← 琉善

悲剧演员宙斯

§14-16

宙斯的演说与关于雅典哲学家论辩的报告

宙斯在众神面前演讲感到紧张,在赫尔墨斯的建议下借用了德摩斯梯尼的演说词。宙斯开始讲述他昨天在雅典散步时,偶遇哲学家们就神明是否存在展开激烈辩论的经历。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14

Ἑρμῆς εὖ γε, ἀφωνότεροι γεγένηνταί σοι τῶν σοφιστῶν. ὥστε ὥρα δημηγορεῖν. ὁρᾷς; πάλαι πρὸς σὲ ἀποβλέπουσι περιμένοντες ὅ τι καὶ ἐρεῖς. Ζεύς ἀλλʼ ὅ γε πέπονθα, ὦ Ἑρμῆ, οὐκ ἂν ὀκνήσαιμι πρὸς σὲ εἰπεῖν υἱὸν ὄντα.1 οἶσθα ὅπως θαρραλέος ἀεὶ καὶ μεγαληγόρος ἐν ταῖς ἐκκλησίαις ἦν. Ἑρμῆς οἶδα καὶ ἐδεδίειν γε ἀκούων σου δημηγοροῦντος, καὶ μάλιστα ὁπότε ἠπείλεις ἀνασπάσειν ἐκ βάθρων τὴν γῆν καὶ τὴν θάλασσαν αὐτοῖς θεοῖς2 τὴν σειρὰν ἐκείνην τὴν χρυσῆν καθείς. Ζεύς ἀλλὰ νῦν, ὦ τέκνον, οὐκ οἶδα εἴτε ὑπὸ τοῦ μεγέθους τῶν ἐφεστώτων δεινῶν εἴτε καὶ ὑπὸ τοῦ πλήθους τῶν παρόντων — πολυθεωτάτη γάρ, ὡς ὁρᾷς, ἡ ἐκκλησία — διατετάραγμαι τὴν γνώμην καὶ ὑπότρομός εἰμι καὶ ἡ γλῶττά μοι πεπεδημένη ἔοικε· τὸ δὲ ἀτοπώτατον ἁπάντων, ἐπιλέλησμαι τὸ προοίμιον τῶν ὅλων, ὃ παρεσκευασάμην ὡς εὐπροσωποτάτη μοι ἡ ἀρχὴ γένοιτο πρὸς αὐτούς. Ἑρμῆς ἀπολώλεκας, ὦ Ζεῦ, ἅπαντα· οἱ δὲ ὑποπτεύουσι τὴν σιωπὴν καί τι ὑπέρμεγα κακὸν ἀκούσεσθαι προσδοκῶσιν, ἐφʼ ὅτῳ σὺ διαμέλλεις. Ζεύς βούλει οὖν, ὦ Ἑρμῆ, τὸ Ὁμηρικὸν ἐκεῖνο προοίμιον ἀναρραψῳδήσω πρὸς αὐτούς; Ἑρμῆς τὸ ποῖον; Ζεύς κέκλυτέ μευ πάντες τε θεοὶ πᾶσαί τε θέαιναι. Ἑρμῆς ἄπαγε, ἱκανῶς καὶ πρὸς ἡμᾶς πεπαρῴδηταί σοι τὰ πρῶτα. πλὴν εἰ δοκεῖ, τὸ μὲν φορτικὸν τῶν μέτρων ἄφες, σὺ δὲ τῶν Δημοσθένους δημηγοριῶν τῶν κατὰ Φιλίππου ἥντινα ἂν ἐθέλῃς σύνειρε, ὀλίγα ἐναλλάττων· οὕτω γοῦν οἱ πολλοὶ νῦν ῥητορεύουσιν. Ζεύς εὖ λέγεις ἐπίτομόν τινα ῥητορείαν καὶ ῥᾳδιουργίαν ταύτην εὔκαιρον τοῖς ἀπορουμένοις.

赫尔墨斯: 真棒!他们变得比诡辩家还要安静。所以是时候发表演说。你看到了吗?他们早就朝你望去,等待着你要说些什么。 宙斯: 但是,赫尔墨斯啊,我所遭遇的状况,我绝不介意对你这位做儿子的说。你懂得我过去在民会中总是何等大胆且大言不惭。 赫尔墨斯: 我懂得,而且每当听你演说时,我确实害怕,特别是当你威胁要垂下那条金链,连同众神一起,将大地和海洋从根基处拔起的时候。 宙斯: 但是现在,孩子啊,我不知道是因为面临的危险太大,还是因为到场的人太多——因为如你所见,这次民会真是神头攒动——我的心思全乱了,浑身发抖,舌头也仿佛被捆住了一样。最荒谬的是,我把全部演讲的开场白给忘了,那是我精心准备的,好让我在他们面前有个非常体面的开端。 赫尔墨斯: 宙斯,你把一切都搞砸了。他们对你的沉默起了疑心,正预料会听到什么极大的灾祸,才让你如此迟疑不决。 宙斯: 那么,赫尔墨斯,你希望我对他们重新吟诵那段荷马式的开场白吗? 赫尔墨斯: 哪一段? 宙斯: “听我一言,所有的男神们和所有的女神们。” 赫尔墨斯: 算了吧!那开头的几句,在我们听来你已经恶搞得够多了。不过如果可以的话,别管那令人厌烦的韵律了,你可以把德摩斯梯尼针对腓力的演说词,随你挑哪一篇连缀起来,稍微改动几个字。反正在如今,大多数人就是这样发表演说的。 宙斯: 说得好!这是一种速成的雄辩术,也是对处于困境之中的人而言及时而便利的投机把戏。

