← 琉善

悲剧演员宙斯

§45-48

提摩克勒斯以雷鸣与航海论证摄理与达米斯的反驳

提摩克勒斯企图用雷鸣以及航海的比喻来证明神明的存在和宇宙的摄理,但达米斯通过引用克里特岛关于宙斯之墓的传说以及现实航海中的种种不合理现象(如不公待遇和恶人得势)予以反驳,否定了神明对宇宙的统治。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§45

Τιμοκλῆς οὐδὲ βροντῶντος ἄρα τοῦ Διὸς ἀκούεις, ὦ θεομάχε Δᾶμι; Δάμις καὶ πῶς οὐ μέλλω βροντῆς ἀκούειν, ὦ Τιμόκλεις; εἰ δʼ ὁ Ζεὺς ὁ βροντῶν ἐστι, σὺ ἄμεινον ἂν εἰδείης ἐκεῖθέν ποθεν παρὰ τῶν θεῶν ἀφιγμένος· ἐπεὶ οἵ γε ἐκ Κρήτης ἥκοντες ἄλλα ἡμῖν διηγοῦνται, τάφον τινὰ κεῖθι δείκνυσθαι καὶ στήλην ἐφεστάναι δηλοῦσαν ὡς οὐκέτι βροντήσειεν ἂν1 ὁ Ζεὺς πάλαι τεθνεώς. Μῶμος τοῦτʼ ἐγὼ πρὸ πολλοῦ ἠπιστάμην ἐροῦντα2 τὸν ἄνθρωπον. τί δʼ οὖν, ὦ Ζεῦ, ὠχρίακας ἡμῖν καὶ συγκροτεῖς τοὺς ὀδόντας ὑπὸ τοῦ τρόμου; θαρρεῖν χρὴ καὶ τῶν τοιούτων ἀνθρωπίσκων καταφρονεῖν. Ζεύς τί λέγεις, ὦ Μῶμε; καταφρονεῖν; οὐχ ὁρᾷς ὅσοι ἀκούουσι καὶ ὡς συμπεπεισμένοι εἰσὶν ἤδη καθʼ ἡμῶν καὶ ἀπάγει αὐτοὺς ἀναδησάμενος τῶν ὤτων ὁ Δᾶμις; Μῶμος ἀλλὰ σύ, ὦ Ζεῦ, ὁπόταν θελήσῃς, σειρὴν χρυσείην καθεὶς ἅπαντας αὐτοὺς "αὐτῇ κεν γαίῃ ἐρύσαις αὐτῇ τε θαλάσσῃ."

提摩克勒斯 神明之敌达米斯啊,难道连宙斯在打雷你都听不见吗? 达米斯 提摩克勒斯,我怎么会听不见雷声呢?但如果打雷的是宙斯,你既然是从神明那边的某个地方来的,自然比我更清楚;因为那些从克里特来的人告诉我们的却是另一回事,说那里展示着一座坟墓,上面立着一根石碑,表明宙斯早已死去,再也不会打雷了。 莫摩斯 我早就知道这人会这么说。但是,宙斯啊,你为什么在我们面前脸色发白,因恐惧而牙齿打颤呢?你应该鼓起勇气,蔑视这样的小人。 宙斯 你说什么,莫摩斯?蔑视?你难道没看见有多少人在听,他们已经被说服来反对我们,而达米斯正揪着他们的耳朵把他们带走吗? 莫摩斯 但你啊,宙斯,只要你想,就可以放下金链,将他们所有人“连同大地和大海一起拉上来”。

§46

Τιμοκλῆς εἰπέ μοι, ὦ κατάρατε, πέπλευκας ἤδη ποτέ; Δάμις καὶ πολλάκις, ὦ Τιμόκλεις. Τιμοκλῆς οὔκουν ἔφερε μὲν ὑμᾶς τότε ἢ ἄνεμος ἐμπίπτων τῇ ὀθόνῃ καὶ ἐμπιπλὰς τὰ ἀκάτια ἢ οἱ ἐρέττοντες, ἐκυβέρνα δὲ εἷς τις ἐφεστὼς καὶ ἔσωζε τὴν ναῦν; Δάμις καὶ μάλα. Τιμοκλῆς εἶτα ἡ ναῦς μὲν οὐκ ἂν ἔπλει μὴ κυβερνωμένη, τὸ δὲ ὅλον τοῦτο ἀκυβέρνητον οἴει καὶ ἀνηγεμόνευτον φέρεσθαι; Ζεύς εὖ γε, συνετῶς ὁ Τιμοκλῆς ταῦτα καὶ ἰσχυρῷ τῷ παραδείγματι.

提摩克勒斯 告诉我,你这个该诅咒的人,你以前航海过吗? 达米斯 而且很多次,提摩克勒斯。 提摩克勒斯 那么当时,难道不是迎风吹向船帆并使小船前行的风,或者桨手们载着你们,而有一个立在舵旁的人在驾驶并拯救这艘船吗? 达米斯 确实如此。 提摩克勒斯 那么,既然船在没有人驾驶时就无法航行,你难道认为这整个宇宙是在无人驾驶、无人引导的情况下运行的吗? 宙斯 说得好,提摩克勒斯说得非常聪明,而且用了一个非常有力的例子。

