← 琉善

下界之旅或僭主

§11-13

克罗托告知尘世结局与梅加彭塞斯的绝望

梅加彭塞斯从克罗托那里得知了自己死后尘世中家人和雕像的悲惨下场。他为奴隶的无礼报复感到极度愤怒与无奈,但最终尽管一再哀求,仍被强行拖往冥界的法庭。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11

Μεγαπένθης οὐκοῦν ἀλλὰ τοῦτό γε μὴ ἀντείπῃς ὦ Μοῖρά μοι. Κλωθώ τὸ ποῖον; Μεγαπένθης εἰδέναι βούλομαι τὰ μετʼ ἐμὲ ὅντινα ἕξει τὸν τρόπον. Κλωθώ ἄκουε· μᾶλλον γὰρ ἀνιάσῃ μαθών.1 τὴν μὲν γυναῖκα Μίδας ὁ δοῦλος ἕξει, καὶ πάλαι δὲ αὐτὴν ἐμοίχευεν. Μεγαπένθης ὁ κατάρατος, ὃν ἐγὼ πειθόμενος αὐτῇ ἀφῆκα ἐλεύθερον; Κλωθώ ἡ θυγάτηρ δέ σοι ταῖς παλλακίσι τοῦ νυνὶ τυραννοῦντος ἐγκαταλεγήσεται· αἱ εἰκόνες δὲ καὶ ἀνδριάντες οὓς ἡ πόλις ἀνέστησέ σοι πάλαι πάντες ἀνατετραμμένοι γέλωτα παρέξουσι τοῖς θεωμένοις. Μεγαπένθης εἰπέ μοι, τῶν φίλων δὲ οὐδεὶς ἀγανακτήσει τοῖς δρωμένοις; Κλωθώ τίς γὰρ ἦν σοι φίλος; ἢ ἐκ τίνος αἰτίας γενόμενος; ἀγνοεῖς ὅτι πάντες οἱ καὶ προσκυνοῦντες καὶ τῶν λεγομένων καὶ πραττομένων ἕκαστα ἐπαινοῦντες ἢ φόβῳ ἢ ἐλπίσι ταῦτα ἔδρων, τῆς ἀρχῆς ὄντες φίλοι καὶ πρὸς τὸν καιρὸν ἀποβλέποντες; Μεγαπένθης καὶ μὴν σπένδοντες ἐν τοῖς συμποσίοις μεγάλῃ τῇ φωνῇ ἐπηύχοντό μοι πολλὰ καὶ ἀγαθά, προαποθανεῖν ἕκαστος αὐτῶν ἕτοιμος, εἰ οἷόν τε εἶναι· καὶ ὅλως, ὅρκος αὐτοῖς ἦν ἐγώ. Κλωθώ τοιγαροῦν παρʼ ἑνὶ αὐτῶν χθὲς δειπνήσας ἀπέθανες· τὸ γὰρ τελευταῖόν σοι πιεῖν ἐνεχθὲν2 ἐκεῖνο δευρὶ κατέπεμψέ σε. Μεγαπένθης τοῦτʼ ἄρα πικροῦ τινος ᾐσθόμην· τί βουλόμενος δὲ ταῦτα ἔπραξε; Κλωθώ πολλά με ἀνακρίνεις, ἐμβῆναι δέον.

梅加彭塞斯 “那么,命运女神啊,至少这件事请不要拒绝我。” 克罗托 “哪件事?” 梅加彭塞斯 “我想知道我死后尘世的情况会怎样。” 克罗托 “听着吧;因为你了解之后只会更加痛苦。你的妻子,奴隶米达斯将会占有她,而他其实早就和她通奸了。” 梅加彭塞斯 “那个该死的家伙,我竟听信了她的话,把他放为自由人?” 克罗托 “而你的女儿将被列入现任僭主的情妇之中。至于城邦很久以前为你竖立的肖像和雕像,都将被推倒,成为旁观者的笑柄。” 梅加彭塞斯 “告诉我,我的朋友中难道没有一个人会对这些所作所为感到愤慨吗?” 克罗托 “到底谁曾是你的朋友?或者他是因为什么原因成为你朋友的?难道你不知道,所有那些对你顶礼膜拜、对你的一言一行都极力赞美的人,他们这样做要么是出于恐惧,要么是出于企图,他们只是权势的朋友,见风使舵而已吗?” 梅加彭塞斯 “可他们在宴会上敬酒时,还大声为我祈求了许多福泽,甚至每个人都准备好在可能的情况下替我先死;总之,我曾是他们的誓言。” 克罗托 “正因如此,你昨天在他们其中一人的家里赴宴后就死了;因为最后送给你喝的那杯酒把你送到了这里。” 梅加彭塞斯 “所以那时我才感到有些苦涩。那他究竟是出于什么意图做这件事的?” 克罗托 “你问得太多了,本该上船了。”

