢养的这些畜生就是这副德行。
Μένιππος οἱ δὲ δὴ Ἐπικούρειοι αὐτῶν λεγόμενοι μάλα δὴ καὶ ὑβρισταί εἰσι καὶ οὐ μετρίως ἡμῶν καθάπτονται μήτε ἐπιμελεῖσθαι τῶν ἀνθρωπίνων λέγοντες τοὺς θεοὺς μήτε ὅλως τὰ γιγνόμενα ἐπισκοπεῖν· ὥστε ὥρα ὑμῖν λογίζεσθαι διότι ἢν ἅπαξ οὗτοι πεῖσαι τὸν βίον δυνηθῶσιν, οὐ μετρίως πεινήσετε. τίς γὰρ ἂν ἔτι θύσειεν ὑμῖν πλέον οὐδὲν ἕξειν προσδοκῶν; ἃ μὲν γὰρ ἡ Σελήνη αἰτιᾶται, πάντες ἠκούσατε τοῦ ξένου χθὲς διηγουμένου. πρὸς ταῦτα βουλεύεσθε ἃ καὶ τοῖς ἀνθρώποις γένοιτʼ ἂν ὠφελιμώτατα καὶ ἡμῖν ἀσφαλέστατα.
门尼普斯 而他们之中所谓的伊壁鸠鲁派,更是极其傲慢,对我们的攻击毫不留情,声称神明既不关心人类的事务,也根本不监督世间发生的事。因此,你们现在该盘算盘算了:一旦他们说服了世人,你们就会挨大饿。因为如果人们指望得不到任何好处,谁还会再向你们献祭呢? 至于月亮女神所指责的事情,你们昨天都听到了这位异乡人的陈述。对此,请商量出既对人类最为有益、又对我们最为安全的对策吧。
Μένιππος εἰπόντος ταῦτα τοῦ Διὸς ἡ ἐκκλησία διετεθορύβητο, καὶ εὐθὺς ἐβόων ἅπαντες, κεραύνωσον, κατάφλεξον ἐπίτριψον, ἐς τὸ βάραθρον, ἐς τὸν Τάρταρον, ὡς τοὺς Γίγαντας. ἡσυχίαν δὲ ὁ Ζεὺς αὖθις παραγγείλας, ἔσται ταῦτα ὡς βούλεσθε, ἔφη, καὶ πάντες ἐπιτρίψονται αὐτῇ διαλεκτικῇ, πλὴν τό γε νῦν εἶναι3 οὐ θέμις κολασθῆναί τινα· ἱερομηνία γάρ ἐστιν, ὡς ἴστε, μηνῶν τούτων τεττάρων, καὶ ἤδη τὴν ἐκεχειρίαν περιηγγειλάμην. ἐς νέωτα οὖν ἀρχομένου ἦρος κακοὶ κακῶς ἀπολοῦνται τῷ σμερδαλέῳ κεραυνῷ. "ἦ καὶ κυανέῃσιν ἐπʼ ὀφρύσι νεῦσε Κρονίων."
门尼普斯 宙斯话音刚落,大会便一片喧哗,大家随即一齐喊道: “用雷劈他们!” “烧死他们!” “消灭他们!” “打入深渊!” “打入塔尔塔罗斯!” “像对待巨人族那样!” 宙斯再次示意安静,说道: “这一切将如你们所愿,他们和他们的辩证法将被一并消灭。然而,目前还不允许惩罚任何人,因为你们知道,这四个月是神圣之月,我已经宣告了休战。因此,到了明年开春,这些恶徒必将在可怕的雷霆下悲惨地覆灭。” “克洛诺斯之子说着,低垂下深青色的双眉,点头示意。”
Μένιππος περὶ δὲ τουτουὶ Μενίππου ταῦτα, ἔφη, μοι δοκεῖ· περιαιρεθέντα αὐτὸν4 τὰ πτερά, ἵνα μὴ καὶ αὖθις ἔλθῃ ποτέ, ὑπὸ τοῦ Ἑρμοῦ ἐς τὴν γῆν κατενεχθῆναι τήμερον καὶ ὁ μὲν ταῦτα εἰπὼν διέλυσε τὸν σύλλογον, ἐμὲ δὲ ὁ Κυλλήνιος τοῦ δεξιοῦ ὠτὸς ἀποκρεμάσας περὶ ἑσπέραν χθὲς κατέθηκε φέρων ἐς τὸν Κεραμεικόν. Ἅπαντα ἀκήκοας, ἅπαντα, ὦ ἑταῖρε, τἀξ οὐρανοῦ· ἄπειμι τοίνυν καὶ τοῖς ἐν τῇ Ποικίλῃ περιπατοῦσι τῶν φιλοσόφων αὐτὰ ταῦτα εὐαγγελιούμενος.
门尼普斯 “至于眼前的这个门尼普斯,”他说道: “在我看来应该这样:剥夺他的双翼,免得他日后再次前来,今天就由赫尔墨斯将他送回大地。” 他一说完这些话,便宣布解散会议。而库勒涅之神揪住我的右耳,提着我,在昨天傍晚时分把我放在了凯拉米科斯。 我的朋友,关于天上的事情,你已经听到了全部,全部。那么,我现在要去向那些在画廊里散步的哲学家们,把这同一条消息作为好消息宣告给他们。
- 30τί ἂν λέγοι τις
使用潜在祈愿语气(ἄν + 祈愿式)的修辞疑问句。用于表达强烈的否定或不可能:“谁能说得尽呢?(即没人能说得尽)”。
- 31τί πράττων τυγχάνεις
动词 τυγχάνω 伴随补充性分词 πράττων,用以强调主体的实际当前状态。与疑问代词 τί 结合,意为“你实际上正在做什么”。
- 33τό γε νῦν εἶναι
由限制性不定式 εἶναι 结合语气词 γε 构成的绝对不定式习惯用语,表示限制范围,意为“目前”、“暂时”。
- 34περιαιρεθέντα αὐτὸν
宾格分词 περιαιρεθέντα(περιαιρέω 的无定过去被动分词)与宾格的 αὐτόν 一致,后者是不定式 block(κατενεχθῆναι)的逻辑主语,意为“(他自己)在被剥夺双翼之后”。
