- 底本
- Lucian, Vol. 2. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1915.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg019.humanitext-grc2:11-12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-27
米库洛斯代替尤克拉特斯的儿子出席了晚宴,但被迫坐在哲学家戴斯摩波利斯身旁听他唠叨诡辩,感到十分厌烦。接着,他叙述了自己梦见继承尤克拉特斯全部财产而成为大富豪,并对公鸡因啼叫打碎他的美梦表示愤怒。
Μίκυλλος ἐγὼ μὲν οὖν ἀπιέναι παρεσκευαζόμην, ὁ δὲ ἐπιστραφεὶς καὶ ἐπὶ πολὺ ἐνδοιάσας, ἐπεί με πάνυ σκυθρωπὸν εἶδε, πάριθι, ἔφη, καὶ σύ, ὦ Μίκυλλε, καὶ συνδείπνει μεθʼ ἡμῶν· τὸν υἱὸν γὰρ ἐγὼ κελεύσω ἐν τῇ γυναικωνίτιδι μετὰ τῆς μητρὸς ἑστιᾶσθαι, ὡς σὺ χώραν ἔχῃς. εἰσῄειν οὖν μάτην λύκος χανὼν1 παρὰ μικρόν, αἰσχυνόμενος ὅτι ἐδόκουν ἐξεληλακέναι τοῦ συμποσίου τὸ παιδίον τοῦ Εὐκράτους. κἀπειδὴ κατακλίνεσθαι καιρὸς ἦν, πρῶτον μὲν ἀράμενοι ἀνέθεσαν τὸν Θεσμόπολιν οὐκ ἀπραγμόνως μὰ Δία πέντε οἶμαι νεανίσκοι εὐμεγέθεις, ὑπαυχένια περιβύσαντες αὐτῷ πάντοθεν, ὡς διαμένοι ἐν τῷ σχήματι καὶ ἐπὶ πολὺ καρτερεῖν δύναιτο. εἶτα μηδενὸς ἀνεχομένου πλησίον κατακεῖσθαι αὐτοῦ ἐμὲ ὑποκατακλίνουσι φέροντες, ὡς ὁμοτράπεζοι εἴημεν. τοὐντεῦθεν ἐδειπνοῦμεν, ὦ Πυθαγόρα, πολύοψόν τι καὶ ποικίλον δεῖπνον ἐπὶ χρυσοῦ πολλοῦ καὶ ἀργύρου· καὶ ἐκπώματα ἦν χρυσᾶ καὶ διάκονοι ὡραῖοι καὶ μουσουργοὶ καὶ γελωτοποιοὶ μεταξύ, καὶ ὅλως ἡδίστη τις ἦν ἡ διατριβή, πλὴν ἀλλʼ ἕν με ἐλύπει οὐ μετρίως, ὁ Θεσμόπολις ἐνοχλῶν καὶ ἀρετήν τινα πρός με διεξιὼν καὶ διδάσκων ὡς αἱ δύο ἀποφάσεις μίαν κατάφασιν ἀποτελοῦσι καὶ ὡς εἰ ἡμέρα ἐστί, νὺξ οὐκ ἔστιν, ἐνίοτε δὲ καὶ κέρατα ἔφασκεν εἶναί μοι· καὶ τοιαῦτα πολλὰ οὐδὲν δεομένῳ προσφιλοσοφῶν συνῄρει καὶ ὑπετέμνετο τὴν εὐφροσύνην, οὐκ ἐῶν ἀκούειν τῶν κιθαριζόντων ἢ ᾀδόντων. τοῦτο μέν σοι, ὦ ἀλεκτρυών, τὸ δεῖπνον. Ἀλεκτρυών οὐχ ἥδιστον, ὦ Μίκυλλε, καὶ μάλιστα ἐπεὶ συνεκληρώθης τῷ λήρῳ ἐκείνῳ γέροντι.