§12

Μεγαπένθης ἕν με πνίγει μάλιστα, ὦ Κλωθοῖ, διʼ ὅπερ ἐπόθουν κἂν πρὸς ὀλίγον ἐς τὸ φῶς ἀνακῦψαι πάλιν. Κλωθώ τί δὲ τοῦτό ἐστιν; ἔοικε γάρ τι παμμέγεθες εἶναι. Μεγαπένθης Καρίων ὁ ἐμὸς οἰκέτης ἐπεὶ τάχιστά με ἀποθανόντα εἶδε, περὶ δείλην ὀψίαν ἀνελθὼν εἰς τὸ οἴκημα ἔνθα ἐκείμην, σχολῆς οὔσης — οὐδεὶς γὰρ οὐδὲ ἐφύλαττέ με — Γλυκέριον τὴν παλλάκιδα μου — καὶ πάλαι δέ, οἶμαι, κεκοινωνήκεσαν — παραγαγὼν ἐπισπασάμενος τὴν θύραν ἐσπόδει καθάπερ οὐδενὸς ἔνδον παρόντος· εἶτʼ ἐπειδὴ ἅλις εἶχε τῆς ἐπιθυμίας, ἀποβλέψας εἰς ἐμέ, σὺ μέντοι, φησίν, ὦ μιαρὸν ἀνθρώπιον, πληγάς μοι πολλάκις οὐδὲν ἀδικοῦντι ἐνέτεινας· καὶ ταῦθʼ ἅμα λέγων παρέτιλλέ τέ με καὶ κατὰ κόρρης ἔπαιε, τέλος δὲ πλατὺ χρεμψάμενος καταπτύσας μου καί, εἰς τὸν Ἀσεβῶν χῶρον ἄπιθι, ἐπειπὼν ᾤχετο· ἐγὼ δὲ ἐνεπιμπράμην μέν, οὐκ εἶχον δὲ ὅμως ὅ τι καὶ δράσαιμι3 αὐτὸν αὖος ἤδη καὶ ψυχρὸς ὤν. καὶ ἡ μιαρὰ δὲ παιδίσκη ἐπεὶ ψόφου προσιόντων τινῶν ᾔσθετο, σιέλῳ χρίσασα τοὺς ὀφθαλμοὺς ὡς δακρύσασα ἐπʼ ἐμοί, κωκύουσα καὶ τοὔνομα ἐπικαλουμένη ἀπηλλάττετο. ὧν εἰ λαβοίμην —

梅加彭塞斯 “克罗托啊,有一件事最让我感到憋屈,正因如此,我曾渴望哪怕是极短暂地再次回到阳光下。” 克罗托 “这是什么事?看起来似乎是一件极重大的事。” 梅加彭塞斯 “我的仆人卡里翁一看到我死了,就在黄昏时分,趁着大家有空——因为根本没有人看守我——走进了我躺着的那个房间,把我那宠妾格吕克里翁拉了过去——我想他们早就勾搭上了——拉上门,就像屋里没人一样和她交欢。然后当他发泄完私欲后,看着我说道:‘你这个卑鄙的小人,我没犯任何错,你却经常拷打我。’他一边说着,一边拔我的头发,扇我的耳光,最后大声咳了一口痰唾在我身上,说:‘去阴间恶人呆的地方吧,’说完就走了。我当时怒火中烧,但因为已经僵硬冰冷,对他毫无办法。那个可恶的丫头一听到有人走近的动静,就用唾液抹在眼睛上,假装为我哭过,号哭着喊着我的名字离去了。如果我能抓住他们——”