§15

Ἑρμῆς ἄρξαι δʼ οὖν ποτε. Ζεύς ἀντὶ πολλῶν ἄν,3 ὦ ἄνδρες θεοί, χρημάτων ὑμᾶς ἑλέσθαι νομίζω, εἰ φανερὸν γένοιτο ὑμῖν ὅ τι δή ποτε ἄρα τοῦτό ἐστιν ἐφʼ ὅτῳ νῦν συνελέγητε. ὅτε τοίνυν τοῦτο οὕτως ἔχει, προσήκει προθύμως ἀκροᾶσθαί μου λέγοντος. ὁ μὲν οὖν παρὼν καιρός, ὦ θεοί, μονονουχὶ λέγει φωνὴν ἀφιεὶς ὅτι τῶν παρόντων ἐρρωμένως ἀντιληπτέον ἡμῖν ἐστιν, ἡμεῖς δὲ πάνυ ὀλιγώρως ἔχειν δοκοῦμεν πρὸς αὐτά. βούλομαι δὲ ἤδη — καὶ γὰρ ἐπιλείπει ὁ Δημοσθένης — αὐτὰ ὑμῖν δηλῶσαι σαφῶς, ἐφʼ οἷς διαταραχθεὶς συνήγαγον τὴν ἐκκλησίαν. χθὲς γάρ, ὡς ἴστε, Μνησιθέου τοῦ ναυκλήρου θύσαντος τὰ σωτήρια ἐπὶ τῇ νηῒ ὀλίγου δεῖν4 ἀπολομένῃ περὶ τὸν Καφηρέα, εἱστιώμεθα ἐν Πειραιεῖ, ὁπόσους ἡμῶν ὁ Μνησίθεος ἐπὶ τὴν θυσίαν ἐκάλεσεν· εἶτα μετὰ τὰς σπονδὰς ὑμεῖς μὲν ἄλλος ἄλλην ἐτράπεσθε, ὡς ἑκάστῳ ἔδοξεν, ἐγὼ δὲ — οὐδέπω γὰρ πάνυ ὀψὲ ἦν — ἀνῆλθον ἐς τὸ ἄστυ ὡς περιπατήσαιμι τὸ δειλινὸν ἐν Κεραμεικῷ, ἐννοῶν ἅμα τοῦ Μνησιθέου τὴν μικρολογίαν, ὃς ἑκκαίδεκα θεοὺς ἑστιῶν ἀλεκτρυόνα μόνον κατέθυσε, γέροντα κἀκεῖνον ἤδη καὶ κορυζῶντα, καὶ λιβανωτοῦ χόνδρους τέτταρας εὖ μάλα εὐρωτιῶντας, ὡς αὐτίκα ἐπισβεσθῆναι τῷ ἄνθρακι, μηδὲ ὅσον ἄκρᾳ τῇ ῥινὶ ὀσφραίνεσθαι τοῦ καπνοῦ παρασχόντας, καὶ ταῦτα ἑκατόμβας ὅλας ὑποσχόμενος ὁπότε ἡ ναῦς ἤδη προσεφέρετο τῷ σκοπέλῳ καὶ ἐντὸς ἦν τῶν ἑρμάτων.

赫尔墨斯: 那就请你终于开始吧。 宙斯: 诸位神明啊,我想如果能向你们阐明你们今天究竟是为了什么而聚集在这里,你们肯定宁愿选择放弃大量的财富。因此,既然事已至此,理应热切地听我道来。诸位神明,眼前的时局简直是在提高嗓门对我们大喊:我们必须强力应对眼前的局势,而我们看起来却对此非常漠不关心。但我现在想——因为德摩斯梯尼的词穷了——向你们讲清楚我因为什么而感到不安,并召集了这次民会。 因为诸位知道,昨天,由于船主姆内西修斯为他那艘在卡斐琉斯附近差点遇难的船献上了感恩祭,我们在比雷埃夫斯赴宴,也就是我们当中被姆内西修斯邀请参加祭祀的所有神。接着在奠酒之后,你们各自散去,随各人所好,而我——因为当时天色还不是很晚——便上城去,以便傍晚在凯拉米克斯散步,同时心里在琢磨姆内西修斯的吝啬:他款待十六位神明,却只献祭了一只公鸡,而且那只鸡已经老得还流着鼻涕,还有四粒乳香,且霉得厉害,在炭火上立刻就熄灭了,甚至连鼻尖都闻不到一点烟味。更不用说当船已经逼近礁石、进入暗礁群内部时,他还许诺了整整一百头牛的祭献。