米库洛斯 于是我准备离开,但他转过身,犹豫了许久,看到我十分沮丧,便说:“进来吧,你也来,米库洛斯,和我们一起进餐。我会让儿子和母亲一起在内室用餐,这样你就有位子了。”于是我进去了,差一点成了白白张嘴的狼(徒劳无功),心里感到很惭愧,因为我似乎把尤克拉特斯的孩子从宴席上赶了出去。到了入席的时候,首先,因宙斯之名,并非毫无困难,我想是五个高大的年轻小伙子,把戴斯摩波利斯抬起来放好,在四周塞满软垫,好让他能保持那个姿势并能支撑很久。然后,因为没有人忍受坐在他旁边,他们把我带过去安插在他的下方,让我们成了同席。此后,毕达哥拉斯啊,我们开始用餐,在许多金银器皿上享用着极其丰盛且多样的晚餐。这里有金杯、俊美的侍从、乐师,中间还有小丑,整个过程极其愉快,但有一件事让我非常苦恼:戴斯摩波利斯不断打扰我,向我宣讲什么美德,教导说双重否定等于一个肯定,如果现在是白天,那就不是黑夜,有时甚至还说我长了角。他对毫无需要的我大谈这些哲学,败坏了我的兴致,让我无法倾听琴手或歌手的演奏。公鸡啊,这就是你的晚宴。 公鸡 并不怎么愉快,米库洛斯,尤其是你被分派到了那个唠叨的老头身边。
Μίκυλλος ἄκουε δὲ ἤδη καὶ τὸ ἐνύπνιον· ᾤμην2 γὰρ τὸν Εὐκράτην αὐτὸν ἄπαιδα ὄντα οὐκ οἶδʼ ὅπως ἀποθνήσκειν, εἶτα προσκαλέσαντά με καὶ διαθήκας θέμενον ἐν αἷς ὁ κληρονόμος ἦν ἁπάντων ἐγώ, μικρὸν ἐπισχόντα ἀποθανεῖν· ἐμαυτὸν δὲ παρελθόντα ἐς τὴν οὐσίαν τὸ μὲν χρυσίον καὶ τὸ ἀργύριον ἐξαντλεῖν σκάφαις τισὶ μεγάλαις ἀέναόν τε καὶ πολὺ ἐπιρρέον, τὰ δʼ ἄλλα, τὴν ἐσθῆτα καὶ τραπέζας καὶ ἐκπώματα καὶ διακόνους, πάντα ἐμὰ ὡς τὸ εἰκὸς εἶναι. εἶτα ἐξήλαυνον ἐπὶ λευκοῦ ζεύγους, ἐξυπτιάζων, περίβλεπτος ἅπασι τοῖς ὁρῶσι καὶ ἐπίφθονος. καὶ προέθεον πολλοὶ καὶ παρίππευον καὶ εἵποντο πλείους. ἐγὼ δὲ τὴν ἐσθῆτα τὴν ἐκείνου ἔχων καὶ δακτυλίους βαρεῖς ὅσον ἑκκαίδεκα ἐξημμένος τῶν δακτύλων3 ἐκέλευον ἑστίασίν τινα λαμπρὰν εὐτρεπισθῆναι ἐς ὑποδοχὴν τῶν φίλων· οἱ δέ, ὡς ἐν ὀνείρῳ εἰκός, ἤδη παρῆσαν καὶ τὸ δεῖπνον εἰσεκομίζετο καὶ ὁ πότος συνεκροτεῖτο. ἐν τούτῳ ὄντα με καὶ φιλοτησίας προπίνοντα ἐν χρυσαῖς φιάλαις ἑκάστῳ τῶν παρόντων, ἤδη τοῦ πλακοῦντος ἐσκομιζομένου ἀναβοήσας ἀκαίρως συνετάραξας μὲν ἡμῖν τὸ συμπόσιον, ἀνέτρεψας δὲ τὰς τραπέζας, τὸν δὲ πλοῦτον ἐκεῖνον ὑπηνέμιον φέρεσθαι παρεσκεύασας. ἆρά σοι ἀλόγως ἀγανακτῆσαι κατὰ σοῦ δοκῶ; ὡς τριέσπερον ἂν ἡδέως ἐπεῖδον4 τὸν ὄνειρόν μοι γενόμενον.
米库洛斯 那么现在也听听我的梦吧。我梦见没有孩子的尤克拉特斯自己不知怎么地死去了。他把我召去,立下遗嘱,让我继承一切,不久他就断气了。我自己继承了财产,用几个大桶把源源不断涌入的黄金和白银舀出来,而其他东西,包括衣服、桌子、酒杯和仆人,自然都成了我的。然后我乘着一辆由两匹白马牵引的车,靠着椅背,被所有看见我的人瞩目和嫉妒。许多人在前面奔跑,在旁边骑马伴随,更多的人在后面跟随。我穿着他的衣服,指头上戴着大约十六个沉甸甸的戒指,吩咐准备一场丰盛的宴会来招待朋友们。他们正如梦中常见的那样,已经到了,晚餐被送了进来,酒宴气氛热烈。正当我处于这种状态,用金杯向在座的每一个人敬酒时,蛋糕刚一送进来,你那不合时宜的一叫,打乱了我们的宴会,掀翻了桌子,让那些财富随风飘散。你觉得我生你的气是不讲道理吗?我真愿意高高兴兴地看着我那个梦持续上三个夜晚!
- 11λύκος χανών
希腊语中的俗语,意为“张大嘴(而丢失猎物)的狼”。指眼前的猎物逃走后目瞪口呆的样子,或徒劳无功。在此处与副词短语 παρὰ μικρόν 连用,表示“差一点像狼一样白白张嘴徒劳无功(但最终被允许入席)”。
- 12ᾤμην
此动词意为“我梦见(以为)”,支配其后接的一系列不定式(ἀποθνήσκειν、ἀποθανεῖν、ἐξαντλεῖν 和 εἶναι)。而在主句进入 ἐξήλαυνον 之后的句中,句式从间接引语转为了直接的叙述(直陈式未完成过去时),以生动地描绘梦境中的情景。
- 12ἐξημμένος τῶν δακτύλων
ἐξάπτω(系上、挂下)的中动相完成分词 ἐξημμένος 与表示身体部位的属格 τῶν δακτύλων 相结合。字面意思是“从手指上挂着(指环)”,但中动相具有反身含义,表示“在自己的手指上戴着(指环)”的状态。
- 12τριέσπερον ἂν ἡδέως ἐπεῖδον
由小词 ἄν 与直陈式过去时(ἐπεῖδον)构成的虚拟语气主句(与过去事实相反)。τριέσπερος(持续三夜的)源自宙斯为了与阿尔克墨涅交合而将黑夜延长至三倍的希腊神话。在此处表达强烈的渴望:“我真愿意高高兴兴地看着我那个梦(像赫拉克勒斯诞生之夜那样)持续上三个夜晚!”
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(5 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 注 1 处
- 2026-11-15 AI校阅 — 译文 3 处
- 2026-09-21 AI校阅 — 译文 1 处