§47

Δάμις ἀλλʼ, ὦ θεοφιλέστατε Τιμόκλεις, τὸν μὲν κυβερνήτην ἐκεῖνον εἶδες ἂν3 ἀεὶ τὰ συμφέροντα ἐπινοοῦντα καὶ πρὸ τοῦ καιροῦ παρασκευαζόμενον καὶ προστάττοντα τοῖς ναύταις, ἀλυσιτελὲς δὲ οὐδὲ ἄλογον οὐδέν τι εἶχεν ἡ ναῦς ὃ μὴ χρήσιμον πάντως καὶ ἀναγκαῖον ἦν πρὸς τὴν ναυτιλίαν αὐτοῖς· ὁ δὲ σὸς οὗτος κυβερνήτης, ὃν τῇ μεγάλῃ ταύτῃ νηῒ ἐφεστάναι ἀξιοῖς, καὶ οἱ συνναῦται αὐτοῦ οὐδὲν εὐλόγως οὐδὲ κατὰ τὴν ἀξίαν διατάττουσιν, ἀλλʼ ὁ μὲν πρότονος, εἰ τύχοι, ἐς τὴν πρύμναν ἀποτέταται, οἱ πόδες δʼ ἐς τὴν πρῷραν ἀμφότεροι· καὶ χρυσαῖ μὲν αἱ ἄγκυραι ἐνίοτε, ὁ χηνίσκος δὲ μολυβδοῦς, καὶ τὰ μὲν ὕφαλα κατάγραφα, τὰ δὲ ἔξαλα τῆς νεὼς ἄμορφα.

达米斯 但是,最受神明喜爱的提摩克勒斯啊,你本能看到那位舵手总是考虑着有利的事情,在时机到来之前做好准备并命令船员,而船上没有任何无益或不合理、不完全有用且为航行所必需的东西。但你这位你认为掌管着这艘大船的舵手,以及他的同伴们,却没有按照任何合理或符合价值的方式来安排事情,反而前支索(如果碰巧的话)被拉到了船尾,而两个帆脚索都拉到了船头;锚有时是金制的,而船尾的鹅头装饰却是铅制的,水下部分涂满了彩绘,而水上部分却丑陋不堪。

§48

Δάμις καὶ αὐτῶν δὲ τῶν ναυτῶν ἴδοις ἂν τὸν μὲν ἀργὸν καὶ ἄτεχνον καὶ ἄτολμον πρὸς τὰ ἔργα διμοιρίτην ἢ τριμοιρίτην, τὸν δὲ κατακολυμβῆσαί τε ἄοκνον καὶ ἐπὶ τὴν κεραίαν ἀναπηδῆσαι ῥᾴδιον καὶ εἰδότα τῶν χρησίμων ἕκαστα μόνον, τοῦτον ἀντλεῖν προστεταγμένον· τὰ δὲ αὐτὰ καὶ ἐν τοῖς ἐπιβάταις, μαστιγίαν μέν τινα ἐν προεδρίᾳ παρὰ τὸν κυβερνήτην καθήμενον καὶ θεραπευόμενον, καὶ ἄλλον κίναιδον ἢ πατραλοίαν ἢ ἱερόσυλον ὑπερτιμώμενον καὶ τὰ ἄκρα τῆς νεὼς κατειληφότα, χαρίεντας δὲ πολλοὺς ἐν μυχῷ τοῦ σκάφους στενοχωρουμένους καὶ ὑπὸ τῶν πρὸς ἀλήθειαν χειρόνων πατουμένους· ἐννόησον γοῦν ὅπως μὲν Σωκράτης καὶ Ἀριστείδης ἔπλευσαν καὶ Φωκίων, οὐδὲ τὰ ἄλφιτα διαρκῆ ἔχοντες οὐδὲ ἀποτεῖναι τοὺς πόδας δυνάμενοι ἐπὶ γυμνῶν τῶν σανίδων παρὰ τὸν ἄντλον, ἐν ὅσοις δὲ ἀγαθοῖς Καλλίας καὶ Μειδίας καὶ Σαρδανάπαλλος, ὑπερτρυφῶντες καὶ τῶν ὑφʼ αὑτοῖς καταπτύοντες.

达米斯 而在船员自己当中,你可能会看到那个懒惰、无技艺且在工作中胆怯的人拿着双份或三份的报酬,而那个不畏潜水、能轻松跳上帆桁、且懂得每一样有用之事的船员,却被命令只去抽舱底积水。在乘客中也是如此:某个该挨鞭子的奴才坐在舵手旁的贵宾席上备受尊奉,另一个男色受害者、或弑父者、或劫掠神殿者深受尊崇,占据着船的最高处,而许多高尚的人却被挤在舱底深处,被那些真正卑劣的人践踏。试想一下,苏格拉底、阿里斯泰德和福基翁是如何航行的,他们甚至连充足的大麦粉都没有,也无法在舱底积水旁的裸露木板上伸展双腿,而卡利亚斯、梅迪亚斯和萨尔达那帕拉却生活在何等丰裕之中,极度奢侈,并鄙视他们之下的人。

语法注3 条
  1. 45βροντήσειεν ἂν

    由引导名词从句的连词 ὡς 引入的带 ἂν 的不定过去时希求语气。虽然它处于间接引语的语境中,但此处应理解为直接引语中的潜在希求语气(“宙斯将不再打雷”)在转述中被原封不动地保留了下来。

  2. 45ἐροῦντα

    作为表示确信与知识的动词 ἠπιστάμην 的宾语补足语(对格分词)。它起到了间接引语的作用,表示对未来事实的预知:“(我早就知道)那人会说(这些)”。

  3. 47εἶδες ἂν

    直说过去时 εἶδες 伴随语气助词 ἂν,表示过去相反事实的假设(“如果当时你在场,你本能看到”)或过去的习惯性动作(“你常常会看到”)。达米斯以此描绘现实中称职的舵手形象,从而与神明对宇宙的无序统治形成鲜明对比。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(2 处,最近 2026-11-15)
  • 2026-11-15 AI校阅 — 译文 2 处
urn:cts:greekLit:tlg0062.tlg018.humanitext-grc2:45-48