§16

Ζεύς ἐπεὶ δὲ ταῦτα ἐννοῶν γίγνομαι κατὰ τὴν Ποικίλην, ὁρῶ πλῆθος ἀνθρώπων πάμπολυ συνεστηκός, ἐνίους μὲν ἔνδον ἐν αὐτῇ τῇ στοᾷ, πολλοὺς δὲ καὶ ἐν τῷ ὑπαίθρῳ, καί τινας βοῶντας καὶ διατεινομένους ἐπὶ τῶν θάκων καθημένους. εἰκάσας οὖν ὅπερ ἦν, φιλοσόφους εἶναι τῶν ἐριστικῶν τούτων, ἐβουλήθην ἐπιστὰς ἀκοῦσαι αὐτῶν ὅ τι καὶ λέγουσι· καὶ — ἔτυχον γὰρ νεφέλην τῶν παχειῶν περιβεβλημένος — σχηματίσας ἐμαυτὸν εἰς τὸν ἐκείνων τρόπον καὶ τὸν πώγωνα ἐπισπασάμενος εὖ μάλα ἐῴκειν φιλοσόφῳ· καὶ δὴ παραγκωνισάμενος τοὺς πολλοὺς εἰσέρχομαι ἀγνοούμενος ὅστις εἴην. εὑρίσκω τε τὸν Ἐπικούρειον Δᾶμιν, τὸν ἐπίτριπτον,5 καὶ Τιμοκλέα τὸν Στωϊκόν, ἀνδρῶν βέλτιστον, ἐκθύμως πάνυ ἐρίζοντας· ὁ γοῦν Τιμοκλῆς καὶ ἵδρου καὶ τὴν φωνὴν ἤδη ἐξεκέκοπτο ὑπὸ τῆς βοῆς, ὁ Δᾶμις δὲ τὸ σαρδάνιον ἐπιγελῶν ἔτι μᾶλλον παρώξυνε τὸν Τιμοκλέα.

宙斯: 当我琢磨着这些事走到波伊基勒(画廊)附近时,我看到一大群人聚集在一起,有的在画廊内部,许多人也在露天处,还有一些人坐在长凳上大喊大叫、激烈辩论。因此,正如事实所料,我猜出他们是那些好辩的哲学家,便想停下脚步听听他们究竟在说些什么。而且——因为我恰好披着一层浓浓的云雾——我把自己装扮成他们的样子,把胡须拉得长长的,看起来极为像一个哲学家。于是,我用肘部挤开人群,在没有人认出我是谁的情况下走了进去。我发现伊壁鸠鲁派的达米斯,那个无赖,和斯多葛派的蒂莫克勒斯,最优秀的男子,正非常热烈地争论着。那个蒂莫克勒斯汗流浃背,嗓子早就因为叫喊而哑了,而达米斯冷笑连连,更加激怒了蒂莫克勒斯。

语法注5 条
  1. 14υἱὸν ὄντα

    现在分词,与前方的第二人称代词 σὲ(单数宾格)一致,意为“作为儿子的你”。此处强调了宙斯对身为下属兼儿子的赫尔墨斯倾诉时的亲密与自嘲语气。

  2. 14αὐτοῖς θεοῖς

    伴随与格(dative of accompaniment)用法,αὐτός 与与格名词(此处为 θεοῖς)相一致,表示“连同神明一并”或“神明连带在一起”。

  3. 15ἀντὶ πολλῶν ἄν...

    直接套用德摩斯梯尼《第一奥林索斯演说》第1节著名的开场白,仅将呼吁对象 ὦ ἄνδρες Ἀθηναῖοι(雅典人诸君)换成了 ὦ ἄνδρες θεοί(神明诸君)。虚词 ἄν 修饰不定过去时不定式 ἑλέσθαι,构成潜在语气(意为“你们必定会选择”)。

  4. 15ὀλίγου δεῖν

    非人称动词 δεῖ 的不定式构成的绝对不定式,作状语表示“几乎”、“差一点”。此处用作副词性修饰语,限定分词 ἀπολομένῃ(“差一点毁坏/遇难”)。

  5. 16ἐπίτριπτον

    形容词 ἐπίτριπτος 字面意思是“磨损的”,但在俗语和戏剧中常用作恶言,意为“可憎的”、“无赖的”或“该死的”。此处体现了宙斯对敌对的伊壁鸠鲁派哲学家达米斯的强烈反感。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(2 处,最近 2026-11-15)
  • 2026-11-15 AI校阅 — 译文 1 处
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0062.tlg018.humanitext-grc2:14-16