§13

Κλωθώ παῦσαι ἀπειλῶν, ἀλλὰ ἔμβηθι· καιρὸς ἤδη σε ἀπαντᾶν ἐπὶ τὸ δικαστήριον. Μεγαπένθης καὶ τίς ἀξιώσει κατʼ ἀνδρὸς τυράννου ψῆφον λαβεῖν; Κλωθώ κατὰ τυράννου μὲν οὐδείς, κατὰ νεκροῦ δὲ ὁ Ῥαδάμανθυς, ὃν αὐτίκα ὄψει μάλα δίκαιον καὶ κατʼ ἀξίαν ἐπιτιθέντα ἑκάστῳ τὴν δίκην· τὸ δὲ νῦν ἔχον4 μὴ διάτριβε. Μεγαπένθης κἂν ἰδιώτην με ποίησον, ὦ Μοῖρα, τῶν πενήτων ἕνα, κἂν δοῦλον ἀντὶ τοῦ πάλαι βασιλέως· ἀναβιῶναί με ἔασον μόνον. Κλωθώ ποῦ ʼστιν ὁ τὸ ξύλον; καὶ σὺ δέ, ὦ Ἑρμῆ, σύρατʼ αὐτὸν εἴσω τοῦ ποδός· οὐ γὰρ ἂν ἐμβαίη ἑκών. Ἑρμῆς ἕπου νῦν, δραπέτα· δέχου τοῦτον σύ, πορθμεῦ, καὶ τὸ δεῖνα, ὅπως ἀσφαλῶς — Χάρων ἀμέλει, πρὸς τὸν ἱστὸν δεδήσεται. Μεγαπένθης καὶ μὴν ἐν τῇ προεδρίᾳ καθέζεσθαί με δεῖ. Κλωθώ ὅτι τί; Μεγαπένθης ὅτι, νὴ Δία, τύραννος ἦν καὶ δορυφόρους εἶχον μυρίους. Κυνίσκος εἶτʼ οὐ δικαίως σε παρέτιλλεν ὁ Καρίων οὑτωσὶ σκαιὸν ὄντα; πικρὰν δʼ οὖν τὴν τυραννίδα ἕξεις γευσάμενος τοῦ ξύλου. Μεγαπένθης τολμήσει γὰρ Κυνίσκος ἐπανατείνασθαί μοι τὸ βάκτρον; οὐκ ἐγώ σε πρῴην, ὅτι ἐλεύθερος ἄγαν καὶ τραχὺς ἦσθα καὶ ἐπιτιμητικός, μικροῦ δεῖν προσεπαττάλευσα; Κυνίσκος τοιγαροῦν μενεῖς καὶ σὺ τῷ ἱστῷ προσπεπατταλευμένος.

克罗托 “别威胁了,上船吧。现在已经该是你去法庭受审的时候了。” 梅加彭塞斯 “身为僭主的人,又有谁敢投票审判他呢?” 克罗托 “对僭主确实没有人,但对死人,拉达曼迪斯会。你马上就会看到他极公正地按照各人的罪责施加惩罚。现在别耽搁了。” 梅加彭塞斯 “命运女神啊,哪怕把我变成一个平民、穷人之一,甚至把过去的国王变成奴隶也行;只要让我重新活过来。” 克罗托 “那个拿木棍的人在哪里?还有你,赫尔墨斯,把它拖进来,拽着他的脚;因为他不会自愿上船的。” 赫尔墨斯 “跟上吧,逃亡者。船夫,接住这个人,还有那件东西,好安全地——”卡戎 “不用担心,他会被绑在桅杆上的。” 梅加彭塞斯 “但是,我应该坐在上座。” 克罗托 “凭什么?” 梅加彭塞斯 “凭我曾是僭主,凭宙斯,我曾拥有一万名卫兵。” 库尼斯科斯 “既然你如此愚蠢,卡里翁拔你的头发难道不是理所当然的吗?总之,尝到了木棍的滋味,你会尝到僭主统治的苦果。” 梅加彭塞斯 “库尼斯科斯竟敢对我举起他的手杖吗?前几天因为你太自由放肆、粗鲁且爱挑剔,我不是差点把你钉在柱子上吗?” 库尼斯科斯 “因此,你也将在桅杆上被钉着留下来。”

语法注4 条
  1. 11μᾶλλον γὰρ ἀνιάσῃ μαθών

    不定过去时分词 μαθών 起条件作用(“如果你知道了”)或伴随状况作用。与第二人称单数将来时直陈语气动词 ἀνιάσῃ(“你将感到痛苦”)相结合,强调了获得知识必然会导致痛苦的因果关系。

  2. 11τὸ γὰρ τελευταῖόν σοι πιεῖν ἐνεχθὲν

    不定式 πιεῖν 作为限制性或解释性不定式,修饰名词化的中性形容词 τὸ τελευταῖον(“最后的东西”或“最后的一杯”),表示“最后(给你)喝的东西”。

  3. 12ὅ τι καὶ δράσαιμι

    动词 δράσαιμι 为不定过去时希求法。由于主句动词 οὐκ εἶχον 是过去时态(未完成过去时),原本的深思熟虑设拟法(deliberative subjunctive)δράσω 在过去时主句后的从句中转变为斜格希求法(oblique optative)。

  4. 13τὸ δὲ νῦν ἔχον

    短语 τὸ δὲ νῦν ἔχον(带有中性分词 ἔχον)是宾格的副词性惯用表达,意为“至于目前”或“暂时”。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0062.tlg016.humanitext-grc2:11-13